Commentary on the Twelve Prophets · §amos-t2-rem-mid

Amos Tomos 2 rem mid

Rem mid: lemma continues; spiritual reading held with the letter.

Greek

οιήσῃ Κύριος ὁ Θεὸς πρᾶγμα, ἐὰν μὴ ἀποκαλύψῃ παιδείαν αὐτοῦ πρὸς τοὺς δούλους αὐτοῦ τοὺς προφήτας· λέων ἐρεύξεται, καὶ τίς οὐ φοβηθήσεται; Κύριος ὁ Θεὸς ἐλά- λησεν, καὶ τίς οὐ προφητεύσει;9 Οὐχ οἱ προφῆται, φησὶ, τὰ ἐξ ὀργῆς ἐπάγουσι· πόθεν; ἄνθρωποι γὰρ καὶ αὐτοὶ καθ' ὑμᾶς ὑπάρχουσι τὴν φύσιν, τετίμηνται δὲ παρὰ Θεοῦ τῷ πάντα μανθάνειν, ἃ ἂν βού- λοιτο πληροῦν, καὶ πόλεσί τε καὶ χώραις ἐπάγειν ἢ ἀγαθὰ τυχὸν ἢ τὰ λυπεῖν εἰωθότα. ἀλλ' ἴσως πρὸς τοῦτό φατε Μανθανέτωσαν εἰ δοκεῖ, πλουτείτωσαν παρὰ σοῦ τῶν ἐσο- μένων τὴν γνῶσιν, διατρανούσθω πάντα αὐτοῖς τὰ μυστήρια· λαλείτωσαν δὲ μηδενὶ, μήτε μὴν ταῖς τῶν ἀποσειομένων αὐτοὺς ἀκοαῖς ἐνηχείτωσάν τινα. τί οὖν πρὸς ταῦτα παρὰ 1.425 Θεοῦ; Λέων ἐρεύξεται καὶ τίς οὐ φοβηθήσεται; εἰ γὰρ ἐν τῷ βρυχᾶσθαί φησι τὸν λέοντα, τὸ παναλκέστατον τῶν θηρίων, οὐκ ἂν γένοιτό τις ἀτεράμων οὕτως καὶ σοβαρὸς, ὡς μὴ εἰσ- δέξασθαι πτοίαν, πῶς ἂν Θεοῦ λαλοῦντος τοῦ πάντων ἐπέ- κεινα, καὶ ἀπαγγέλλειν αὐτοῖς προστάττοντος ἃ μανθάνουσιν, οὐκ ἂν ἔδεισαν τὸν προστεταχότα; οὐ γάρ εἰσι καθ' ὑμᾶς καταφρονηταὶ καὶ ἄτεγκτοι, καὶ ἐν μηδενὶ ποιούμενοι λόγῳ τὰ τῷ πάντων δοκοῦντα ∆εσπότῃ. πανταχῆ τοιγαροῦν ἀσφαλίζεται τοὺς ἁγίους, καὶ ἀποσοβεῖ τῶν προφητῶν τὰς ἐκ τῶν ἐθελοκακούντων βλάβας. τοῦτο δὲ ἦν ἕτερον οὐδὲν ἢ τῆς καθηκούσης φροντίδος ἀξιοῦν. τὸ γὰρ ἐκ μέσου ποιεῖ- σθαι τοὺς ἰατροὺς, ἕτερον οὐδὲν ἂν εἴη ἢ ἀνεπικουρήτους ἀποτελεῖν τοὺς ἠῤῥωστηκότας. τοῦτό τοι καὶ διὰ φωνῆς τοῦ μακαρίου ∆αυεὶδ προαναφωνεῖ λέγων "Μὴ ἅπτεσθε τῶν "χριστῶν μου καὶ ἐν τοῖς προφήταις μου μὴ πονηρεύεσθε," καὶ πρὸς αὐτοὺς δέ που φησί "Καὶ ἔσται ὁ ἁπτόμενος ὑμῶν, "ὡς ὁ ἁπτόμενος τῆς κόρης τοῦ ὀφθαλμοῦ αὐτοῦ." ἀδικήσει γὰρ οὐ μετρίως τὴν ἑαυτοῦ ψυχὴν ὁ ταῖς τῶν ἁγίων κεφαλαῖς ἐπιτρίζων τοὺς ὀδόντας καὶ ἀνοσίως ἐπιφυόμενος καί τι καὶ τῶν ἐκτόπων ἐπάγειν οὐ παραιτούμενος. 9Ἀπαγγείλατε χώραις ἐν Ἀσσυρίοις καὶ ἐπὶ τὰς χώρας τῆς Αἰ- γύπτου καὶ εἴπατε Συνάχθητε ἐπὶ τὸ ὄρος Σαμαρείας, καὶ ἴδετε θαυμαστὰ πολλὰ ἐν μέσῳ αὐτῆς καὶ τὴν καταδυναστείαν 1.426 τὴν ἐν αὐτῇ. καὶ οὐκ ἔγνω ἃ ἔσται ἐναντίον αὐτῆς, λέγει Κύριος, οἱ θησαυρίζοντες ἀδικίαν καὶ ταλαιπωρίαν ἐν ταῖς χώραις αὐτῶν. διὰ τοῦτο τάδε λέγει Κύριος ὁ Θεὸς Τύρος καὶ κυκλόθεν ἡ γῆ σου ἐρημωθήσεται, καὶ κατάξει ἐκ σοῦ τὴν ἰσχύν σου, καὶ διαρπαγήσονται αἱ χῶραί σου.9 Ἀπειλεῖ δὴ πάλιν ἐπάγειν αὐτοῖς ἅπερ ἦν εἰκὸς ὑπομεῖναι καὶ παθεῖν τοὺς εἰς τοῦτο λοιπὸν ἀφιγμένους φαυλότητος, ὡς καὶ ἀποθρώσκειν Θεοῦ, καὶ προφήταις ἐπιτιμᾶν, καὶ ἀλογῆ- σαι παντελῶς τῶν διὰ Μωυσέως τεθεσπισμένων. ἰστέον δὲ ὅτι διαπεφώνηκε πάλιν ἐν τούτοις ἥ τε τῶν Ἑβραίων ἔκδοσις, καὶ ἡ τῶν ἑβδομήκοντα γραφή. Ἑβραῖοι μὲν γὰρ ἐκδεδώ- κασιν Ἀπαγγείλατε χώραις ἐν Ἀζωτίοις καὶ ἐπὶ τὰς χώρας τῆς Αἰγύπτου· οἱ δέ γε ἑβδομήκοντα Ἀπαγγείλατε χώραις ἐν Ἀσσυρίοις καὶ ἐπὶ τὰς χώρας τῆς Αἰγύπτου. καὶ Ἄζωτος μὲν γείτων τάχα που καὶ ὅμορός ἐστι τῇ τῶν Ἰουδαίων χώρᾳ, διῴκισται δὲ λίαν ἡ τῶν Ἀσσυρίων, τουτέστιν, ἡ Περ- σῶν καὶ Μήδων πρὸς αὐτοῖς οἱονείπως τέρμασι τῆς ἑῴας κειμένη. φαμὲν οὖν, ὅτι τὸ λυποῦν οὐδὲν, κἂν εἰ Ἀζώτιοι τυχὸν, ἤγουν Ἀσσύριοι λέγοιντο· κατ' ἄμφω γὰρ ἀληθεύσει τῆς θεοπνεύστου γραφῆς ὁ λόγος, καθάπερ ἀμέλει τὰ ἐν τῷ προκειμένῳ 170 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. διατρανοῦντες ἐπιδείξομεν. ἔχει γεμὴν ἱστορίας ἀνάμνησιν τὸ δηλούμενον ἐν τῇ τετάρτῃ τῶν Βασιλειῶν κειμένης, καὶ ἐν τῇ δευτέρᾳ τῶν Παραλειπομένων· ποιήσομαι δὲ τὴν ἀφήγησιν εὖ μάλα συνεσταλμένως, ὡς ἂν μὴ δοκοίην ἐν εἰδόσι μακρηγορεῖν. Βεβασίλευκε κατὰ καιροὺς ἐν τοῖς Ἱεροσολύμοις ὁ Μα- νασσῆς, ὃς Ἐζεχίου μὲν ἦν υἱὸς, ἑτερότροπος δὲ λίαν καὶ 1.427 τῆς τοῦ πατρὸς εὐσεβείας ὡς ἀποτάτω. γέγονε γὰρ ἀνὴρ πονηρὸς καὶ πρὸς πᾶν ὁτιοῦν τῶν ἐκτόπων εὔκολος, βδελυρὸς καὶ εἰδωλολάτρης, καὶ ταῖς τῶν δαιμονίων ἀπάταις οὐ με- τρίως προσκείμενος. οὗτος ἀνεδείματο βωμοὺς καὶ τεμένη τῷ Βάαλ, προσκεκύνηκεν ἁπάσῃ τῇ στρατιᾷ τοῦ οὐρανοῦ, διήγαγεν ἐν πυρὶ τὰ ἴδια τέκνα, συγκεκρότηκεν οἰωνοσκόπους, καὶ τοὺς οἷς μελέτη τὸ ψευδοεπεῖν, τοὺς οἰομένους μέν τι τῶν ἀναγκαίων εἰδέναι, μὴ μὴν ἔτι καὶ εἰδότας, λαλοῦντας δὲ μᾶλλον τὰ ἀπὸ καρδίας αὐτῶν. καὶ τρόπος ἦν τάχα παντελῶς οὐδεὶς τῆς ἁπασῶν ἐσχάτης φαυλότητος, τοῖς ἐκεί- νου θελήμασιν ἀνεπιτήδευτος. αὐτοῦ δὲ βασιλεύοντος ἔφη που Θεὸς διὰ φωνῆς προφητῶν περί τε τῆς Ἱερουσαλὴμ καὶ ἁπάσης δὲ τῆς Ἰουδαίων χώρας "Ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ "τὸν λαὸν τοῦτον κακὰ, ὥστε παντὸς ἀκούοντος αὐτὰ, "ἠχήσει ἀμφότερα τὰ ὦτα αὐτοῦ." ἐπειδὴ δὲ τετελεύτηκεν ὁ Μανασσῆς, διαδέχεται τὸ σκῆπτρον Ἀμὼς ὁ υἱὸς αὐτοῦ, τῆς τοῦ πατρὸς φαυλότητος ἀποδέων οὐδέν· τετίμηκε γὰρ ὅσα κἀκεῖνος. ἔτη δὲ μόνα διεβίω δύο. εἶτα μετ' ἐκεῖνον κέχρισται πάλιν εἰς βασιλέα Ἰωσίας ὁ υἱὸς αὐτοῦ, σοφὸς καὶ ἀγχίνους ἀνὴρ, καὶ τῶν ὅτι μάλιστα φιλοθεωτάτων. αὐτὸν προεκήρυττεν ἀφιγμένος εἰς Βαιθὴλ ὁ ἄνθρωπος τοῦ Θεοῦ, Ἱεροβοὰμ ἑστῶτος ἐπὶ τοῦ θυσιαστηρίου καὶ ἐγκαινί-ζοντος ταῖς δαμάλεσι τὴν ἑορτήν· ἔφη γὰρ οὕτω "Θυσια- "στήριον θυσιαστήριον τάδε λέγει Κύριος Ἰδοὺ υἱὸς τίκτεται "τῷ οἴκῳ ∆αυεὶδ, Ἰωσίας ὄνομα αὐτῷ, καὶ θύσει ἐπὶ σὲ "τοὺς ἱερεῖς τῶν ὑψηλῶν τῶν ἐπιθυόντων ἐπὶ σὲ, καὶ ὀστᾶ "ἀνθρώπων κατακαύσει ἐπὶ σέ." βεβασιλευκὼς γὰρ ὁ Ἰωσίας, καθεῖλε μὲν τὰ τῶν εἰδώλων τεμένη, κατέσκαψε 1.428 τὰ θυσιαστήρια, κατηφάνισε τὰ ἄλση, κατέκαυσε τὸ ἅρμα τοῦ ἡλίου, κατέσφαξε τοὺς ἱερεῖς τῶν ὑψηλῶν ἐν Βαιθὴλ, ὀστᾶ ἀνθρώπων ἐνέπρησεν ἐπὶ τῷ θυσιαστηρίῳ τῶν δαμά- λεων, ἤλασε τοὺς γνώστας, ψευδοπροφήτας δὴ λέγω καὶ ψευδομάντεις καὶ ἐγγαστριμύθους, ἐκέλευσε κρατεῖν καὶ ἰσχύειν ἐν τῷ Ἰσραήλ τὰ διὰ τοῦ πανσόφου Μωυσέως τεθεσπισμένα· ἐπ' αὐτοῦ τεθύκασι τὸν ἀμνὸν, καὶ τὸ πάσχα τετελέκασιν ἐν τοῖς Ἱεροσολύμοις. ἐπειδὴ δὲ ἦν ἀγαθὸς καὶ γνήσιος μετὰ Θεοῦ, πέμπει πρὸς Ὀλδὰν τὴν προφῆτιν, διαπυνθάνεσθαι ζητῶν, εἰ καταλήξει τῆς ὀργῆς ὁ τῶν ὅλων ∆εσπότης, εἰ ἐν καλῷ κείσεται τῆς εὐημερίας ὁ Ἰσραὴλ, καὶ ἀργήσει λοιπὸν τὰ διὰ φωνῆς προφητῶν ἐπ' αὐτῷ προαπηγγελμένα. ἡ δὲ πρὸς αὐτούς "Τάδε λέγει Κύριος "ὁ Θεὸς Ἰσραήλ Εἴπατε τῷ ἀνδρὶ τῷ ἀποστείλαντι ὑμᾶς "πρὸς μέ Τάδε λέγει Κύριος Ἰδοὺ ἐπάγω κακὰ ἐπὶ τὸν "τόπον τοῦτον καὶ ἐπὶ τοὺς ἐνοικοῦντας ἐν αὐτῷ πάντας "τοὺς λόγους τοῦ βιβλίου οὓς ἀνέγνω βασιλεὺς Ἰούδα, "ἀνθ' ὧν ἐγκατέλιπόν με, καὶ ἐθυμίων θεοῖς ἑτέροις, ὅπως "παροργίσωσί με ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν, καὶ "ἐκκαυθήσεται ὁ θυμός μου ἐν τῷ τόπῳ τούτῳ καὶ οὐ "σβεσθήσεται. καὶ πρὸς βασιλέα Ἰούδα τὸν ἀποστεί- "λαντα ὑμᾶς ζητῆσαι τὸν Κύριον, τάδε ἐρεῖτε πρὸς αὐτόν "Τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραήλ Οἱ λόγοι μου οὓς "ἤκουσας, ἀνθ' ὧν ἡπαλύνθη ἡ καρδία σου καὶ ἐνετράπης "ἀπὸ προσώπου Κυρίου, ὡς ἤκουσας ὅσα ἐλάλησα ἐπὶ τὸν "τόπον τοῦτον καὶ ἐπὶ τοὺς ἐνοικοῦντας αὐτῷ, τοῦ εἶναι εἰς "ἀφανισμὸν καὶ εἰς κατάραν, καὶ διέῤῥηξας τὰ ἱμάτιά σου "καὶ ἔκλαυσας ἐνώπιόν μου, καί γε ἐγὼ ἤκουσα, λέγει Κύ- "ριος. οὐχ οὕτως· ἰδοὺ προστίθημί σε πρὸς τοὺς πατέρας 1.429 "σου, καὶ συναχθήσῃ εἰς τὸν τάφον σου ἐν εἰρήνῃ, καὶ οὐκ "ὀφθήσεται ἐν τοῖς ὀφθαλμοῖς σου ἐν πᾶσι τοῖς κακοῖς οἷς "ἐγώ εἰμι ἐπάγων ἐπὶ τὸν τόπον τοῦτον καὶ ἐπὶ τοὺς κατοι- "κοῦντας αὐτόν." Καὶ πεπλήρωται μὲν ἡ ὑπόσχεσις. ἀνεβάλετο γὰρ τὴν ὀργὴν ὁ τῶν ὅλων ∆εσπότης τὸν τῆς βασιλείας αὐτοῦ 171 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

About this text

Cyril of Alexandria, Commentary on the Twelve Prophets (Greek). SERIES on this page: Hosea through Malachi CLOSEOUT.

English follows PG 71–72 Greek (CPG 5204). Hill FOTC / Holy Cross / modern English syncs were not used as wording. Twelve Prophets SERIES CLOSEOUT Hosea–Malachi.

Witnesses

  • Copy-text PG 71–72 — Commentarius in XII Prophetas (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.