Twelve Prophets Amos Tomos 3 opening
Amos Tomos 3.
Amos Tomos 3: seek the good; remnant hope toward the Lord.
Greek
ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ ΤΟΜΟΣ ΤΡΙΤΟΣ. 1 9Ἐκζητήσατε τὸ καλὸν καὶ μὴ τὸ πονηρὸν, ὅπως ζήσητε, καὶ ἔσται οὕτως μεθ' ὑμῶν Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ· ὃν τρόπον εἴπατε Μεμισήκαμεν τὰ πονηρὰ καὶ ἠγαπήκαμεν τὰ καλὰ, καὶ ἀποκαταστήσατε ἐν πύλαις κρῖμα, ὅπως ἐλεήσει Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ τοὺς περιλοίπους τοῦ Ἰωσήφ.9 Ἔφην ἤδη πλειστάκις, ὡς οὐ μία γέγονεν αἰχμαλωσία, διάφοροι δὲ κατὰ καιροὺς, καὶ ἀνὰ μέρος. Φουλὰ μὲν γὰρ ὁ Ἀσσυρίων πρῶτος ἐλθὼν ἐν τῇ Σαμαρείᾳ τὰς δύο φυλὰς, τὰς πέραν τοῦ Ἰορδάνου, καὶ τὰς ἐκεῖσε πόλεις ἀναστατώσας ᾤχετο· μετ' ἐκεῖνον δὲ ὁ Σαλμανασὰρ οὐ πᾶσαν ἑλὼν τὴν Σαμάρειαν, ἀλλά τι μέρος εἰς τὴν ἑαυτοῦ σὺν τοῖς ἁλοῦσιν ἀνεκομίζετο. ἐποίει δὲ τοῦτο ὁ Θεὸς οἰκονομικῶς, "πόνῳ "καὶ μάστιγι" παιδεύων ἐκκεκλικότα τὸν Ἰσραὴλ, καὶ μετα- τιθεὶς ἐπί γε τὸ δεῖν τὰ ἀμείνω καὶ πρεπωδέστερα φρονεῖν τε καὶ δρᾶν. συμβέβηκε τοίνυν τοὺς ἐκ τῶν ἀρτίως ἡμῖν 1.466 εἰρημένων πολέμων διαφυγεῖν ἰσχύσαντας, γνωσιμαχοῦντας ἤδη πως, ἐφ' οἷς ἠπάτηνται μετανοεῖν, εἰδέναι τε καὶ ὁμο- λογεῖν, ὅτι πολλὰ καὶ δύσοιστα πεπλημμεληκόσιν ἐπενή- νεκται λοιπὸν τὰ ἐκ θείας ὀργῆς, εἶτα τῶν ἰδίων ἐθῶν τὴν ἐπανόρθωσιν μονονουχὶ καὶ κατεπαγγέλλεσθαι τῷ Θεῷ, λέ- γοντας Μεμισήκαμεν τὰ πονηρὰ καὶ ἠγαπήκαμεν τὰ καλά. οὐκοῦν ὃν τρόπον εἰρήκατε, φησὶ, ζητήσατε τὸ καλὸν καὶ μὴ τὸ πονηρὸν, ἵνα καὶ τὸ εὖ εἶναι κερδάνητε ζῶντές τε καὶ σωζόμενοι, καὶ μεθ' ὑμῶν γένοιτο Κύριος ὁ Θεὸς ὁ πάντων ἔχων τὴν ἐξουσίαν. ἀποκαταστήσατε δὲ καὶ ἐν πύλαις κρῖμα, του- τέστιν, ὀρθοὶ γένεσθε κριταί· μὴ ψῆφον ἄδικον καταγρά- φοντες τῶν ἀσθενεστέρων· μὴ τὴν τοῦ δικαίου παραση- μαίνοντες δύναμιν· μήτε μὴν κονδυλίζοντες εἰς κεφαλὰς πτωχῶν· μήτε ὁδὸν ταπεινῶν ἐκκλίνοντες, ἵνα λοιπὸν κατ- ελεήσῃ Θεὸς τοὺς ἐκ τῶν ἤδη συμβεβηκυιῶν αἰχμαλωσιῶν περιλειφθέντας ἐξ Ἰωσήφ. σημαίνει δὲ πάλιν τὸν Ἐφραῒμ, ἤτοι τὰς δέκα φυλάς. ὡς γὰρ ἤδη προεῖπον, ἐπειδὴ γέγονεν ἐξ Ἰωσὴφ ὁ Ἐφραῒμ, ταύτῃτοι καὶ τῷ τοῦ πατρὸς ὀνόματι σημαίνεται. ∆εῖ δὴ οὖν ἄρα φρονεῖν ὀρθὰ, καὶ τὰς ἰδίας ἡμῶν ἀπορ- θοῦν διανοίας, εἴς γε τὸ χρῆναι τὰ Θεῷ θυμήρη φρονεῖν, καὶ κατορθοῦν ἀρετὴν, καὶ τῶν τῆς δικαιοσύνης ἀντέχεσθαι τρόπων, καὶ ὀρθότητος εἶναι σοφοὺς ἐπιμελητάς· ἕξομεν γὰρ οὕτω συνόντα τε καὶ προασπίζοντα τὸν τῶν ὅλων Θεόν. 9∆ιὰ τοῦτο τάδε λέγει Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ Ἐν πάσαις πλατείαις κοπετὸς, καὶ ἐν πάσαις ὁδοῖς ῥηθήσεται οὐαὶ οὐαί· 1.467 κληθήσεται γεωργὸς εἰς πένθος καὶ κοπετὸν, καὶ εἰς εἰδότας θρῆνον· καὶ ἐν πάσαις ὁδοῖς κοπετὸς, διότι 185 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. διελεύσομαι διὰ μέσου σου, εἶπε Κύριος.9 Ἀπογευσάμενοί φησι τῶν ἐκ τοῦ πολέμου κακῶν, καὶ τοῖς ἤδη συμβεβηκόσιν οὐ μετρίως ἐπηλγηκότες, ἐπηγγέλεσθε μισεῖν τὰ πονηρὰ, καὶ ἀγαπᾶν τὸ καλόν· ἀλλὰ βραχὺ καὶ μόλις τῶν ἐκεῖθεν δειμάτων ἀπηλλαγμένοι, πρὸς τὸ ῥᾴθυμον ἀπεκλίνατε, καὶ οὐδὲν ἧττον ἀπηρτημένοι τῶν ἀρχαίων ἐφαί- νεσθε κακῶν. ταύτῃτοι λοιπὸν θρήνου καὶ οἰμωγῆς ἀνά- μεστοι μὲν αἱ πόλεις, κομμοὶ δὲ καὶ δάκρυον πανταχοῦ, καὶ ζήτησις ἔσται τῶν εἰδότων κατολοφύρεσθαι. καὶ οὐκ ἀρκούντων ὑμῖν εἰς τοῦτο τῶν ἀστικῶν, παραληφθήσεται καὶ γεωργὸς, ὥστε κἂν ἀγροικικὸν ὑμῖν ἐπηχῆσαι μέλος, καὶ τοῖς ἐπιχωρίοις ῥυθμοῖς τὰς τῶν πεπτωκότων ὀδύρασθαι συμφοράς. διελεύσομαι γὰρ διὰ μέσου σου, φησὶν, ἐφορῶν ἤδη πως τὰς ἁμαρτίας, καὶ οὐ πόῤῥω καθεστηκὼς ἔτι τῶν ἀφόρητα δεδυσσεβηκότων. ἕως μὲν γὰρ οὔπω παιδεύει Θεὸς, δοκεῖ πως οὐδὲ ἐφεστάναι· τὰ δὲ ἐξ ὀργῆς ἐπάγων, μονονουχὶ καὶ πάρεστιν, καὶ ἐπιῤῥίπτει τὰς δίκας. οὕτω καὶ Σοδόμοις ἐπεφοίτησαν ἄγγελοι κατεμπρήσοντες τοὺς ἠσεβηκότας, ὡς ἐν τῷ μὴ κολάζειν ἀφεστηκότες. οὐκοῦν τὸ διελεύσομαι διὰ μέσου σου, σημαίνει τὴν ἐπίσκεψιν, καὶ τὸν τοῦ κολάζεσθαι δεῖν ἐφεστηκότα καιρόν. 9Οὐαὶ οἱ ἐπιθυμοῦντες τὴ
About this text
Cyril of Alexandria, Commentary on the Twelve Prophets (Greek). SERIES on this page: Hosea through Malachi CLOSEOUT.
English follows PG 71–72 Greek (CPG 5204). Hill FOTC / Holy Cross / modern English syncs were not used as wording. Twelve Prophets SERIES CLOSEOUT Hosea–Malachi.
Witnesses
- Copy-text PG 71–72 — Commentarius in XII Prophetas (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.