Commentary on the Twelve Prophets · §amos-t4-open

Twelve Prophets Amos Tomos 4 opening

Amos Tomos 4.

Amos Tomos 4: crushers of the poor; restoration oracles CLOSEOUT.

Greek

ΤΟΜΟΣ ΤΕΤΑΡΤΟΣ. 9Ἀκούσατε δὴ ταῦτα οἱ ἐκτρίβοντες εἰς τὸ πρωῒ πένητα καὶ καταδυναστεύοντες πτωχοὺς ἀπὸ τῆς γῆς, οἱ λέγοντες Πότε διελεύσεται ὁ μὴν καὶ ἀπεμπολήσομεν, καὶ τὰ σάββατα καὶ ἀνοίξομεν θησαυροὺς τοῦ ποιῆσαι μικρὸν μέτρον, καὶ τοῦ μεγαλῦναι στάθμια, καὶ ποιῆσαι ζυγὸν ἄδικον, τοῦ κτᾶσθαι ἐν ἀργυρίῳ πτωχοὺς, καὶ ταπεινὸν ἀντὶ ὑποδημάτων, καὶ ἀπὸ παντὸς γενήματος ἐμπορευσόμεθα;9 Ἤρετό τις τῶν Φαρισαίων ποτὲ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, ποίαν ἡγοῖτο πρώτην καὶ μεγάλην ἐντολὴν ἐν τῷ νόμῳ, ἀντήκουσε δὲ, ὅτι πρώτη μὲν ἐντολὴ τό "Ἀγαπήσεις "Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ "ὅλης τῆς ἰσχύος σου· δευτέρα δὲ καὶ ἐγγὺς τὸ Ἀγα- "πήσεις τὸν πλησίον σου ὡς ἑαυτόν." ἴδοι δ' ἄν τις 1.511 καὶ αὐτὸν τὸν θεσπέσιον Παῦλον μονονουχὶ τῆς ἀγάπης ἀπηρτηκότα πᾶν εἶδος ἀρετῆς, μείζονα δὲ αὐτὴν πίστεως τε καὶ ἐλπίδος εἰπεῖν θαῤῥήσαντα, διωμολογηκότα τε σαφῶς, ὡς οὐδὲν εἴη ὁ ταύτην οὐκ ἔχων, κἂν εἰ προθείη τοῖς δεο- μένοις τὰ ὑπάρχοντα, κἂν αὐτὸ τοῖς διώκουσι παραδῷ τὸ σῶμα ἵνα καυθῇ. οὐκοῦν πᾶν ὅσον ἐστὶν ἐν ἡμῖν μέγα τε καὶ ἀξιάκουστον, ἔσται δὴ πάντως ἐκ τῆς εἰς Θεόν τε καὶ ἀδελφοὺς ἀγάπης. εἰ δὲ δή τις ὅλως τῶν τῆς ἀγάπης ἔξω φέροιτο νόμων, καὶ ἀμέτοχος ὁρῷτο τῶν ἐξ αὐτῆς ἀνθῶν, αὐτὸς ἀχρεῖος ἔσται παντελῶς, καὶ παντὶ τρόπῳ φαυλότητος νοοῖτ' ἂν εἰκότως ἐνισχημένος, ὡς ὅπηπερ ἂν ἀνεπιτήδευτον εἴη τὸ ἀγαθὸν, ἐκεῖ δήπου πάντως ἀνθήσει τὸ πλημμελές. Ὅρα τοίνυν τοῦ παντὸς λόγου τὴν οἰκονομίαν. προαι- τιασάμενος γὰρ ἐπ' ἀθεότητι τὸν Ἐφραῒμ, ἤτοι τὸν Ἰσραὴλ, καὶ προσκυνητὴν δαμάλεων ἀποφήνας, καὶ τὴν εἰς τὸν ἕνα καὶ φύσει Θεὸν ἀγάπην οὐκ ἔχοντα, διάτοι τὸ προσκεῖσθαι φιλεῖν τοῖς ἔργοις τῶν ἰδίων χειρῶν, ἀνόσιον ὄντως προσ- αποδείκνυσι καὶ εἰς αὐτοὺς ἀδελφοὺς, καὶ τῆς εἰς τὸν πλησίον ἀγάπης ὁλοτρόπως ἠφειδηκότα. ποιεῖται δὲ γενικῶς, καὶ μάλα σαφῶς, τὸν ἔλεγχον, καὶ ὡς ἐν βραχέσι μὲν ἔτι, πλὴν ἀπαριθμεῖται τὰ ἐγκλήματα. ταύτῃτοί φησιν Ἀκούσατε ταῦτα οἱ ἐκτρίβοντες εἰς τὸ πρωῒ πένητα καὶ καταδυναστεύ- οντες πτωχοὺς ἀπὸ τῆς γῆς. ὅμοιον ὡς εἰ λέγοι Πρὸς ὑμᾶς ὁ λόγος, οἷς ἐσπούδασται λίαν τὸ οἱονείπως καὶ ἀπαλείφειν τῆς γῆς τὸν ἀσθενῆ καὶ πένητα καὶ καταδυναστεύειν εἰς τὸ πρωΐ. οἱ μὲν γὰρ τῆς κατὰ Θεὸν ἐπιεικείας ἐρασταὶ, διαυγα- ζούσης αὐτοῖς τῆς ἡμέρας ἀναφέρουσι τῷ Θεῷ τὰ χαριστήρια, προσκυνοῦσι, προσεύχονται, καὶ πρὸς πᾶν ὁτιοῦν τῶν ἐπαι- 1.512 νουμένων παρατρέπουσι τὰς σπουδάς· οἱ δὲ εἰς μόνον ὁρῶν- τες τὸ καταδυναστεύειν τινὰς, καὶ τοῦ χρῆναι πλεονεκτεῖν οὐδὲν εἶναι νομίζοντες τὸ ἰσοστατοῦν, ἔργον ποιοῦνται περι- σπούδαστον τὸ εὐθὺς ἀρχομένης ἠοῦς εὐνῆς ἀναθρώσκειν, καὶ πρὸς τὴν αὐτοῖς συνήθη βαδίζειν φαυλότητα, καὶ οὓς ἂν δύναιντο πλεονεκτεῖν, μόνον δὲ οὐχὶ καὶ ὑπερχομένην ὅλως αὐτοῖς τὴν νύκτα καὶ μέλλουσαν αἰτιώμενοι, ὅτι μὴ δίδωσι 202 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. καιρὸν αὐτοῖς τὸν ἀποχρώντως ἔχοντα πρὸς πλεο- νεξίαν. οὗτοί φασι Πότε διελεύσεται ὁ μὴν καὶ ἀπεμπο- λήσομεν; δεδανεικότων δὲ αὕτη καὶ ἐκβραχυπλούτων εὐχὴ, αἰσχρῶν καὶ ῥυποκονδύλων, οἳ τὸ τοῦ μηνὸς ἀεὶ διψῶσι πέρας, ἵνα καὶ σμικρὸν ἐπὶ σμικρῷ συλλέγοντες, ἁδροτέρας ποιοῖντο τὰς ἑαυτῶν ἐμπολὰς, καὶ τόκους ἐπὶ τόκοις ἀνοσίως ἐρανιζόμενοι καταθλίβουσι τοὺς ἀσθενεστέρους, καίτοι τοῦ νόμου λέγοντος ἐναργῶς "Ἐὰν δὲ ἀργύριον ἐκδανείσῃς τῷ "πλησίον, οὐκ ἔσῃ αὐτὸν κατεπείγων, οὐκ ἐπιθήσεις αὐτῷ "τόκον." ἀλλ' οἱ μέν φασι Πότε διελεύσεται ὁ μὴν καὶ ἐμπολήσομεν; οἱ δὲ ταῖς ἴσαις, ἢ καὶ ἔτι χείροσιν ἀῤῥωστίαις ἐνισχημένοι, καὶ λημμάτων αἰσχρῶν ἡττώμενοι, φασὶ πάλιν Πότε διελεύσεται τὰ σάββατα καὶ ἀνοίξομεν θησαυροὺς, τοῦ ποιῆσαι μικρὸν μέτρον καὶ τοῦ μεγαλῦναι στάθμια καὶ ποιῆσαι ζυγὸν ἄδικον; καὶ τί δὴ τοῦτό ἐστιν, ἢ ποίων σαββάτω

About this text

Cyril of Alexandria, Commentary on the Twelve Prophets (Greek). SERIES on this page: Hosea through Malachi CLOSEOUT.

English follows PG 71–72 Greek (CPG 5204). Hill FOTC / Holy Cross / modern English syncs were not used as wording. Twelve Prophets SERIES CLOSEOUT Hosea–Malachi.

Witnesses

  • Copy-text PG 71–72 — Commentarius in XII Prophetas (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.