Commentary on the Twelve Prophets · §habakkuk-t1-rem-mid

Habakkuk Tomos 1 rem mid

Rem mid: lemma continues; spiritual reading held with the letter.

Greek

οὐδαμόθεν παθεῖν ἠλπικόσιν ὁρῷτο συμβαίνοντα. τίς γὰρ ἂν ᾠήθη πώποτε τὸν ἠγαπημένον Ἰσραὴλ, τὸν πρωτότοκον ἐν τέκνοις, δι' ὃν ἀπόλωλεν Αἴ- γυπτος, ἔθνη τε μυρία πεπτώκασι, Χαναναίων καὶ Ἀμοῤ- ῥαίων, Εὐαίων καὶ Φερεζαίων καὶ Ἰεβουσαίων, καθικέσθαι πρὸς τοῦτο ταλαιπωρίας, ὡς ἅπασαν μὲν αὐτοῖς ἐξαναστῆναι τὴν χώραν, ἀκλεᾶ δὲ αὐτοὺς καὶ δύσοιστον ἀνατλῆναι δου- λείαν, ἐπ' ἀλλοδαπῆς ἀλητεύοντας μετὰ τὰς ἐκ τοῦ πολέμου 2.76 προσβολὰς, αἷς οὐκ ἀπόχρη πᾶς λόγος, εἰ δὴ βούλοιτό τις ἕκαστα διατρανοῦν; ἐμπρησμοί τε γὰρ γεγόνασι καὶ ἀνδρο- κτασίαι, καὶ γυναικῶν ἕλξεις, καὶ νηπίων εἰς γῆν προσ- ρήγματα, καὶ ᾗ φησὶν ὁ προφήτης Ἱερεμίας "Χεῖρες γυ- "ναικῶν οἰκτιρμόνων ἕψησαν τὰ παιδία ἑαυτῶν." πεπόρ- θηνται δὲ καὶ αὐτὰ τὰ ἅγια, καὶ τῶν εἰς λῆξιν κακῶν ἡκόντων τοῖς ἑλοῦσιν ἀνεπιτήδευτον ἦν οὐδέν. ἄπιστα δὴ οὖν καὶ οἷον ἀπίθανα πρὸς ἐξήγησιν δι' ὑπερβολὴν ὠμότη- τος τῆς τῶν δεδρακότων. ταύτῃτοί φησιν ἐν ταῖς ἡμέραις αὐτῶν ἔργον ἐργάσασθαι ὃ οὐ μὴ πιστεύσωσιν, εἰ δή τις αὐτοῖς ἐκδιηγεῖται τυχόν. εἰπὼν δὲ τὸ ἐν ταῖς ἡμέραις ὑμῶν, ἐφῆκε νοεῖν, ὡς οὐ μακρὸς μεταξὺ διϊππεύσει χρόνος· ἀλλ' οἷον ἀγχίθυρος καὶ εὐθὺς καὶ γείτων ὁ πόλεμος, καὶ οὐκ εἰς μακρὰν ἡ δίκη. 9∆ιότι ἰδοὺ ἐγὼ ἐξεγερῶ τοὺς Χαλδαίους τοὺς μαχητὰς τὸ ἔθνος τὸ ταχινὸν καὶ τὸ πικρὸν, τὸ πορευόμενον ἐπὶ τὰ πλάτη τῆς γῆς, τοῦ κατακληρονομῆσαι σκηνώματα οὐκ αὐτοῦ.9 Τί τὸ ἀπιστούμενον, εἰ δὴ λαλοῖτο διήγημα, δέδειχεν εὐθύς. ἠπείλησε γὰρ ἐπαφήσειν αὐτοῖς τοὺς Βαβυλωνίους, τὸ μάχιμόν τε καὶ ἀγριώτατον γένος, καὶ τοῖς τῶν θηρίων ἀνημέροις κατ' οὐδένα τρόπον εἰς ὠμότητα παραχωροῦν, καὶ ἐπ' ἀκράτοις ἀεὶ μανίαις κατεγνωσμένον· ταχινὸν δὲ ὠνό- μασεν, ἱππόται γὰρ ὡς ἐπίπαν· πικρὸν δὲ ὅτι δριμὺ καὶ παγχάλεπον καὶ οὐκ ἀπάνουργον εἰς τὰ τακτικὰ, στρατηγεῖν δὲ ἄριστα μεμελετηκός. ῥώμη δὲ φρονήσει συνθέουσα πρὸς 2.77 τὰς τοῦ πολέμου χρείας, ῥᾷστα ἂν οἶμαί που κατορθώσειε τὸ τοῖς πολεμοῦσι δοκοῦν, καὶ περιέσται ῥᾳδίως τῶν ἀντ- ανίστασθαι προτεθυμημένων. ἐπειδὴ δὲ ἐν ἔθει ἦν τοῖς Βαβυλωνίοις οὔτε οἴκοι μένειν ἀεὶ, οὔτε μήν σφισιν αὐτοῖς ἐπαμύνοντας τῶν ἐπιόντων αὐτοῖς ἀνακόπτειν ἐφόδους, κα- τευρύνεσθαι δὲ ὥσπερ τῆς γῆς ἁπάσης, καὶ καταδῃοῦν τὰς ἑτέρων, καὶ κλῆρον ἀεὶ ποιεῖσθαι φιλεῖν τὰ κατ' οὐδένα τρόπον αὐτοῖς ἁρμόττοντα, φησὶν ἀναγκαίως τὸ ἔθνος τὸ πορευόμενον ἐπὶ τὰ πλάτη τῆς γῆς τοῦ κατακληρονομῆσαι σκηνώματα οὐκ αὐτοῦ. φιλεῖ γὰρ, ὡς ἔφην, ταῖς τῶν ἄλλων χώραις ἐπιμαίνεσθαι, ἀεί τε τὴν ἑαυτοῦ κατευρύνειν ἀρχήν. Πεπόνθασι δέ τι τοιοῦτον κυριοκτονήσαντες οἱ Ἰουδαῖοι· καίτοι γὰρ ἐξὸν νέμεσθαι τὴν ἑαυτῶν ἀνειμένως, καταθλί- βοντος οὐδενὸς, δέδονται τοῖς κεκρατηκόσι, καὶ ὑπὸ δασμοὺς καὶ τέλη γεγόνασι, καὶ ὑπὸ σκῆπτρα τέθεινται τῶν ἀεὶ κατευρυνομένων καὶ νενικηκότων ἅπασαν τὴν ὑπ' οὐρανόν. ἀποσειόμενοι γὰρ αὐτοὶ τὸ ὑπὸ Χριστῷ βασιλεύεσθαι, διαῤ- ῥήδην ἔφασαν "Οὐκ ἔχομεν βασιλέα εἰ μὴ Καίσαρα." Ἰστέον δὲ ὅτι καὶ ἀνθρώπου ψυχὴ παρ' οὐδὲν τοὺς θείους εἰ ποιοῖτο νόμους, ὑπὸ τυράννοις πικροῖς ἔσται, τοῖς ἀκαθάρτοις δαίμοσι, καὶ δουλεύσει δυνάμεσι πονηραῖς, ἀεὶ διψώσαις κληρονομεῖν τὰ οὐκ αὐτῶν σκηνώματα· Θεοῦ γὰρ ὁ ἄν- θρωπος· κατοικεῖ γὰρ ἐν ἁγίοις, καὶ ταῖς τῶν ὁσίων ψυχαῖς ἐναυλίζεται. 9Φοβερὸς καὶ ἐπιφανής ἐστιν· ἐξ αὐτοῦ τὸ κρῖμα αὐτοῦ ἔσται, καὶ τὸ λῆμμα αὐτοῦ ἐξ αὐτοῦ ἐξελεύσεται.9 Μέτεισιν ὁ λόγος ἐπὶ τὸν τοῦ ἔθνους ἡγούμενον, τουτέστιν, 2.78 ἐπὶ τὸν τῶν Βαβυλωνίων τύραννον, τάχα που Ναβουχοδο- νόσορ, ὃς εἷλε τὴν Ἰουδαίαν, καὶ αὐτὸν δὲ τὸν θεῖον ναὸν κατεμπρήσας, αἰχμάλωτον ἀπεκόμισεν εἰς τὰ ἑαυτοῦ τὸν Ἰούδαν. αὐτὸν δὴ οὖν ἄρα φοβερὸν μὲν εἶναί φησι δι' ὠμό- τητα καὶ τὸ ἀκρατὲς εἰς ὀργὰς καὶ τὸ ἀτίθασον εἰς φρένα καὶ τὸ ἀπηχὲς εἰς δίκας, ἐπιφανῆ δὲ δὴ πάλιν, ὡς 315 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. φιλότιμον καὶ φιλόκομπον καὶ δόξης ἄπληστον ἐραστήν· ἀλαζόνες γὰρ ἀεί τε καὶ φιλοδοξότατοι λίαν οἱ τῆς Βαβυλῶνος βεβα- σιλευκότες. ἐπειδὴ δὲ τῆς εἰς πᾶν ὁτιοῦν βουλῆς, ναὶ μὴν καὶ ἐγχειρημάτων ἦρχον αὐτοὶ, τὸ δοκοῦν εὖ ἔχειν ἁπλῶς τοῖς ὑπὸ χεῖρα ἀποπεραίνεσθαι δεῖν προστάττοντες, διὰ τοῦτό φησιν Ἐξ αὐτοῦ τὸ κρῖμα αὐτοῦ ἔσται· τουτέστιν, αὐτοκε- λεύστοις ὁρμαῖς ἴεται πρὸς τὸ κινοῦν, καὶ ἐκ πολλῆς ἄγαν ὀφρύος οὐκ ἂν τῆς ἑτέρων γνώμης ἀνάσχοιτο, κἂν εἰ μή τι τῶν ἐνδεχομένων γενέσθαι προστάξειεν. ὑπέροπτα γὰρ τὰ Περσῶν βουλεύματα. ἐπειδὴ δὲ ἔθος ἦν πάλιν αὐτοῖς προ- καταμαντεύεσθαι τὰς μάχας, καὶ μάγῳ τέχνῃ προαναμανθά- νειν πειρᾶσθαι τὸ ὅποι ποτ' ἂν ἐκτελευτήσῃ τὸ ἐν χερσὶν, ἔφη πάλιν, ὅτι τὸ λῆμμα αὐτοῦ ἐξ αὐτοῦ ἐξελεύσεται. λῆμμα δὲ ὀνομάζει τὸ μάντευμα. οὐ γὰρ ἐξ ἑτέρων, φησὶν, ἐθνῶν ἢ χωρῶν μεταπέμψεται τοὺς εἰδότας τὴν μαντικήν· ἔχει δὲ μᾶλλον συμβιοτεύοντας, ψευδομένους μὲν ἀεὶ καὶ τῶν ἀλη- θῶν εἰδότας οὐδὲν, πλὴν ἀεί πως κατερεθίζοντας καὶ ὅτι νικήσει προαναφωνεῖν εἰωθότας. ἐσεμνύνετο δὲ καὶ λίαν ἐπὶ τούτῳ ἡ Βαβυλωνίων ἀρχή. καὶ γοῦν ὁ Βαλὰκ ὁ Μωαβιτῶν 2.79 βασιλεὺς, ὅτε τοὺς ἐξ Ἰσραὴλ καταρᾶσθαι ἐβουλεύετο, καὶ τῶν ἐσομένων τὴν γνῶσιν ἐζήτει, ἐκ τῆς Μεσοποταμίας μετάπεμπτον ἐποιεῖτο τὸν Βαλαάμ. ᾤετο γὰρ ὅτι δεινοί τε καὶ ἀκριβεῖς τῶν Βαβυλωνίων οἱ μάγοι, καὶ πρὸς τὸ πᾶν ὁτιοῦν δύνασθαι κατορθοῦν ἀλκιμώτατοι διά γε τῆς μάγου τέχνης. Ἐκδεξόμεθα δὲ καὶ ἑτέρως, εἰ δοκεῖ, τοῦ προκειμένου τὴν θεωρίαν. ὁρισάμενος γὰρ τὸν τῶν Βαβυλωνίων τύραν- νον, εἰρηκώς τε ὅτι φοβερὸς καὶ ἐπιφανής ἐστιν, ἐπήνεγκεν εὐθύς Ἐξ αὐτοῦ τὸ κρῖμα αὐτοῦ ἔσται καὶ τὸ λῆμμα αὐτοῦ ἐξ αὐτοῦ ἐξελεύσεται. καὶ δή τι τοιοῦτον ἔξεσται νοεῖν. ἐβου- λεύσατο μὲν γὰρ ὁ τῶν ὅλων δεσπότης Θεὸς, αἰσχρῶς τε καὶ φαύλως βιοῦν ᾑρημένον κολάσαι τὸν Ἰσραήλ. τοῦτο δὴ οὖν τὸ ἐπ' αὐτῷ κρῖμα παρ' αὐτοῦ γενήσεται, φησὶ, τοῦ Βαβυλωνίου. ὅμοιον ὡς εἰ λέγοι Σκεῦος ὀργῆς ἔσται τῆς ἐμῆς, καὶ δι' αὐτοῦ σε τιμωρήσομαι, καὶ τὸ λῆμμα δὲ τὸ ἐπὶ σοὶ, τουτέστιν ἣν ἂν ἀναλάβοιμι σκέψιν καὶ βούλησιν, ἐξ αὐτοῦ πάλιν ἐξελεύσεται, τουτέστι πραχθήσεται· πρὸς πέρας γὰρ οἴσει τὰ ἐξ ἐμῆς βουλῆς καὶ σκέψεως. 9Καὶ ἐξαλοῦνται ὑπὲρ παρδάλεις οἱ ἵπποι αὐτοῦ, καὶ ὀξύτεροι ὑπὲρ τοὺς λύκους τῆς Ἀραβίας· καὶ ἐξιππάσονται οἱ ἱππεῖς αὐτοῦ καὶ ὁρμήσουσι μακρόθεν, καὶ πετασθήσονται ὡς ἀετὸς πρόθυμος εἰς τὸ φαγεῖν.9 Καταπλήττει πάλιν αὐτοὺς ταῖς τῶν δειμάτων ὑπερβολαῖς, καὶ ὅτι δεινή τε καὶ ἄθραυστος ἡ τῶν πολεμίων πληθὺς, πειρᾶται διδάσκειν· συνελαύνει δὲ πρὸς μετάγνωσιν καὶ εἰς 2.80 τὸ χρῆναι μαθεῖν, ἅπερ ἦν ἄμεινον ὁρᾶσθαι κατωρθωκότας. ὅτι τοίνυν κουφότατοι μὲν εἰς δρόμους οἱ Βαβυλώνιοι, πάν- τολμοι δὲ καὶ θρασεῖς, καὶ θηρῶν ἀγρίων διενεγκόντες οὐδὲν, καὶ τῶν ἁλίσκεσθαι δυναμένων οἱονεὶ καθιπτάμενοι, παρεγγυᾷ πάλιν, παρδάλεσι μὲν παρεικάζων τοὺς ἵππους· πηδητικὴ δὲ λίαν ἡ πάρδαλις, καὶ πολὺ δὴ λίαν εὐπετὴς εἰς τὸ κατα- θρώσκειν δύνασθαι τῶν διωκομένων· λύκοις γεμὴν τοῖς ἐξ Ἀραβίας αὐτοὺς, οὓς δή φασι μάλιστα τῶν ἄλλων ἀγριω- τέρους, καὶ ὀξεῖ δρόμῳ διάττειν τὴν καθ' ὧν ἂν ἕλοιντο ποιουμένους ὁρμήν· καὶ οὐχὶ μόνοις τοῖς λύκοις φησὶ προσ- εοικέναι, ἀλλὰ γὰρ καὶ ἀετοῖς τοῖς νεκροῖς τῶν σωμάτων καταθέουσιν ἀμελλητὶ καὶ καθιπταμένοις, ὡς ἔφην. Εὐάλωτος δὲ καὶ ὁ τῶν Ἰουδαίων γέγονε νοῦς καὶ οἷον ἱππόκροτος ἤγουν εὐκατάτροχος ἡ καρδία, καὶ τοῖς πάθεσι τῆς σαρκὸς, καὶ αὐτοῖς δὲ τοῖς ἀκαθάρτοις πνεύμασι, καὶ πρός γε δὴ τούτοις ταῖς ἀλκιμωτάταις τῶν Ῥωμαίων προσ- βολαῖς. προσκεκρούκασι γὰρ τῷ λέγοντι "Καὶ ἐγὼ ἔσομαι "αὐτοῖς, λέγει Κύριος, τεῖχος πυρὸς κυκλόθεν, καὶ εἰς δόξαν "ἔσομαι ἐν μέσῳ αὐτῆς." εὐάλωτος δὲ οἶμαι πᾶς νοῦς καὶ εὐανάτρεπτος κομιδῇ τῆς ἄνωθεν εὐσθενείας τητώμενος· πᾶσα γὰρ ἡμῶν ἰσχὺς καὶ ἀσφάλ

About this text

Cyril of Alexandria, Commentary on the Twelve Prophets (Greek). SERIES on this page: Hosea through Malachi CLOSEOUT.

English follows PG 71–72 Greek (CPG 5204). Hill FOTC / Holy Cross / modern English syncs were not used as wording. Twelve Prophets SERIES CLOSEOUT Hosea–Malachi.

Witnesses

  • Copy-text PG 71–72 — Commentarius in XII Prophetas (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.