Haggai opening rem early
Rem early: Haggai opening; historia and theoria toward Christ.
Greek
λὴμ πεποιημένων τὴν κατάῤῥησιν παρά γε τοῖς 2.244 τὰ Περσῶν ἰθύνουσι κράτη. ∆αρείου γεμὴν ἔτος ἤδη τρί- βοντος ἐν τῇ βασιλείᾳ δεύτερον, εἶτα τῆς φιλεργίας αὐτοῖς ἀπαραπόδιστόν τε καὶ ἐλευθέραν ἀνέντος τὴν ἐξουσίαν, καὶ δρᾶν τὸ δοκοῦν ἐπιτεταχότος, καὶ ὁσίων ἔχεσθαι σπουδασμά- των, προσαπονείμαντος δὲ καὶ χρημάτων πόρους, εὐάφορμον μὲν οὐκ ἔτι τὸ ῥᾳθυμεῖν, ἀλλ' ἔξω παντὸς ἐφαίνετο λόγου, καὶ ἀπίθανον ἔχον κομιδῇ τὴν σκῆψιν. γίνεται τοίνυν ὁ λόγος ἐν χειρὶ Ἀγγαίου· τὸ δὲ ἐν χειρὶ νοήσεις, ἀντὶ τοῦ, διαχειρίζοντος, ἤγουν διακονουμένου τοῖς παρὰ Θεοῦ λόγοις, καὶ τὴν τῆς προφητείας λειτουργίαν ἐκπράττοντος. ἐπιση- μαίνεται δὲ χρησίμως καὶ αὐτοὺς τοὺς χρόνους, καθ' οὓς ὁ ∆αρεῖος τὰ τοιάδε προστέταχε, προαποτέμνων, ὡς ἔφην, τῶν ἐξ Ἰσραὴλ τὰς ἐπί γε τῷ ῥᾳθυμεῖν ἑλέσθαι πάλιν ἀσυνέτους εὑρεσιλογίας. 9Εἰπὸν δὴ πρὸς Ζοροβάβελ τὸν τοῦ Σαλαθιὴλ τὸν ἐκ φυλῆς Ἰούδα καὶ πρὸς Ἰησοῦν τὸν τοῦ Ἰωσεδὲκ τὸν ἱερέα τὸν μέγαν λέγων Τάδε λέγει Κύριος Παντοκράτωρ Ὁ λαὸς οὗτος λέγουσιν Οὐχ ἥκει ὁ καιρὸς τοῦ οἰκοδομῆσαι τὸν οἶκον Κυρίου.9 Σαλαθιὴλ γέγονεν Ἰεχονίου παῖς, ἐκ φυλῆς ὄντος καὶ αἵματος τοῦ ∆αυείδ. τούτου τοίνυν τὴν βασιλίδα διέποντος ἀρχὴν ἐν τοῖς Ἱεροσολύμοις ἐπὶ τὸν Ἰούδαν, πεπόρθηται μὲν ἡ πόλις, ἀπῴχετο δὲ καὶ πᾶς ὁ Ἰσραὴλ αἰχμάλωτος, κατεμπιπράντος τὸ τηνικάδε τοῦ Ναβουχοδονόσορ καὶ αὐτὸν τὸν θεῖον ναὸν, εἴληπτο δὲ καὶ αὐτὸς Ἰεχονίας, καὶ ὁμοῦ τοῖς ἄλλοις αἰχμάλωτος ἦν. γέγονε δὲ Σαλαθιὴλ υἱὸς Ζοροβάβελ. 2.245 τοιγάρτοι καὶ ὑπονοστήσαντος τοῦ Ἰσραὴλ ἐν τοῖς Ἱεροσο-λύμοις, ἅτε δὴ καὶ ἐξ αἵματος ὢν τῆς τὸ βασιλεύειν λαχούσης φυλῆς, βεβασίλευκεν ἐπὶ τὸν Ἰούδαν. Ἰησοῦς γεμὴν ἐκ φυλῆς τε καὶ αἵματος ὢν τοῦ Λευὶ, καὶ ὡς ἐκ ῥίζης τοῦ Ἀαρὼν, τὴν ἐξῃρημένην τῶν ἄλλων καὶ ἀπόλεκτον ἀνῆπτο τιμὴν, καὶ μέγας ἦν ἱερεύς. οὕτω γὰρ ὁ νόμος τὸν τῶν ἱερῶν ταγμάτων ἡγεῖσθαι λαχόντα κατωνόμαζε λέγων, μὴ δεῖν ἀνεῖσθαι φυγῆς τοὺς ἐν ταῖς πόλεσι τῶν φυγαδευτηρίων· ἀλλ' ἔνθαπερ ἂν εἶεν ἕκαστοι, μένειν αὐτοῦ, "ἕως οὗ ἀποθάνῃ "ὁ ἱερεὺς ὁ μέγας," τουτέστιν, ὁ ἀρχιερεύς. γέγονε τοίνυν ὁ λόγος πρὸς ἄμφω, τόν τε βασιλέα φημὶ καὶ τὸν τῶν ἱερῶν ταγμάτων προεστηκότα. αὐτοὺς γὰρ ἦν καὶ εἰκὸς τοῖς ἄλ- λοις ἅπασι περιαγγεῖλαι τὸ χρησμῳδούμενον. οὐκ ἠγνοηκόσι δὲ, οἶμαι, τὰς τῶν λαῶν σκήψεις, ἀπαγγεῖλαι προστέταχεν ὁ τῶν ὅλων Θεός· ἀλλ' οἷον ἐπιμειδιῶν ἀναπίπτουσιν οὐκ ἐν καιρῷ πρὸς τὸ ῥᾴθυμον, καὶ ὧν ἦν εἰκὸς ἐσπουδασμένην ποιεῖσθαι φροντίδα, τούτων αὐτῶν οὐ μετρίως ἠφειδηκόσιν. ἦν γὰρ ἄμεινον ἐννοεῖν ὡς, εἴπερ ἦν αὐτοῖς ἐν προὐργιαιτέρῳ λόγῳ τὰ τοῦ Θεοῦ, πάντως που καὶ τῇ παρ' αὐτοῦ φειδοῖ καὶ χάριτι πρὸς τὸ εὖ ἔχειν διακρατούμενοι, διήγαγον ἂν ἐν εὐημερίαις καὶ πλούτῳ, καὶ ἀμφιλαφῶς ἔχοντες τὰ ζωαρκῆ. οὐκοῦν οἱονεί πως 378 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. ἐπιμαρτύρεται διὰ τῆς τοῦ Προφήτου φωνῆς, ὡς ἀνοσίως ἠμεληκότα τὸν Ἰσραὴλ τῶν ὅτι μάλιστα χρησίμων αὐτῷ καὶ εἰς δόξαν ὁρώντων Θεοῦ. περιστέλ- λοντες γὰρ, καθάπερ οἴονται κατὰ σφᾶς αὐτοὺς, εὐπροσώποις εὑρεσιλογίαις τὰ ἐγκλήματα, οὔπω παρεῖναί φασι τὸν καιρὸν τοῦ ἀναδείμασθαι τὸν ναὸν Κυρίου· ἀλλ' ὅ γε τοῦ δρᾶν ἐθέλειν 2.246 ὀρθῶς ἀεὶ πάρεστι καιρὸς, καὶ τοῖς ἀγαθοῖς καὶ ἐπιεικέσι τὰ εἰς δόξαν Θεοῦ τελοῦντα πληροῦν, ἐν ἐξουσίᾳ διαπαντός. εἰ δὲ δὴ καὶ τὸ ἀπεῖργον καὶ ἀντιτετάχθαι δοκοῦν οἴχοιτό πως ἐκποδὼν, τότε δὴ παγχάλεπος ἀληθῶς ἡ ἀνάβλησις, καὶ ὄκνου λοιπὸν ἐγκλήματα καὶ τῆς εἰς ἄκρον ἀφιλεργίας, οἵπερ ἂν γένοιντο περὶ τούτου λόγοι. καὶ τοῦτο οἶμαί ἐστι τὸ διὰ φωνῆς τοῦ ∆αυείδ "Μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους "πονηρίας, τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις." 9Καὶ ἐγένετο λόγος Κυρίου ἐν χειρὶ Ἀγγαίου τοῦ Προφήτου λέγων Εἰ καιρὸς ὑμῖν μέν ἐστι, τοῦ οἰκεῖν ἐν οἴκοις ὑμῶν κοιλο- στάθμοις, ὁ δὲ οἶκος οὗτος ἐξηρήμωται.9 ∆εύτερος χρηματισμὸς παρὰ Θεοῦ πρὸς Ἀγγαῖον ἐλέγχῳ σαφεῖ κατακρίνων τὸν Ἰσραὴλ, καὶ τῆς τοῦ Θεοῦ δόξης ἐν ἀμείνοσι τιθέντα δεικνύων τὰ εἰς ἰδίαν ἀνάπαυλαν καὶ τρυ- φήν. ἆρα γὰρ, φησὶν, οὔπω μὲν ἐνέστηκεν ὁ καιρὸς τοῦ χρῆναι τιμᾶσθαι τὸν τῶν ὅλων Θεὸν ἐγηγερμένου τοῦ ναοῦ, ἥκει δὲ τὰ ὑμῶν εἰς τοῦτο πράγματα καιροῦ τε καὶ δόξης, ὡς ἐντρυφᾶν μὲν ἑστίαις πλουσίως κατεσκευασμέναις, καὶ κοιλοστάθμοις αὐλαῖς ἐναβρύνεσθαι; εἶτα ὑμῖν οὐ φορτικὸν καὶ δύσοιστον εἶναι δοκεῖ, περιυβρισμένον οὕτως ἀτίμως ὁρᾶν τὸν νεὼν, ἀνατετραμμένον τε καὶ ἐν ὄψει τῇ λίαν ἀκαλ- λεστάτῃ, καὶ μονονουχὶ κατακεκραγότα τῆς Βαβυλωνίων ἀνοσιότητος καὶ τῶν ἀρχαίων ἐκείνων ἐμπρησμῶν; καίτοι πῶς οὐκ ἄμεινον εὖ ἔχοντα βλέπειν καὶ ἐν ὄψει τῇ πρώτῃ; 2.247 μετὸν γὰρ οὕτω λοιπὸν καὶ καταθύειν Θεῷ, καὶ τὰς ὑπὲρ ὧν ἂν ἕλοισθε ποιεῖν λιτάς. κοιλοστάθμους δὲ οἴκους, φησὶν, ὧν ἂν αἱ φλιαὶ, ἤτοι τῶν θυρῶν οἱ σταθμοὶ, σιδήρῳ διακοι- λαίνοιντο, περιορυττόντων οἶμαί που τεκτόνων αὐτοὺς, καὶ τὰ ἀπό γε τῆς σφῶν εὐτεχνίας ἐγχαραττόντων δαιδάλματα. τρυφώντων δὲ ἤδη τὸ χρῆμα σημεῖον, καὶ πλούτῳ λοιπὸν ἐναβρυνομένων. τὸ γάρτοι χρείας ἐπέκεινα καὶ φιλότιμον οὕτω περὶ τὰς τῶν οἴκων κατασκευὰς, ἀπόδειξις ἂν γένοιτο, καὶ μάλα σαφὴς, τῆς τῶν χρημάτων ἀμφιλαφείας. Πάνδεινον οὖν ἀληθῶς, καὶ ἀπροφάσιστον ἔχον τὴν ἁμαρτίαν, εἰ ἐν δευτέροις ποιοίμεθα τὰ τοῦ Θεοῦ καὶ τῶν ἀνθρωπίνων ὕστερα. 9Καὶ νῦν τάδε λέγει Κύριος παντοκράτωρ Τάξατε δὴ τὰς καρδίας ὑμῶν εἰς τὰς ὁδοὺς ὑμῶν. ἐσπείρατε πολλὰ καὶ εἰσηνέγκατε ὀλίγα· ἐφάγετε καὶ οὐκ εἰς πλησμονήν· ἐπίετε καὶ οὐκ εἰς μέθην· περιεβάλεσθε καὶ οὐκ ἐθερμάνθητε ἐν αὐτοῖς· καὶ ὁ τοὺς μισθοὺς συνάγων συνήγαγεν εἰς δεσμὸν τετρυπημένον.9 Ἠφειδηκότες, ὡς ἔφην, τῶν προὐργιαιτέρων οἱ ἐξ Ἰσραὴλ, καὶ τῶν εἰς δόξαν Θεοῦ κατημεληκότες, ἐτράποντο μὲν εἰς φροντίδας τὰς ἐπί γε σφίσιν αὐτοῖς, οἴκους ἀνιστάντες πολυ- τελῶς κατεσκευασμένους· εἶτα λέγοντες ἀμαθῶς "Οὐχ ἥκει "ὁ καιρὸς τοῦ οἰκοδομῆσαι τὸν οἶκον Κυρίου." ἐπειδὴ γὰρ ἦν ἀναγκαῖον προσάγειν αὐτοὺς τὰ εἰς τὴν τοῦ θείου ναοῦ κατα- σκευὴν, εἶτα τοῦτο δρᾶν οὐκ ἤθελον, ταύτῃτοι χρημάτων ἔνδειαν προϊσχόμενοι, χρῆναι μὲν ἔφασκον προσυναγείρειν 2.248 αὐτοὺς, καὶ οἱονεὶ προαποτρίβεσθαι τὴν πτωχείαν, γηπονοῦν- τας τέως, ἤγουν ἐμπορευομένους, ἢ θρεμμάτων ἀγέλας συνα- γηγερκότας, ἤγουν ἕτερόν τι τῶν τοιούτων ἐπιτηδεύοντας. ἀλλ' ἦν ἄμεινον ἐπιθαρσῆσαι Θεῷ, τῷ καὶ ἐξ ἀμηχάνων εὑρίσκοντι μηχανὰς, καὶ πλουτίζειν ἰσχύοντι καὶ γηπονοῦντας εὐλογεῖν, καὶ τὰς τῶν ὁσίων πορισμῶν ἀνευρεύνοντα τρίβους. ἐπειδὴ δὲ τῶν εἰς εὐσέβειαν ἀμοιρήσαντες λογισμῶν, καὶ τῆς ἄνωθεν εὐμενείας ἀποπεπτώκασι, κατ' οὐδένα τρόπον πεπραχό- τες δεξιῶς, ταύτῃτοί φησιν ἀναγκαίως Τάξατε δὴ τὰς καρδίας ὑμῶν εἰς τὰς ὁδοὺς ὑμῶν. ὅμοιον ὡς εἰ λέγοι Κατανοήσατε λεπτῶς, ποίας ἐβαδίσατε τοῦ βίου τρίβους, ἢ τί τῶν εἰς φιλοκερδείαν 379 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. ἐπιτηδεύσαντες, ἐπράξατε κατ' εὐχήν. ἐσπεί- ρατε πολλὰ καὶ εἰσηνέγκατε ὀλίγα. ἀλλ' ἦν ἄμεινον, εὐλο- γοῦντος Θεοῦ σπείρειν μὲν ὀλίγα, συγκομίζεσθαι δὲ πολλά. ἐπειδὴ δὲ ἀπῆν ὅπερ ἦν ἀναγκ
About this text
Cyril of Alexandria, Commentary on the Twelve Prophets (Greek). SERIES on this page: Hosea through Malachi CLOSEOUT.
English follows PG 71–72 Greek (CPG 5204). Hill FOTC / Holy Cross / modern English syncs were not used as wording. Twelve Prophets SERIES CLOSEOUT Hosea–Malachi.
Witnesses
- Copy-text PG 71–72 — Commentarius in XII Prophetas (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.