Commentary on the Twelve Prophets · §hosea-t4-rem-early

Hosea Tomos 4 rem early

Rem early: Hosea Tomos 4 oracles toward Christ.

Greek

κατεμισθοῦτό ποτε τὸν Ῥαασὼν βασιλέα Συρίων καὶ πεπολέμηκε τῷ Ἰούδᾳ καὶ τοῖς ἐκ φυλῆς Βενιαμὶν, βασιλεύοντος Ἄχαζ τοῦ Ἰωάθαμ υἱοῦ, ὃς δεδιὼς τὴν ἔφοδον, πρεσβείαις καὶ χρήμασιν ἀναπείθει τὸν Ἀσσύριον Θεγλαφαλασὰρ ἐπαμύναι τοῖς Ἱεροσολύμοις· ὁ δὲ τὴν ∆αμασκὸν κατὰ κράτος ἑλὼν, ἐκ μέσου καὶ αὐτὸν ἐποίει τὸν Ῥαασών. ἀλλ' εἰ καὶ πεπόρευταί φησι πρὸς Ἀσσυρίους ὁ Ἐφραῒμ, καὶ χρήμασιν ἐξεπρίατο καὶ λιταῖς τῆς ἐφόδου τὴν ἀνάβλησιν· κἂν εἰ ἀπέστειλε πρέσβεις Ἰούδας πρὸς βασιλέα Ἰαρεὶμ, τουτέστιν ἔκδικον ἤτοι ἐκδικητήν· τοῦτο γὰρ τὸ Ἰαρεὶμ σημαίνει· ἀλλ' οὐ νενικήκασι τὴν θείαν ὀργὴν, οὔτε μὴν περιέσονται Θεοῦ τῆς οὕτω δεινῆς ἀπο- στασίας ἐξαιτοῦντος δίκας. οὐ γὰρ ἴσχυσέ φησιν, ὁ χρή- 1.133 μασιν ἀναπεπεισμένος ἠρεμῆσαι βραχὺ, ἀλλ' οὐδὲ ἕτερός τις τῶν μεμισθοφορηκότων ἰάσασθαι ὑμᾶς· πεπαύσεται δὲ οὐ- δαμῶς τῆς ὀδύνης τὸ κέντρον. Πάνδεινον οὖν ἄρα τὸ μὴ σώζεσθαι μᾶλλον ἐπιθυμεῖν διὰ τῆς ἄνωθεν ἡμερότητος, ἐπιθαῤῥῆσαι δὲ ταῖς ἐξ ἀνθρώπων ἐπικουρίαις· καίτοι βοῶντος τοῦ Πνεύματος διὰ μὲν φωνῆς τοῦ μακαρίου ∆αυείδ "Ἀγαθὸν πεποιθέναι ἐπὶ Κύριον ἢ "πεποιθέναι ἐπ' ἄνθρωπον. ἀγαθὸν ἐλπίζειν ἐπὶ Κύριον ἢ "ἐλπίζειν ἐπ' ἄρχοντας·" διὰ δὲ τοῦ προφήτου πάλιν Ἱερε- μίου "Ἐπικατάρατος ὁ ἄνθρωπος ὃς τὴν ἐλπίδα ἔχει ἐπ' "ἄνθρωπον, καὶ στηρίσει σάρκα βραχίονος αὐτοῦ, καὶ ἀπὸ "Κυρίου ἀποστῇ ἡ καρδία αὐτοῦ, καὶ ἔσται ὡς ἡ ἀγριο- "μυρίκη ἡ ἐν τῇ ἐρήμῳ, ἣ οὐκ ὄψεται ὅταν ἔλθῃ τὰ ἀγαθά. "καὶ εὐλογημένος ὁ ἄνθρωπος ὃς πέποιθεν ἐπὶ τῷ Κυρίῳ, "καὶ ἔσται Κύριος ἐλπὶς αὐτοῦ· καὶ ἔσται ὡς ξύλον εὐθη- "νοῦν παρ' ὕδατι, καὶ ἐπὶ ἰκμάδα βαλεῖ ῥίζας αὐτοῦ, καὶ οὐ "μὴ φοβηθήσεται ὅταν ἔλθῃ καῦμα, καὶ ἔσται ἐπ' αὐτῷ "στελέχη ἀλσώδη, ἐν ἐνιαυτῷ ἀβροχίας οὐ φοβηθήσεται, "καὶ οὐ διαλείψει ποιοῦν καρπόν." ἄμεινον οὖν ἄρα προσ- οικειοῦσθαι Θεῷ, καὶ τὸ σοφὸν ἐκεῖνο λέγειν ἐξ ἀγαθῆς διανοίας· "Σός εἰμι ἐγὼ, σῶσόν με, ὅτι τὰ δικαιώματά σου "ἐξεζήτησα." 9∆ιότι ἐγώ εἰμι ὡς πάνθηρ τῷ Ἐφραῒμ, καὶ ὡς λέων τῷ οἴκῳ Ἰούδα· καὶ ἐγὼ ἁρπῶμαι καὶ πορεύσομαι καὶ λήψομαι, καὶ οὐκ ἔσται ὁ ἐξαιρούμενος. πορεύσομαι καὶ ἐπιστρέψω εἰς τὸν τόπον μου, ἕως οὗ ἀφανισθῶσιν.9 Ἐναργῆ καθίστησι τὴν αἰτίαν δι' ἣν ὤνησαν μὲν οὐδὲν 1.134 οἱ τῷ Ἐφραῒμ ἐπαμύνοντες, οὐ διαπεπαύσεται δὲ τὰ τῆς ὀδύνης αὐτοῖς. ἐγὼ γάρ εἰμι φησὶν ὡς πάνθηρ τῷ Ἐφραῒμ καὶ ὡς λέων τῷ οἴκῳ Ἰούδα. πρόδηλον οὖν ὅτι, Θεοῦ παρα- λύοντος, ὁ σώσων οὐδείς· "Τὴν γὰρ χεῖρα τὴν ὑψηλὴν τίς "ἀποστρέψει;" κατὰ τὸ γεγραμμένον. ὅτι δὲ καὶ ἡμερό- τητος ἁπάσης ἐξῃρημένης, τὰ ἐπ' αὐτοῖς γενέσθαι συμβέ- βηκεν, ὑπέφηνεν αἰνιγματωδῶς, τοῖς ὅτι μάλιστα δεινοῖς 56 Επιτρέπεται η ελεύθερη

About this text

Cyril of Alexandria, Commentary on the Twelve Prophets (Greek). SERIES on this page: Hosea through Malachi CLOSEOUT.

English follows PG 71–72 Greek (CPG 5204). Hill FOTC / Holy Cross / modern English syncs were not used as wording. Twelve Prophets SERIES CLOSEOUT Hosea–Malachi.

Witnesses

  • Copy-text PG 71–72 — Commentarius in XII Prophetas (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.