Commentary on the Twelve Prophets · §hosea-t6-open

Twelve Prophets Hosea Tomos 6 opening

Hosea Tomos 6.

Hosea Tomos 6 oracles toward the mystery of Christ.

Greek

ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ ΤΟΜΟΣ ΕΚΤΟΣ. 9Σπείρατε ἑαυτοῖς εἰς δικαιοσύνην, τρυγήσατε εἰς καρπὸν ζωῆς, φωτίσατε ἑαυτοῖς φῶς γνώσεως, ζητήσατε τὸν Κύριον ἕως οὗ ἔλθῃ γεννήματα δικαιοσύνης ὑμῖν.9 ∆ιττὸς ἀείπως ἐστὶν ὁ τῆς παραινέσεως τρόπος. ἢ γὰρ ἐξηγούμενοι τὴν τοῖς ἐθέλουσι ῥᾳθυμεῖν ἐπικεισομένην κό- λασιν μετασοβεῖν εἰθίσμεθα καὶ μάλα γοργῶς ἐπὶ τὸ βιοῦν ἑλέσθαι λαμπρῶς· ἢ τὰς τοῖς ἐπιεικέσιν ηὐτρεπισμένας τιμὰς ἀπαγγέλλοντες προθυμοτέρους ἀποτελοῦμεν τοὺς παι- δευομένους ἐπὶ τὸ δεῖν ἰέναι λοιπὸν πρὸς τὴν ἀμείνω τε καὶ ἐννομωτάτην ζωήν. τοιοῦτόν τι καὶ νῦν ὁ τῶν ὅλων Θεὸς ἐργάζεται. ἠπείλησε μὲν γὰρ τοῖς πεπλανημένοις τοὺς πολέ- μους, τὰς 91 Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. συμφορὰς, τὴν εἰς ἀλλοφύλους ἀπαγωγὴν, τοὺς τῶν πόλεων ἐμπρησμοὺς, τῶν μαχομένων τὴν ἀγριότητα. πλὴν οὐ μέχρι τούτων τὸν τῆς παραινέσεως ἵστησι λόγον, ἀλλ' ἰδοὺ δὴ πάλιν, καὶ καθ' ἕτερον αὐτοὺς ὀνίνησι τρόπον, καὶ δὴ, μεθέντας τὸ ἄχρηστον καὶ ἁπάσης αὐτοῖς ταλαιπω- ρίας πρόξενον, τὸ ὅτι μάλιστα πεφυκὸς ὠφελεῖν ἀνθελέσθαι κελεύει, γηπόνοις ἐν ἴσῳ, σπείροντας μὲν εἰς δικαιοσύνην, τρυγῶντας δὲ καὶ εἰς καρπὸν ζωῆς. ὡς γὰρ ὁ μακάριος γράφει Παῦλος "Ὃ ἂν σπείρῃ ἄνθρωπος, τοῦτο καὶ θερί- "σει." καὶ "Ὁ μὲν σπείρων φαῦλα, θερίσει κακὰ," κατὰ τὸ 1.220 γεγραμμένον· ὁ δὲ τῆς δικαιοσύνης ἐργάτης, σωτηρίας ἔσται καὶ ζωῆς ἔμπλεως, λαμπρὸς καὶ ἀξιοζήλωτος, καὶ οἶνον ἀπο- τρυγήσει "τὸν εὐφραίνοντα καρδίαν ἀνθρώπου." δεῖ δὲ πρὸς τούτῳ τοὺς ἐθέλοντας εὐδοκιμεῖν, εἰς νοῦν καὶ καρδίαν τὸ τῆς ἀληθοῦς γνώσεως εἰσοικίζεσθαι φῶς, οὐκ ἐχόντων αὐτὸ τῶν προσκυνούντων "τῇ κτίσει παρὰ τὸν κτίσαντα." πῶς δ' ἂν γένοιτο καλῶς τὸ δύνασθαι σπείρειν εἰς δικαιοσύνην, καὶ μὴν καὶ ἀποτρυγᾶν εἰς καρπὸν ζωῆς, καὶ τὸ λαμπρὸν τῆς γνώσεως εἰσδέχεσθαι φῶς, αὐτὸς ὑπέδειξε προστιθείς Ζητή- σατε τὸν Κύριον ἕως οὗ ἔλθῃ γεννήματα δικαιοσύνης ὑμῖν. ζητοῖτο δ' ἂν πρὸς ἡμῶν Θεὸς, οὐχὶ τοπικῶς· τοῦτο γὰρ εὔηθες, ἐπεὶ μὴ ἐν τόπῳ τὸ θεῖον· ἀλλ' ὡς ἐν διαθέσει ψυχῆς, καὶ νοῦ προθυμίαις εἰς πᾶν ὁτιοῦν τῶν ἀρεσκόντων αὐτῷ διανενευκότος, καὶ εἰς εἴδησιν βλέποντος ὀρθὴν καὶ ἀπεξεσμένην, καὶ οὐδαμ

About this text

Cyril of Alexandria, Commentary on the Twelve Prophets (Greek). SERIES on this page: Hosea through Malachi CLOSEOUT.

English follows PG 71–72 Greek (CPG 5204). Hill FOTC / Holy Cross / modern English syncs were not used as wording. Twelve Prophets SERIES CLOSEOUT Hosea–Malachi.

Witnesses

  • Copy-text PG 71–72 — Commentarius in XII Prophetas (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.