Commentary on the Twelve Prophets · §malachi-t1-open

Twelve Prophets Malachi Tomos 1 opening

Malachi Tomos 1.

Malachi Tomos 1: love for Jacob; pure offering among the nations.

Greek

ΤΟΜΟΣ ΠΡΩΤΟΣ. ΚΑΙ περὶ τῆς τοῦ Μαλαχίου προφητείας ὀλίγα προειπεῖν ἀναγκαῖον, διὰ τὸ τῶν ἐντευξομένων εὐμαθὲς, καὶ ὅπως ἂν εἰδεῖεν ἕκαστα τῶν παρ' αὐτῷ κειμένων. Πεπερασμένων τοιγαροῦν τῶν τῆς αἰχμαλωσίας καιρῶν, ἀνεκομίζετο μὲν ἐκ τῆς Βαβυλῶνος εἰς τὴν Ἰουδαίαν ὁ Ἰσραὴλ, καὶ εἰς τὴν ἁγίαν αὖθις ἀφίκετο πόλιν, τὸν τῆς δουλείας ζυγὸν ἀποφορτισάμενος· καὶ δὴ καὶ ὁ θεῖος ἐγή- γερτο ναὸς, ἐφεστηκότων τοῖς ἔργοις Ζοροβάβελ τε τοῦ Σαλαθιὴλ, ὃς ἦν ἐκ φυλῆς Ἰούδα, καὶ Ἰησοῦ τοῦ Ἰωσεδὲτοῦ ἱερέως τοῦ μεγάλου. προεφήτευον δὲ κατ' ἐκεῖνο τοῦ καιροῦ τοῖς ἐκ τῆς αἰχμαλωσίας λελυτρωμένοις Ἀγγαῖός τε καὶ Ζαχαρίας, Ἕσδρα τε καὶ Νεεμίου συνόντων αὐτοῖς τῶν ἱερουργῶν. σύγχρονος δὲ τοῖς μνημονευθεῖσιν ἁγίοις προφή- ταις, ἢ ὀλίγῳ καὶ βραχὺ μετ' ἐκείνους καὶ ὁ θεσπέσιος γέγονε 2.546 Μαλαχίας, ὃς δὴ καλεῖται καὶ Ἄγγελος, διερμηνεύεται γὰρ ὧδε Μαλαχίας. Οὐ παραδεκτέον δὲ τούς τινων περὶ αὐτοῦ λόγους, οἳ μάτην ἐῤῥαψῳδήκασιν, ἄγγελον μὲν τὴν φύσιν οἰόμενοί τε καὶ λέγοντες, σεσωματῶσθαι γεμὴν κατὰ Θεοῦ βούλησιν καὶ ἐν προφήτου τάξει γενέσθαι τοῖς ἐξ Ἰσραήλ. εἴρηται γὰρ ἄγγελος, ὡς ἔφην, μάλιστα μὲν καὶ τοῦ ὀνόματος ταύτην ἔχοντος ἐφ' ἑαυτῷ τὴν ἑρμηνείαν· εἶτα ὅτι τοὺς ἄνωθεν καὶ παρὰ Θεοῦ λόγους ἀπαγγέλλων τοῖς ἐξ Ἰσραὴλ καλοῖτ' ἂν οὐκ ἀπιθάνως καὶ ἄγγελος. καὶ γοῦν αὐτὸς ὁ Προφήτης Μαλαχίας ἐν τοῖς ἐφεξῆς περὶ παντὸς ἱερέως φησίν "Ὅτι "χείλη ἱερέως φυλάξεται γνῶσιν καὶ νόμον ἐκζητήσουσιν "ἐκ στόματος αὐτοῦ, διότι ἄγγελος Κυρίου παντοκράτορός "ἐστι." περὶ δέ γε τοῦ Ἐμμανουὴλ ὁ προφήτης Ἡσαΐας "Καὶ θελήσουσι, φησὶν, εἰ ἐγενήθησαν πυρίκαυστοι, ὅτι παι- "δίον ἐγεννήθη, υἱὸς καὶ ἐδόθη ἡμῖν, καὶ καλεῖται τὸ ὄνομα "αὐτοῦ Μεγάλης βουλῆς ἄγγελος." ὁρᾷς ὅτι τὸ ἀπαγγέλ- λειν ἑτέροις τὴν τῆς ἀνωτάτω φύσεως βούλησιν ὀνομάζεσθαι καὶ ἀγγέλους παρεσκεύασέ τινας, καίτοι κατὰ φύσιν οὐκ ὄντας ἀγγέλους; ἄνθρωποι μὲν γὰρ οἱ τὸν θεῖον ἡμῖν διερ- μηνεύοντες νόμον, τουτέστιν οἱ ἱερεῖς· Θεὸς δὲ καὶ ἐκ Θεοῦ κατὰ φύσιν ὁ Υἱός. Ἄνθρωπος δὴ οὖν καθ' ἡμᾶς ὁ Προφήτης Μαλαχίας· σύμπας δὲ ὥσπερ αὐτῷ τῆς προφητείας ὁ σκοπὸς εἰς δύο ταῦτα συντείνεται. ἐγηγερμένου γὰρ τοῦ θείου ναοῦ, καιροῦ καλοῦντος εἰς ἱερουργίαν τοὺς προεστηκότας λαῶν, ἤτοι τοὺς ἐξ αἵματος τοῦ Λευὶ, ἐφιέντος δὲ ὥσπερ καὶ αὐτοῖς τοῖς ἐξ Ἰσραὴλ πληροῦν, εἰ βούλοιντο, τὰς κατὰ νόμον εὐχὰς, ἐκέχρηντο μὲν ταῖς διὰ Μωυσέως ἐντολαῖς, οὐ μὴν ἀμω- 2.547 μήτως καὶ ἐπιεικῶς. προσεκόμιζον μὲν γὰρ εἰς θυσίαν οἱ λαοὶ τὰ συνήθη, πλὴν οὐ σφόδρα πεφροντισμένως, ὀκνηρῶς δὲ μᾶλλον καὶ κατημελημένως. τὰ γὰρ αἰσχίονα τῶν ἐν ποιμνίοις, ἄῤῥωστά τε καὶ ἀδόκιμα προσῆγον τῷ θυσια- στηρίῳ. προσεδέχοντο δὲ οἱ ἱερεῖς, μηκέτι μωμοσκοποῦντες κατὰ τὸν νόμον, μὴ χωλὸν ἢ ὠτότμητον ἢ κολοβόῤῥινον ἢ κολοβόκερκον ἢ ψωραγριῶν ἢ λειχῆνας ἔχον ἢ μονόρχες εἴη τὸ προσαχθέν. ἀπόβλητα γὰρ ὁ νόμος ἐποίει ταυτί· ὕβρις δὲ ἦν τὸ χρῆμα, καὶ ἕτερον οὐδέν. κατημέλουν δὲ καὶ ἑτέρως οἱ ἱερεῖς καὶ τοῖς ὑπὸ χεῖρα λαοῖς, οὐχὶ τὰ ἐκ νόμων ὀρθῶς εἰσηγούμενοι, καὶ παιδαγωγοῦντες ἀστείως εἰς τὸ τῷ Θεῷ δοκοῦν, ἀλλ' εἰς ἐκτόπους ἐξιτηλίας ἀπονεύειν ἐῶντες, καὶ τῆς εὐθείας ἔξω φέρεσθαι τρίβου. καὶ εἷς μὲν οὗτος τῆς ἐπι- πλήξεως τρόπος· ἕτερος δὲ πρὸς τούτῳ τοῖς ἐξ Ἰσραὴλ, ἐπ' αἰτίαις τοιαύταις. οἱ μὲν γὰρ ἐῤῥῶσθαι φράσαντες ταῖς εἰς γυναῖκας φιλοστοργίαις, εἶτα βιβλίον ἀποστασίου ῥιπτοῦντες αὐταῖς, καὶ ἐπ' οὐδενὶ τῶν ἀτόπων ἔσθ' ὅτε κατεγνωσμέναις, συνεπλέκοντο μὲν ἑτέραις, ᾤοντο δὲ, ὅτι κατ' οὐδένα τρόπον λυποῦσι Θεὸν, κἂν εἰ ἕλοιντο τοῦτο δρᾶν. ἕτεροι δὲ αὖ ταῖς τῶν ἀλλοφύλων ἐπεμαίνοντο θυγατράσι, καίτοι διακεκρα- γότος τοῦ νόμου σαφῶς "Τὴν θυγατέρα σου οὐ δώσεις τῷ "υἱῷ αὐτοῦ καὶ τὴν θυγάτερα αὐτοῦ οὐ λήψῃ τῷ υἱῷ σου· "ἀποστήσει γὰρ τὸν υἱόν σου ἀπ' ἐμοῦ, καὶ πορευθεὶς λα- "τρεύσει θεοῖς 493 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χ

About this text

Cyril of Alexandria, Commentary on the Twelve Prophets (Greek). SERIES on this page: Hosea through Malachi CLOSEOUT.

English follows PG 71–72 Greek (CPG 5204). Hill FOTC / Holy Cross / modern English syncs were not used as wording. Twelve Prophets SERIES CLOSEOUT Hosea–Malachi.

Witnesses

  • Copy-text PG 71–72 — Commentarius in XII Prophetas (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.