Commentary on the Twelve Prophets · §malachi-t2-rem-early

Malachi Tomos 2 rem early

Rem early: Malachi Tomos 2; historia and theoria toward Christ.

Greek

̔ρημένους ὡς ἀρέσκει Θεῷ. 9Ἰδοὺ ἐγὼ ἐξαποστέλλω ἄγγελόν μου, καὶ ἐπιβλέψεται ὁδὸν πρὸ προσώπου μου, καὶ ἐξαίφνης ἥξει εἰς τὸν ναὸν αὐτοῦ Κύριος ὃν ὑμεῖς ζητεῖτε, καὶ ὁ ἄγγελος τῆς διαθήκης ὃν ὑμεῖς θέλετε.9 Φασκόντων ἐκείνων Ποῦ ἐστιν ὁ Θεὸς τῆς δικαιοσύνης, εὐαφόρμως λίαν ἐπὶ τὸ Χριστοῦ μυστήριον ὁ τῆς προκει- 2.595 μένης ἡμῖν προφητείας μεταπεφοίτηκε λόγος. γέγονε γὰρ ἡμῖν παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Ἐμμανουὴλ "δικαιοσύνη "τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις," καὶ ῥύπου παντὸς ἀποκάθαρσις, καὶ ἁμαρτιῶν ἀπόθεσις, καὶ τῶν αἰσχιόνων ἀποβολὴ, καὶ ὁδὸς εἰς τὰ ἀμείνω καὶ πρεπωδέστερα, καὶ θύρα τις ὥσπερ καὶ ἀπαγωγὴ πρὸς ζωὴν αἰώνιον, πᾶσά τε δι' αὐτοῦ γέγονεν ἐπανόρθωσις, καὶ πλεονεξίας ἀνατροπὴ καὶ δικαιοσύνης εὕρεσις· καὶ τί γὰρ οὐχὶ τῶν τεθαυμασμένων δι' αὐτοῦ πεπλουτήκαμεν; ἰδοὺ τοίνυν φησὶν ἀποστελῶ τὸν ἄγ- γελόν μου καὶ ἐπιβλέψεται ὁδὸν πρὸ προσώπου μου. ἔοικε δὲ διὰ τούτων τῆς τοῦ ἁγίου Βαπτιστοῦ λειτουργίας ποιεῖσθαι προαναφώνησιν. ἔφη γάρ που καὶ αὐτὸς ὁ Χριστός "Οὗτός "ἐστι περὶ οὗ γέγραπται Ἰδοὺ ἐγὼ ἀποστελῶ τὸν ἄγγελόν "μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου "ἔμπροσθέν σου." οὕτως ἡμῖν αὐτὸν καὶ ὁ θεσπέσιος Ἡσαΐας ἐσήμηνε λέγων "Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ "̔Ετοιμάσατε τὴν ὁδὸν Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους "τοῦ Θεοῦ ἡμῶν." οὗ δὴ γεγονότος, φησὶ, καὶ προδεδραμη- κότος βραχὺ τοῦ ἀγγέλλειν τὰ τοιάδε προστεταγμένου, Ἐξαίφνης ἥξει φησὶν εἰς τὸν ναὸν αὐτοῦ Κύριος ὃν ὑμεῖς ζητεῖτε καὶ ὁ ἄγγελος τῆς διαθήκης ὃν ὑμεῖς θέλετε· διϊσχυρίζεται δὲ καὶ ὁ μακάριος Ἰωάννης, λέγων τοῖς ἐρχομένοις ἐπὶ τὸ τῆς μετανοίας βάπτισμα "Ἐγὼ βαπτίζω ὑμᾶς ἐν ὕδατι, ἔρχεται "δὲ ὀπίσω μου ἀνὴρ οὗ οὐκ εἰμὶ ἱκανὸς ἵνα κύψας λύσω "τὸν ἱμάντα τοῦ ὑποδήματος αὐτοῦ· ἐκεῖνος ὑμᾶς βαπτίσει "ἐν Πνεύματι Ἁγίῳ καὶ πυρί." συνίης οὖν, ὅπως κατόπιν εὐθὺς καὶ μονονουχὶ κατὰ πόδας τοῦ προαγγέλλοντος ἐβά- διζεν ὁ Χριστὸς, ἑαυτὸν ἐμφανῆ καθιστὰς τοῖς ἀνὰ πᾶσαν τὴν Ἰουδαίαν, καὶ οἷον ἐξαίφνης καὶ ἀδοκήτως ἐπιφαινόμενος. 2.596 ἄγγελον γεμὴν ὠνομᾶσθαί φαμεν τὸν θεσπέσιον Βαπτιστὴν, οὐ διά γε τὴν φύσιν· γεγέννητο γὰρ ἐκ γυναικὸς, καὶ ἦν ἄνθρωπος καθ' ἡμᾶς· ἀλλ' ὅτι τὴν τοῦ τὰ τοιάδε διακηρύτ- τειν καὶ ἀπαγγέλλειν ἡμῖν ἐγκεχείρισται λειτουργίαν. οὐκοῦν ἀπὸ τοῦ πράγματος ἡ κλῆσις, καὶ οὐκ οὐσίας ἄγγελου ἔσται σημαντική. Ἥξειν γεμὴν αὐτὸν εἰς τὸν ναὸν αὐτοῦ φησιν, ἢ ὅτι γέγονε σὰρξ ὁ Λόγος, καὶ κατῴκησε, καθάπερ ἐν ναῷ, τῷ ἐκ τῆς ἁγίας παρθένου πανάγνῳ σώματι· ἤγουν ἀνθρώπῳ τελείῳ, τῷ ἐκ ψυχῆς λέγω καὶ σώματος, ἀμέσως τε καὶ οἰκονομικῶς ἡνῶσθαι πεπιστευμένῳ. ἢ ναὸν ἁπλῶς ὀνομάζει τὴν οἷον ἱερὰν καὶ ἀνακειμένην αὐτῷ πόλιν, δῆλον δὲ ὅτι τὴν Ἱερου- 512 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. σαλήμ· ἤγουν ὡς ἐν τύπῳ τῷ πρὸς ἐκείνην τὴν Ἐκκλησίαν. ἐποιεῖτο δὲ τῆς ἑαυτοῦ παρουσίας τὴν ἀνάῤῥησιν πολυτρόπως τερατουργῶν, "κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας, καὶ "θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐν τῷ λαῷ," καθὰ γέγραπται. ἥξει τοίνυν φησὶν ὁ Κύριος ὃν ὑμεῖς ζητεῖτε, λέγοντες ἐκ μικροψυχίας "Ποῦ ἐστιν ὁ Θεὸς τῆς δικαιο- "σύνης;" ἥξει δὲ διδάσκων τὰ ὑπὲρ νόμον καὶ τὰ ἐπέκεινα σκιᾶς καὶ τύπων. ἔσται γὰρ διαθήκης ἄγγελος τῆς πάλαι προηγγελμένης διὰ φωνῆς τοῦ Θεοῦ καὶ Πατρός. ἔφη γάρ που πρὸς τὸν ἱεροφάντην Μωυσέα "Προφήτην αὐτοῖς ἀνα- "στήσω ἐκ τῶν ἀδελφῶν αὐτῶν ὥσπερ σὲ, καὶ θήσω τοὺς "λόγους μου εἰς τὸ στόμα αὐτοῦ, καὶ λαλήσει αὐτοῖς κατὰ "πάντα ὅσα ἂν ἐντείλωμαι αὐτῷ." ὅτι δὲ καινῆς διαθήκης ἄγ- γελος ἦν ὁ Χριστὸς, σαφηνιεῖ λέγων καὶ ὁ μακάριος Ἡσαΐας περὶ αὐτοῦ "Ὅτι πᾶσαν στολὴν ἐπισυνηγμενην δόλῳ καὶ "ἱμάτιον μετὰ καταλλαγῆς ἀποτίσουσι, καὶ θελήσουσιν εἰ "ἐγενήθησαν πυρίκαυστοι. ὅτι παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς "καὶ ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ, καὶ καλεῖται 2.597 "τὸ ὄνομα αὐτοῦ Μεγάλης βουλῆς ἄγγελος," δῆλον δὲ ὅτι τῆς τοῦ Θεοῦ καὶ Πατρός. τοιγάρτοι καὶ ἔφασκεν "Ἀπ' "ἐμαυτοῦ οὐ λαλῶ, ἀλλ' ὁ πέμψας με Πατὴρ, αὐτός μοι "ἐντολὴν ἔδωκε τί εἴπω, καὶ τί λαλήσω." οὐ γὰρ ἦν ἀνθρώπινος τοῦ Σωτῆρος ὁ λόγος, ἀλλ' ὡς ἐκ Θεοῦ καὶ Πατρὸς δι' Υἱοῦ τοῦ κατὰ φύσιν γέγονε πρὸς ἡμᾶς· Λόγος γάρ ἐστι τοῦ γεγεννηκότος αὐτόν· καὶ πιστώσεται λέγων διὰ φωνῆς τοῦ ∆αυείδ "Ἐξηρεύξατο ἡ καρδία μου λόγον "ἀγαθόν." 9Ἰδοὺ ἔρχεται, λέγει Κύριος Παντοκράτωρ, καὶ τίς ὑπομενεῖ ἡμέραν εἰσόδου αὐτοῦ; ἢ τίς ὑποστήσεται ἐν τῇ ὀπτασίᾳ αὐτοῦ;9 Ὅμοιον τούτῳ καὶ μάλα προσεοικὸς τὸ διὰ φωνῆς Ἡσαΐου "̓Ισχύσατε χεῖρες ἀνειμέναι καὶ γόνατα παραλελυμένα, "παρακαλέσατε οἱ ὀλιγόψυχοι τῇ διανοίᾳ, ἰσχύσατε, μὴ "φοβεῖσθε· ἰδοὺ Κύριος μετὰ ἰσχύος ἔρχεται, καὶ ὁ βρα- "χίων μετὰ κυρείας." ὡς γὰρ αὐτὸν δὴ μάλα παρεσόμενον, μᾶλλον δὲ καὶ ἤδη παρόντα καταδεικνὺς, ἀποφαίνεται σαφῶς, ὅτι καὶ ὁ τῆς ἐπιδημίας αὐτοῦ τῆς ἐν τῷδε τῷ κόσμῳ καιρὸς, οὐκ εἰς ἀνάβλησιν ἔσται μακράν. ὅτι δὲ τῆς οἰκονομίας ἡ δύναμις οὐκ εὐκαταφρόνητος ἔσται τισὶν, οὐδ' ἂν γένοιτο τοῖς ἀπειθοῦσιν οἰστὴ, διδάσκει λέγων Καὶ τίς ὑπομενεῖ ἡμέραν εἰσόδου αὐτοῦ; ἢ τίς ὑποστήσεται ἐν τῇ ὀπτασίᾳ αὐτοῦ; καὶ εἴσοδον μὲν ὀνομάζει τὴν ἐν τῷδε τῷ κόσμῳ μετὰ σαρκὸς εἰσβολὴν τοῦ Μονογενοῦς· ὀπτασίαν δὲ τὴν οἷον ἐμφάνειαν. ἄορατος γὰρ κατὰ φύσιν ὑπάρχων ὡς Θεὸς, γέγονεν ἐμ- φανὴς, τὴν πρὸς ἡμᾶς ὁμοίωσιν ἀναλαβών. προανακεκράγει δὲ τοῦτο σαφῶς καὶ ὁ μελῳδὸς ἐν πνεύματι λέγων "Ὁ Θεὸς 2.598 "ἐμφανῶς ἥξει, ὁ Θεὸς ἡμῶν, καὶ οὐ παρασιωπήσεται." "Γέγονε γὰρ σὰρξ ὁ Λόγος," καθά φησιν ὁ θεσπέσιος Ἰω- άννης, "καὶ ἐσκήνωσεν ἐν ἡμῖν," καὶ ἐν δούλου γέγονε μορφῇ. καὶ "τοῖς μὲν ἠγαπηκόσι τὴν ἐπιφάνειαν αὐτοῦ" φορτικὸς μὲν οὐδαμῶς· γέγονε δὲ μᾶλλον ἤπιός τε καὶ πρᾶος, καὶ ζωῆς τῆς εἰς αἰῶνα δοτήρ. ἔφη δέ που περὶ αὐτοῦ καὶ ὁ Θεὸς καὶ Πατήρ "Ἰδοὺ συνήσει ὁ παῖς μου ὁ "ἀγαπητὸς, ἐν ᾧ ηὐδόκησα. οὐκ ἐρίσει οὐδὲ κραυγάσει, "οὐδὲ ἀκουσθήσεται ἔξω ἡ φωνὴ αὐτοῦ. κάλαμον συντε- "θλασμένον οὐ κατεάξει καὶ λίνον τυφόμενον οὐ σβέσει· "ἀλλ' εἰς ἀλήθειαν ἐξοίσει κρίσιν." πλὴν τοῖς ἀτιμάζουσι τὴν δι' αὐτοῦ σωτηρίαν, καὶ τὴν διὰ πίστεως κάθαρσιν οὐ προσιεμένοις, συνέβη παθεῖν τὰ πάντων αἴσχιστα τῶν κακῶν· διολώλασι γὰρ οἱ τάλανες. τοιγάρτοι καὶ ἔφασκε ταῖς Ἰουδαίων ἀγέλαις "Ἀμὴν λέγω ὑμῖν, ὅτι ἐὰν μὴ "πιστεύσητε ὅτι ἐγώ εἰμι, ἐν ταῖς ἁμαρτίαις ὑμῶν ἀπο- "θανεῖσθε." ἔφη δέ που καὶ ὁ Ἰωάννης "Ὁ πιστεύων εἰς "αὐτὸν, οὐ κρίνεται· ὁ δὲ μὴ πιστεύων ἤδη κέκριται, ὅτι "μὴ πεπίστευκεν εἰς τὸ ὄνομα τοῦ Υἱοῦ τοῦ Θεοῦ." προσ- εφώνει δὲ καὶ ὁ βαπτιστὴς τοῖς ἐξ Ἰσραήλ "Ἤδη δὲ καὶ ἡ "ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται· πᾶν οὖν δένδρον "μὴ ποιοῦν καρπὸν καλὸν, ἐκκόπτεται καὶ εἰς πῦρ βάλ- "λεται." οὐκοῦν τοῖς μὲν ἀπειθοῦσιν ἀφόρητος καὶ οὐ λίαν οἰστὸς, τῆς τε εἰσόδου καὶ τῆς ὀπτασίας αὐτοῦ γέγονεν ὁ καιρός. ἠλέγχοντο γὰρ, ὡς αὐτοὶ τὰς 513 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. σφῶν διολλύντες ψυχὰς, καὶ ταῖς ἑαυτῶν ἁμαρτίαις ἐντεθνηξόμενοι, διά τοι τὸ μὴ ἑλέσθαι φρονεῖν ὀρθῶς, προσήκασθαί τε εἰς νοῦν καὶ καρδίαν τὴν διὰ πίστεως κάθαρσιν. τίς τοίνυν φησὶν ὑπο- μενεῖ

About this text

Cyril of Alexandria, Commentary on the Twelve Prophets (Greek). SERIES on this page: Hosea through Malachi CLOSEOUT.

English follows PG 71–72 Greek (CPG 5204). Hill FOTC / Holy Cross / modern English syncs were not used as wording. Twelve Prophets SERIES CLOSEOUT Hosea–Malachi.

Witnesses

  • Copy-text PG 71–72 — Commentarius in XII Prophetas (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.