Twelve Prophets Zechariah Tomos 2 opening
Zechariah Tomos 2.
Zechariah Tomos 2: measuring line; nations join the Lord.
Greek
ΖΑΧΑΡΙΑΝ. ΤΟΜΟΣ ∆ΕΥΤΕΡΟΣ. Καὶ ἐπέστρεψεν ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοὶ, καὶ ἐξήγειρέ με ὃν τρόπον ὅταν ἐξεγερθῇ ἄνθρωπος ἐξ ὕπνου αὐτοῦ, καὶ εἶπε πρὸς μέ Τί σὺ βλέπεις; καὶ εἶπα Ἑώρακα καὶ ἰδοὺ λυχνία χρυσῆ ὅλη, καὶ τὸ λαμπάδιον ἐπάνω αὐτῆς, καὶ ἑπτὰ λύχνοι ἐπάνω αὐτῆς, καὶ ἑπτὰ ἐπαρυστρίδες τοῖς λύχνοις τοῖς ἐπάνω αὐτῆς, καὶ δύο ἐλαῖαι ἐπάνω αὐτῆς, μία ἐκ δεξιῶν τοῦ λαμ- παδίου αὐτῆς καὶ μία ἐξ εὐωνύμων. Τὸ ἐπέστρεψεν ἐν τούτοις οὐχ ὡς ἐκ τόπου νοήσομεν· εὔηθες γὰρ κομιδῇ· νομιοῦμεν δὲ μᾶλλον, τὴν ὡς ἐξ ὁρά- σεως τῆς ἐν χερσὶν ἐφ' ἑτέραν εὐθὺς καὶ γείτονα μεταφοί- τησιν, δῆλον δὲ ὅτι πνευματικήν. ἐπειδὴ δὲ νήψεως ἀκράτου χρεία καὶ τῆς ὑπὲρ νοῦν τὸν ἀνθρώπινον, ἔν γε δὴ μάλιστα τούτοις, λεπτὴν ἐνετίθει ἐγρήγορσιν τῷ Προφήτῃ Θεὸς, μεσιτεύοντος ἀγγέλου τοῦ καὶ λαλοῦντος ἐν αὐτῷ, ὡς δοκεῖν ἐξ ὕπνου διεγερθῆναι. τοιαύτη γάρ πως ἐστὶ τῆς ἐν ἡμῖν διανοίας ἡ κατάστασις, καὶ πολὺ δὴ μείων παρὰ τὴν οὖσαν 2.329 ἐν τοῖς ἁγίοις ἀγγέλοις, ὥστε φαίη τις ἂν ἐγρήγορσιν μὲν τὰ ἐκείνων, ἐν ὕπνῳ δὲ ὥσπερ τὰ καθ' ἡμᾶς. ἐπειδὴ δὲ ὁ θεσπέσιος ἄγγελος γνώμης τε καὶ νοῦ πρὸς τοῦτο δὴ παρενηνεγμένον τεθέαται, ὥστε καὶ ἀποχρώντως ἔχειν συν- ιέναι λεπτῶς τὴν ὅρασιν, διεπυνθάνετο λέγων, τί ἂν οἴοιτο ὑπάρχειν τὰ δεδειγμένα. ἀπλανεστάτην γεμὴν ὁ Προφήτης τῆς ὁράσεως τὴν ἀφήγησιν ἐποιεῖτο πάλιν, λυχνίαν ἑωρα- κέναι λέγων, ὅλην τε δι' ὅλου χρυσῆν· ἐπάνωθεν αὐτῆς τὸ λαμπάδιον, καὶ μὴν καὶ λύχνους ἐπτὰ, καὶ ἰσαρίθμους αὐτοῖς τὰς ἐπαρυστρίδας, ἐλαίας τε δύο, μίαν μὲν ἐκ δεξιῶν τοῦ λαμπαδίου, θατέραν γεμὴν κειμένην ἐξ εὐωνύμων. καὶ ἡ μὲν ἐμφανεστέρα τῶν δεδειγμένων ἀπόδοσις εἴη ἂν οὐχ ἑτέρα παρὰ ταύτην· δεῖν δὲ ἔγωγέ φημι τοὺς τοῖς ἐσωτάτω τὸν νοῦν ἐνιέντας περιεργότερον περιαθρεῖν εὖ μάλα πειρᾶσθαι τὰ δηλούμενα, καὶ συνδεῖν ἀστείως τοῖς ἤδη προειρημένοις καὶ τάδε. Ἔφη τοίνυν ὁ τῶν ὅλων Θεὸς, ὅτι καὶ βόθρον ὀρύξει καὶ ψηλαφήσει πᾶσαν τὴν ἀδικίαν τῆς γῆς ἐκείνης ἐν ἡμέρᾳ μιᾷ, προὔτρεπεν δὲ καὶ ἑτέρους συγκαλεῖν ἀλλήλους ὑποκάτω ἀμπέλου καὶ ὑποκάτω συκῆς. ἡμεῖς δὲ σαφῆ καθιστάντες τῆς προφητείας τὸν σκοπὸν, ἐλέγομεν ὅτι τοῖς μὲν ἀπειθεῖν ᾑρημένοις, καὶ ἀτιμάζουσιν ἀμαθῶς τὴν διὰ Χριστοῦ σωτη- ρίαν, βόθρος οἷά τις ὠρόρυκται κατακομίζων εἰς ὄλεθρον, ἡ ἐπὶ τῷ σταυρῷ παροινία, καὶ τῆς κατὰ Χριστοῦ μιαιφονίας τὰ ἐγκλήματα. ἀπολώλασι γὰρ οἱ δείλαιοι κυριοκτονήσαντες 410 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. ἀνοσίως· "τοῖς γεμὴν ἠγαπηκόσι τὴν ἐπιφάνειαν αὐτοῦ" τέρψις τε καὶ τρυφὴ, καὶ τί γὰρ οὐχὶ τῶν τοιούτων ὑπῆρξε; γεγόνασι γὰρ ὡς ὑπὸ συκῇ καὶ ἀμπέλῳ ταῖς ἐκκλησίαις. 2.330 ἀλλ' ἰδοὺ καὶ καθ' ἕτερον τρόπον τοῦ μυστηρίου τὴν δύναμιν ὁ Προφήτης τεθέαται. τὴν γάρ τοι λυχνίαν τὴν χρυσῆν φα- μεν εἶναι πάλιν τὴν Ἐκκλησίαν, ὡς τετιμημένην ἐν κόσμῳ, ὡς διαφανεστάτην ἐν ἀρεταῖς, ὡς ὑψοῦ δὴ λίαν ἠρμένην τοῖς τῆς ἀληθοῦς θεογνωσίας δόγμασιν, ἐφ' ᾗ τὸ λαμπάδιον, τουτέστι Χριστὸς, περὶ οὗ φησιν ὁ Θεὸς καὶ Πατήρ "∆ιὰ "Σιὼν οὐ σιωπήσομαι καὶ διὰ Ἱερουσαλὴμ οὐκ ἀνήσω, ἕως "ἂν ἐξέλθῃ ὡς φῶς ἡ δικαιοσύνη μου, τὸ δὲ σωτήριόν μου "ὡς λαμπὰς καυθήσεται." τοῦτο τὸ λαμπάδιον τὸ πᾶσαν καταφωτίζον τὴν ὑπ' οὐρανὸν, ἐπὶ τῇ λυχνίᾳ τέθεικεν ὁ Θεὸς καὶ Πατὴρ, "ἵνα πάντες οἱ εἰσπορευόμενοι τὸ φῶς βλέπωσι," "καὶ λάμπῃ πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ." ἑπτὰ δὲ οἱ λύχνοι, φῶς οὐκ ἔχοντες ἴδιον, ἀλλ' ἐπακτὸν καὶ ἔξωθεν, καὶ ταῖς δι' ἐλαίου χορηγίαις τρεφόμενον. σημαίνουσι δὲ καὶ αὐτοὶ τοὺς ἁγίους ἀποστόλους, καὶ μέντοι καὶ εὐαγγελιστὰς, καὶ τοὺς κατὰ καιρὸν τῶν ἐκκλησιῶν διδασκάλους, δεχομένους μὲν οἷά τινας λύχνους εἰς νοῦν καὶ καρδίαν τὸν παρὰ Χριστοῦ φωτισμὸν, καὶ ταῖς τοῦ Πνεύματος ἐπιχορηγίαις τρεφόμενον ἔχοντας, ἱέντας γεμὴν τοῖς ἐν τῇ οἰκίᾳ τὸ φῶς, καὶ τῷ λαμπαδίῳ συγκαταυγάζοντας τοὺς πεπιστευκότας. Ἐ
About this text
Cyril of Alexandria, Commentary on the Twelve Prophets (Greek). SERIES on this page: Hosea through Malachi CLOSEOUT.
English follows PG 71–72 Greek (CPG 5204). Hill FOTC / Holy Cross / modern English syncs were not used as wording. Twelve Prophets SERIES CLOSEOUT Hosea–Malachi.
Witnesses
- Copy-text PG 71–72 — Commentarius in XII Prophetas (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.