Zechariah Tomos 5 rem mid
Rem mid: lemma continues; spiritual reading held with the letter.
Greek
ακαλεῖν καρδίαν καθαρὰν καὶ πνεῦμα εὐθές. καὶ τοῦτό ἐστιν ὁ μεταπλασμός. ἔθος δὲ τοῖς ἁγίοις προφήταις, εἰ δὴ μέλλοιεν οὐκ εὐκαταφρονή- των πραγμάτων ποιεῖσθαι προαφήγησιν, πανσθενῆ τε καὶ ἀλκιμώτατον προαναφαίνειν πειρᾶσθαι τὸν τῶν ὅλων Θεὸν, ἵνα πανταχόθεν ὁ λόγος αὐτοῖς ἔχοι τὸ βέβαιον εἰς πίστιν, κἂν εἴ τι λέγοιεν τῶν ἐλπίδος ἐπέκεινα, καὶ ὅσον ἧκεν εἰπεῖν εἰς ἔννοιας τὰς ἐν ἡμῖν ἔξω τε τοῦ λόγου καὶ ἀπιστούμενον. 9Ἰδοὺ ἐγὼ τίθημι τὴν Ἱερουσαλὴμ ὡς πρόθυρα σαλευόμενα πᾶσι τοῖς λαοῖς κύκλῳ, καὶ ἐν τῇ Ἰουδαίᾳ ἔσται περιοχὴ ἐπὶ Ἱερουσαλήμ. καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ θήσομαι τὴν Ἱερουσαλὴμ λίθον καταπατούμενον πᾶσι τοῖς ἔθνεσι· πᾶς ὁ καταπατῶν αὐτὴν ἐμπαίζων ἐμπαίξεται, καὶ ἐπισυναχθή- σονται ἐπ' αὐτὴν πάντα τὰ ἔθνη τῆς γῆς.9 Ἐν τοῖς ἤδη προαπηγγελμένοις ὁ κατὰ τῆς Ἰουδαίας πόλεμος διὰ τῆς Ῥωμαίων ἐσόμενος στρατιᾶς εἴρηται σαφῶς. καὶ γοῦν ἔφασκε "Φωνὴ θρηνούντων ποιμένων, ὅτι τεταλαι- 2.477 "πώρηκεν ἡ μεγαλωσύνη αὐτῶν·" καὶ μεθ' ἕτερα πάλιν "∆ιὰ τοῦτο οὐ φείσομαι οὐκ ἔτι ἐπὶ τοὺς κατοικοῦντας "τὴν γῆν, λέγει Κύριος· καὶ ἰδοὺ ἐγὼ παραδίδωμι τοὺς "ἀνθρώπους, ἕκαστον εἰς χεῖρας τοῦ πλησίον αὐτοῦ καὶ "εἰς χεῖρας βασιλέως αὐτοῦ. καὶ κατακόψουσι τὴν γῆν, "καὶ οὐ μὴ ἐξέλωμαι ἐκ χειρὸς αὐτῶν." ἐν δέ γε τοῖς προκειμένοις, τοὺς κατὰ τῆς Ἐκκλησίας γεγονότας διωγμοὺς προαφηγεῖται σαφῶς. πεπολεμήκασι γὰρ τοῖς πιστεύσασιν εἰς Χριστόν· πρὸ μὲν γὰρ τῶν ἄλλων ἁπάντων οἱ τῆς Ἰουδαίων Συναγωγῆς ἡγούμενοι, παραγγέλλοντες μὲν τοῖς ἁγίοις ἀποστόλοις μὴ λαλεῖν ἐπὶ τῷ ὀνόματι τοῦ Χριστοῦ, μαστίζοντες δὲ καὶ ἐν συνεδρίοις αὐτοὺς, λιθοβολεῖσθαι δὲ αὐτοὺς παρασκευάζοντες, καὶ τί γὰρ οὐχὶ τῶν ἀνοσιωτάτων δρῶντες καὶ λέγοντες; ἐπειδὴ δὲ καὶ ἐν ταῖς τῶν ἐθνῶν χώραις ἐκπεφοίτηκεν ὁ λόγος ὁ περὶ Χριστοῦ, καὶ τῶν εὐαγγελικῶν κηρυγμάτων κατήκοοι γεγόνασιν οἱ ἐν αὐταῖς, ἕτεροι πάλιν γεγόνασι διωγμοὶ διὰ τῶν κατὰ καιροὺς καὶ κατὰ χώρας κεκρατηκότων οἳ, τῆς βεβήλου καὶ βδελυρᾶς εἰδωλολατρείας 466 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. μεταποιεῖσθαι σπουδάζοντες καὶ διαβολικῆς ἀνοσιότητος ὑπουργοὶ γεγονότες, ἀπεκτόνασι τοὺς ἁγίους εἰς τοὺς ἐπὶ τοῖς μαρτυρίοις καλοῦντες ἀγῶνας. ἔδοξε δέ πως ἡ Ἐκκλησία καὶ πάσχειν εὐκόλως, ἐπαμύνοντος οὐδενὸς, ἐοικέναι τε προθύροις σεσαλευμένοις καὶ πίπτουσιν, ἢ καὶ λίθῳ καταπατουμένῳ. καίτοι γὰρ ἰσχύων ὁ τῶν ὅλων Σωτὴρ καὶ πάντα πόλεμον κατευνάσαι ῥᾳδίως, μᾶλλον δὲ καὶ ἀποστῆσαι παντελῶς τῶν σεβομένων αὐτὸν, καὶ ἀμείνους ἀποφῆναι παντὸς πειρασμοῦ καὶ τῆς τῶν ἐχθρῶν κατευ- μεγεθοῦντας χειρὸς, ἐφῆκεν οἰκονομικῶς καταλαμπρύνεσθαι 2.478 διὰ παθημάτων, ἵνα σύμμορφοι γεγονότες αὐτῷ, συνδοξα- σθεῖέν τε καὶ συμβασιλεύσειαν. εἰ γὰρ συμπάσχομεν, "καὶ "συμβασιλεύσομεν" αὐτῷ, κατὰ τὸ γεγραμμένον, καὶ εἰ "κοινωνοὶ τῶν παθημάτων" ἐσμὲν, ἀλλὰ καὶ τῆς δόξης ἐσό- μεθα. ἰδοὺ τοίνυν φησὶ τίθημι τὴν Ἱερουσαλὴμ ὡς πρόθυρα σαλευόμενα. εἰ δὲ δήπου τοῦτο γένοιτο, καὶ ταχθείη περὶ αὐτὴν ἡ περιοχὴ, τουτέστιν ἡ παρὰ πάντων πολιορκία, καὶ ὅταν εἶναι δόξειεν ὡς λίθος καταπατούμενος, τότε πᾶς ὁ ἐμπαίζων ἐμπαίζεται. πέπρακται δὲ τοῦτο, καθάπερ ἔφην ἀρτίως, ἐν τοῖς κατὰ καιροὺς διωγμοῖς. ἐπεφύοντο γὰρ τοῖς ἁγίοις, κατὰ πολλοὺς αἰκίζοντες τρόπους, καὶ τάχα που καὶ ἀποθνήσκουσιν ἐπιμειδιῶντες οἱ τάλανες. οὐ γὰρ ᾔδεσαν, κατὰ τὸ εἰκὸς, τὸ ἐκ τοῦ παθεῖν εὐκλεὲς, καὶ ὅτι πρὸς εὐθυμίας αὐτοῖς τῆς διηνεκοῦς ἔσται δὴ πάντως ὁ πόνος. ἄθρει δὴ ὅπως οὐ τῆς τῶν ἐθνῶν ἰσχύος ἔργον εἶναί φησι, τὸ καταπατηθήσεσθαι τὴν Ἐκκλησίαν· ἀλλὰ τῆς αὐτοῦ βουλῆς ἐφιέντος, ὡς ἔφην, διὰ παθημάτων τελειοῦσθαι τοὺς ἰδίους προσκυνητάς. ἰδοὺ γάρ φησιν ἐγὼ τίθημι τὴν Ἱερου- σαλὴμ ὡς πρόθυρα σαλευόμενα πᾶσι τοῖς λαοῖς κύκλῳ. τούτῳ παραπλήσιον ἐκεῖνο οἶμαί ἐστι τὸ διὰ τῆς τοῦ Σωτῆρος φωνῆς εὖ μάλα σαφῶς εἰρημένον πρὸς Πιλάτον "Οὐκ εἶχες "οὐδεμίαν ἐξουσίαν κατ' ἐμοῦ, εἰ μὴ ἦν δεδομένον σοι "ἄνωθεν·" φαίη δ' ἂν εἰκότως ἡ νοητὴ πάλιν Ἱερουσαλὴμ, τουτέστιν ἡ Ἐκκλησία, τῷ διώκοντι κόσμῳ Οὐκ εἶχες κατ' ἐμοῦ ἐξουσίαν οὐδεμίαν, εἰ μὴ ἦν δεδομένον σοι ἄνωθεν. 9Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει Κύριος παντοκράτωρ, πατάξω πάντα ἵππον ἐν ἐκστάσει καὶ τὸν ἀναβάτην αὐτοῦ ἐν παραφρονήσει· 2.479 ἐπὶ δὲ τὸν οἶκον Ἰούδα διανοίξω τοὺς ὀφθαλμούς μου, καὶ πάντας τοὺς ἵππους τῶν λαῶν πατάξω ἐν ἀποτυφλώσει.9 Ὅτι καὶ πάντα κατευνάσει πόλεμον, καὶ ἀπράκτους ἀπο- φανεῖ τὰς τῶν διωκτῶν ἐφόδους, δίδωσι νοεῖν, ἵππον τε καὶ ἀναβάτην πατάξειν εἰπὼ ἐν ἐκστάσει τε καὶ παραφρονήσει καὶ μὴν καὶ ἀποτυφλώσει. ἔστι δὲ οἶμαι ταυτὸν τὸ παθεῖν τὴν ἔκστασιν τῷ ὑπομεῖναι τὴν παραφρόνησιν. τὸ γὰρ ἔξω γενέσθαι φρενὸς, ἔκστασις ἂν νοοῖτο, καὶ μάλα εἰκότως. οὗ δὴ γεγονότος καὶ τοῖς φονῶσι συμβεβηκότος, περιέσται που πάντως τοῖς ἁγίοις εἰπεῖν περὶ τῶν σφισι μεμαχημένων "Οἱ "ἐχθροὶ ἡμῶν ἀνόητοι," καὶ μὴν καί "Οὗτοι ἐν ἅρμασι καὶ "οὗτοι ἐν ἵπποις, ἡμεῖς δὲ ἐν ὀνόματι Κυρίου Θεοῦ ἡμῶν "μεγαλυνθησόμεθα. αὐτοὶ συνεποδίσθησαν καὶ ἔπεσον, "ἡμεῖς δὲ ἀνέστημεν καὶ ἀνορθώθημεν." παραφρονήσειε δ' ἂν καὶ ἑτέρως ὁ ταῖς τῶν ἁγίων ἀνεξικακίαις ἀνοσίως ἐπιπηδῶν, καὶ ἀδόκητον ὑπομενεῖ τὴν ἔκστασιν, ἤτοι τὸ θαῦμα, τεθεαμένος ὅτι νικῶσιν ἐν συμφοραῖς, καὶ στεφα- νοῦνται πεσόντες, κἂν ἡττῆσθαι δοκοῖεν, τότε δὴ μάλιστα κρατοῦσι μειζόνως· εἴπερ ἐστὶν ἀληθὲς, ὡς ἔν γε δὴ μάλιστα τῷ παθεῖν αὐτοὺς ὁρῶνται εὐκλεεῖς, καὶ τῷ μεγέθει τῶν πόνων συμπαρομαρτοῦσαν ἔχουσι τὴν ἄνωθεν χάριν. εἶτα πῶς οὐκ ἂν καταπλήξειαν τοὺς μεμαχημένους οἱ μακάριοι μάρτυρες, καὶ αὐτὸν νικῶντες τὸν σατανᾶν, καὶ πονηροῖς μὲν καὶ ἀκαθάρτοις ἐπιτιμῶντες πνεύμασι· πολὺ δὲ τὸ θαῦμα τῆς ἐνούσης εὐκλείας αὐτοῖς ἐνιέντες ἔσθ' ὅτε καὶ αὐτοῖς τοῖς ἀνῃρηκόσιν; οὐκοῦν ἱππότην τε ἅμα καὶ ἵππον πατάξειν ἐπαγγέλλεται· ἵνα νοῶμεν τὰς τῶν πολεμίων φάλαγγας, τὰς ταῖς τῶν ἁγίων ἐπιεικείαις ἀντιτεταγμένας. 2.480 Ἐπὶ δὲ τὸν οἶκον Ἰούδα διανοίξειν ἔφη τοὺς ὀφθαλμούς. καὶ Ἰούδαν μὲν ἐν τούτοις τὸν ἐκ ῥίζης Ἰεσσαὶ καὶ 467 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. ἐκ τῆς Ἰούδα φυλῆς πεφηνότα Χριστὸν ὀνομάζει· οἶκον δὲ αὐτοῦ τὴν Ἐκκλησίαν, ἤτοι τῶν ἐν πίστει δεδικαιωμένων τὴν ἁγίαν πληθύν. τὴν δέ γε τῶν ὀφθαλμῶν διάνοιξιν ἐκεῖνο οἶμαι δηλοῦν, ὅτι πολὺ λίαν ἀμφιλαφεῖ καὶ οἷον ὅλῳ βλέμματι κατασκέψεται· σημεῖον δ' ἂν γένοιτο τοῦτο σαφὲς τῆς ἐπ' αὐτοῖς εὐμενείας καὶ μέντοι φειδοῦς καὶ ἀγάπης. γέγραπται γὰρ ὅτι "Ὀφθαλμοὶ Κυρίου ἐπὶ δικαίους." καὶ οὓς ἂν ἐπι- βλέψειε, τούτους δὴ πάντως τρισμακαρίους ἀποφαίνει, εἴπερ ἐστὶν εἰπεῖν οὐ διεψευσμένως, ὡς κολάζει μὲν ταῖς ἀποστρο- φαῖς τὸν ὑβριστήν τε καὶ ἁλιτήριον, κατευφραίνει γεμὴν ταῖς ἐπισκέψεσι τὸν εὐσεβῆ καὶ φιλάρετον. καὶ γοῦν ὁ θεσπέ- σιος ∆αυεὶδ, καὶ τὴν ἐκ τῆς ἀποστροφῆς ζημίαν καὶ τὸ ἐκ τῆς ἐπισκέψεως κέρδος ἐμφανὲς καθιστὰς, ποτὲ μὲν ἔφασκε "Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ, καὶ μὴ "ἐκκλίνῃς ἐν ὀργῇ ἀπὸ τοῦ δούλου σου·" ποτὲ δὲ δὴ αὖ "̓Επίβλεψον ἐπ' ἐμὲ καὶ ἐλέησόν με." ἕψεται γὰρ πάντως ταῖς ἀποστροφαῖς ὁ θυμὸς καὶ τὰ
About this text
Cyril of Alexandria, Commentary on the Twelve Prophets (Greek). SERIES on this page: Hosea through Malachi CLOSEOUT.
English follows PG 71–72 Greek (CPG 5204). Hill FOTC / Holy Cross / modern English syncs were not used as wording. Twelve Prophets SERIES CLOSEOUT Hosea–Malachi.
Witnesses
- Copy-text PG 71–72 — Commentarius in XII Prophetas (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.