Twelve Prophets Zechariah Tomos 6 opening
Zechariah Tomos 6.
Zechariah Tomos 6: day of the Lord; living waters from Jerusalem CLOSEOUT.
Greek
ΤΟΜΟΣ Εʹ. ΤΟΜΟΣ ΕΚΤΟΣ. 9Ἰδοὺ ἡμέραι ἔρχονται τοῦ Κυρίου, καὶ διαμεριοῦνται τὰ σκῦλά σου ἐν σοὶ, καὶ ἐπισυνάξω πάντα τὰ ἔθνη εἰς πόλεμον ἐπὶ Ἱερουσαλὴμ, καὶ ἁλώσεται ἡ πόλις 479 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. καὶ διαρπαγήσονται αἱ οἰκίαι, καὶ αἱ γυναῖκες μολυνθήσονται, καὶ ἐξελεύσεται τὸ ἥμισυ τῆς πόλεως ἐν αἰχμαλωσίᾳ.9 Τὸ ἐπὶ τῷ σταυρῷ σεπτὸν καὶ σωτήριον πάθος κατα- μηνύων, ἔφασκεν ἐν τοῖς ὀπίσω βραχύ "Ῥομφαία ἐξεγέρθητι "ἐπὶ τὸν ποιμένα μου καὶ ἐπ' ἄνδρα πολίτην αὐτοῦ, λέγει "Κύριος παντοκράτωρ, πάταξον τὸν ποιμένα καὶ δια- "σκορπισθήτωσαν τὰ πρόβατα." ὅτι δὲ ποιναῖς ταῖς ἐσχά- ταις ἡ τῶν Ἰουδαίων πληθὺς ὑπενεχθήσεται, καὶ μάλα εἰκότως· κεκυριοκτόνηκε γὰρ ἡ πάντολμος· ἐδίδασκε προσ- τιθείς "Καὶ ἐπάξω τὴν χεῖρά μου ἐπὶ τοὺς ποιμένας, καὶ "ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει Κύριος, τὰ δύο μέρη "ἐξολοθρευθήσεται καὶ ἐκλείψει, τὸ δὲ τρίτον διάξω διὰ 2.512 "πυρὸς, καὶ πυρώσω αὐτοὺς ὡς πυροῦται τὸ ἀργύριον, "καὶ δοκιμῶ αὐτοὺς ὡς δοκιμάζεται τὸ χρυσίον." τίνα δ' ἂν τρόπον τὰ τοιάδε νοοῖντο, καὶ οὐκ ἔξω τοῦ εἰκότος κατά γε τὸ ἐφικτὸν εἰρήκαμεν. τέτραπται δὲ καὶ νῦν ὁ τῶν προκειμένων σκοπὸς ὡς πρός γε τὴν Ἱερουσαλὴμ ἀνοσι- ουργήσασαν ἀχαλίνως, καὶ τὸν τῆς ἁλώσεως ἡμῖν καταση- μαίνει τρόπον. ἰδοὺ γὰρ φησιν ἥξουσιν ἡμέραι τοῦ Κυρίου, τουτέστιν, ἃς αὐτὸς ἐπάγει ψήφῳ δικαίᾳ καὶ ὁσίῳ κρίματι. καὶ γάρ ἐστιν ἀληθὲς, ὃ καὶ δι' ἑτέρου προφήτου φησίν "Μὴ ἔσται κακία ἐν πόλει ἣν Κύριος οὐκ ἐποίησεν." οὐ γὰρ ἂν γένοιτό τι τῶν ὅλην κακοῦν ἰσχυόντων πόλιν, ὃ μὴ πράτ- τεσθαί φαμεν ἐφιέντος αὐτοῦ, καὶ πλημμελημάτων δίκας ἐξαιτεῖν ἐθέλοντος τοὺς ἀσχέτοις ὁρμαῖς ἐπὶ τὰ φαῦλα διάτ- τοντας. οὐκοῦν αὐτοῦ φησιν εἶναι τὰς ἡμέρας, διὰ τὸ ἐπάγε- σθαι κατ' ὀργὴν αὐτοῦ. πεπαρῳνήκασι γὰρ φορητῶς οὐκέτι, ἀπεκτονότες μὲν τοὺς προφήτας, προσθέντες δὲ τούτοις καὶ τὸν Υἱόν. Τί δὲ τὸ ἐσόμενον ἐν ταῖς ἡμέραις ἐκείναις, σαφηνίζει λέγων Καὶ διαμεριοῦνται τὰ σκῦλά σου ἐν σοὶ, συναγηγερμένα δηλονότι πάντα τὰ ἔθνη καὶ διαρπάζοντα μὲν τὰς οἰκίας, γύναια δὲ περιέλκοντα νηπίοις ὁμοῦ. τότε γὰρ δὴ φησὶ καὶ τὸ ἥμισυ τῆς πόλεως ἐξελεύσεται ἐν αἰχμαλωσίᾳ. φασὶ γὰρ, ὅτι Ῥωμαῖοι τὴν πόλιν ἑλόντες, καὶ πρὸς τὰς τῶν μαχο- μένων αὐτοῖς ἀναισχυντίας ὀλιγωρήσαντες, αὐτόν τε κατέ- πρησαν τὸν νεὼν καὶ τὰς τοῦ ἄστεος οἰκίας. ἐφείσαντο δὲ προσπιπτόντων αὐτοῖς τῶν κατῳκηκότων τὴν ἄνω πόλιν καὶ τὸ ἱερόν. θέα δὲ, ὅπως εἰς τοῦτο θράσους ἀφίξεσθαί φησι τοὺς νενικηκότας, ὡς διαρπάσαντας τὰς οἰκίας, μὴ 2.513 εὐθὺς ἀποφοιτῆσαι ταῖς λείαις ὁμοῦ, καὶ σχολαῖον ποιήσα- σθαι τὸν διαμερισμὸν εἰς τὰς ἑαυτῶν σκηνὰς ἀφιγμένους· ἀλλ' ἐν αὐτῇ τοῦτο δράσαι τῇ ἁλούσῃ πόλει, ὅπερ οὐκ ἂν γέγονεν, εἴπερ τις ἦν ὅλως ὁ τοῖς ἀθλίως πεπραχόσιν ἐπι- κουρῶν καὶ τοῖς καταδῃοῦσι μαχόμενος. μολυνθήσεσθαι δὲ τὰς γυναῖκάς φησιν, ἀβουλήτως ἑτέροις ἐφελκομένας καὶ τῶν τῆς σεμνότητος ἐκπιπτούσας ἐθῶν, καὶ ἐν ὄψει πολλάκις τῶν κατὰ νόμους συνῳκηκότων. πολέμου δὲ τὰ τοιαῦτα πάθη, καὶ τοῖς ἅπαξ ἑαλωκόσι καὶ ἀνεπικουρήτοις παντελῶς πρέπουσαι συμφοραί. 9Οἱ δὲ κατάλοιποι τοῦ λαοῦ μου οὐ μὴ ἐξολοθρευθῶσιν ἐκ τῆς πόλεως.9 Τοῦτο οἶμαί ἐστιν ἕτερον οὐδὲν, ἢ ὅπερ ἔφην ἀρτίως, ὡς γέγονέ τις φειδὼ τῶν κατῳκηκότων τὴν ἄνω πόλιν, καὶ σέσωσται μέρος τῶν Ἱεροσολύμων. ἀνέκοπτον γὰρ οἱ Ῥωμαίων στρατηγοὶ τοὺς τῶν μαχομένων θυμοὺς, εἰ δήπου τινὰς τεθέαντο κλαίοντάς τε καὶ ὑποπίπτοντας καὶ ἀμαχεὶ προσθέοντας. ἢ τοίνυν καταλοίπους τοῦ λαοῦ αὐτοῦ τοὺς ἐν τῷ σεσωσμένῳ τῆς πόλεως μέρει φησίν· ἢ τάχα που τοὺς πεπιστευκότας εἰς τὸν τῶν ὅλων Σωτῆρα Χριστὸν, περὶ ὧν καί φησιν, ὡς οὐκ ἂν ἐξολοθρευθεῖεν ἐκ τῆς πόλεως. ἔσονται γὰρ ἀεὶ τῆς Ἐκκλησίας πολῖται, κἂν εἰ τῆς ἐπιγείου καὶ ὠλοθρευμένης Ἱερουσαλὴμ ἐκπίπτοιεν, ἀλλ' οὖν ἔχουσι τὴν ἄνω πόλιν, περὶ ἧς καὶ ὁ θεσπέσιος γράφει Π
About this text
Cyril of Alexandria, Commentary on the Twelve Prophets (Greek). SERIES on this page: Hosea through Malachi CLOSEOUT.
English follows PG 71–72 Greek (CPG 5204). Hill FOTC / Holy Cross / modern English syncs were not used as wording. Twelve Prophets SERIES CLOSEOUT Hosea–Malachi.
Witnesses
- Copy-text PG 71–72 — Commentarius in XII Prophetas (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.