Zechariah Tomos 6 rem mid
Rem mid: lemma continues; spiritual reading held with the letter.
Greek
ῆς Ἰουδαίαςτὴν ἅλωσιν καὶ αὐτῶν δὲ τῶν Ἱεροσολύμων, ἐπ' αὐτὸ λοιπὸν ἔρχεται τοῦ παρόντος αἰῶνος τὸ τέλος, καὶ ἀφηγεῖται χρησίμως τὴν ἐξ οὐρανοῦ καταφοίτησιν τοῦ Ἐμμανουήλ. καταβήσεται γὰρ μετὰ τῶν ἁγίων ἀγγέλων ἐν τῇ δόξῃ τοῦ Θεοῦ καὶ Πατρὸς, ἵνα "κρίνῃ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ·" ὡς γὰρ ὁ θεσπέσιος γράφει Παῦλος "Τοὺς πάντας ἡμᾶς δεῖ "φανερωθῆναι ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ, ἵνα "κομίσηται ἕκαστος τὰ τοῦ σώματος πρὸς ἃ ἔπραξεν, εἴτε "ἀγαθὸν εἴτε φαῦλον." ἥξει δὴ οὖν ἥξει, φησὶ, καὶ πάντες οἱ ἅγιοι μετ' αὐτοῦ, τουτέστιν ἡ τῶν ἰδίων ἀγγέλων καθαρω- τάτη πληθὺς, δορυφοροῦσά που πάντως καὶ ὑπουργικὴν εἰσ- φέρουσα τὴν παράστασιν. Κύριος γάρ ἐστι τῶν ὅλων ὁ Ἐμμανουὴλ, καὶ δοξολογεῖται παρὰ πάντων ὡς Θεὸς καὶ συγκατάρχων τῷ γεγεννηκότι. εἰ δὲ δή τις λέγοι καὶ αὐτοὺς αὐτῷ συμπαραστήσεσθαι τοὺς ἁγίους ἁρπαγέντας "ἐν νεφέ- "λαις εἰς ἀπάντησιν αὐτοῦ εἰς ἀέρα," μετά γε τὴν ἐκ νεκρῶν ἀναβίωσιν, καθὰ καὶ τῷ σοφωτάτῳ Παύλῳ δοκεῖ, τῆς τοῦ 2.519 πρέποντος θήρας ἀμοιρήσειεν ἂν οὐδαμῶς. ἔφη γάρ τι τοιοῦ- τον καὶ ὁ θεσπέσιος Ἡσαΐας περὶ αὐτῶν "Ἐκεῖ ἔλαφοι "συνήντησαν καὶ ἴδον τὰ πρόσωπα ἀλλήλων· ἀριθμῷ παρ- "ῆλθον, καὶ μία αὐτῶν οὐκ ἀπώλετο, ἑτέρα τὴν ἑτέραν οὐκ "ἐζήτησαν, ὅτι Κύριος ἐνετείλατο αὐταῖς καὶ τὸ Πνεῦμα "αὐτοῦ συνήγαγεν αὐτάς." ψάλλει δέ που καὶ ὁ θεσπέσιος ἡμῖν ∆αυεὶδ, τὴν 482 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. ἐξ οὐρανοῦ καταφοίτησιν τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ προαναφωνῶν "Ὅτι οὐκ ἀπώσεται Κύριος "τὸν λαὸν αὐτοῦ, καὶ τὴν κληρονομίαν αὐτοῦ οὐκ ἐγκατα- "λείψει, ἕως οὗ δικαιοσύνη ἐπιστρέψῃ εἰς κρίσιν, καὶ ἐχό- "μενοι αὐτῆς πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ." δικαιοσύνην μὲν γὰρ ὀνομάζει Χριστὸν, ἐπιστρέψειν δέ φησιν εἰς κρίσιν αὐτόν. ἀνελήφθη μὲν γὰρ πατήσας τὸν θάνατον, καὶ ἀνέβη πρὸς τὸν ἐν οὐρανοῖς Πατέρα καὶ Θεόν· ἀλλ' ἐπιστρέψει κατὰ καιροὺς εἰς κρίσιν, καὶ σὺν αὐτῷ πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ, τουτέστιν οἱ ἅγιοι, καθάπερ ἔφην ἀρτίως. Ὅτι δὲ κατὰ τὸν τῆς συντελείας καιρὸν ἑτέρα τις ἔσται τῆς ὁρωμένης κτίσεως ἡ κατάστασις, καὶ μετοιχήσεται καὶ αὐτὴ πρὸς τὸ ἄμεινον ἀνανεουμένη διὰ Χριστοῦ, πιστώσεται λέγων ὁ Προφήτης Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ οὐκ ἔσται φῶς καὶ ψύχος καὶ πάγος ἔσται μίαν ἡμέραν, καὶ ἡ ἡμέρα ἐκείνη γνωστὴ τῷ Κυρίῳ. νυνὶ μὲν γὰρ ἡμέρα τε καὶ νὺξ διακέκριται, καὶ διέλαχον τοὺς καιροὺς τοῖς τοῦ πεποιηκότος νεύμασι, καὶ ἀνίσχει μὲν τῆς ἡμέρας τὸ φῶς, εἶτα διαδέχεται νύξ. ἐπειδὰν δὲ παραγένηται ὁ Κριτὴς, ὁ πάντα μετασκευάζων κατὰ τὸ αὐτῷ δοκοῦν, ἑτέραν, ὡς ἔφην, ἡ κτίσις τὴν διακόσμησιν δέξεται· οὐ γὰρ ἔτι φῶς ἔσται καὶ ψύχος καὶ πάγος εἰς μίαν ἡμέραν. καὶ διὰ μὲν τοῦ φωτὸς τὴν ἡμέραν σημαίνει, διὰ δέ γε τοῦ πάγους τε 2.520 καὶ ψύχους τὴν νύκτα, λελόγισται γὰρ εἰς μίαν ἡμέραν τὸ νυχθήμερον. Ὅμοιον ὡς εἰ λέγοι τυχόν Κατ' ἐκεῖνο τοῦ καιροῦ, καθ' ὃν ἂν ἐξ οὐρανῶν ἀφιγμένος, μεταπλάττῃ τὰ πάντα καὶ μετα- σκευάζῃ πρὸς τὸ ἄμεινον, ὡς ∆ημιουργὸς, οὐκ ἔσται φῶς οὐδὲ νὺξ, εἰς μίαν ἡμέραν. τοιοῦτόν τι φησὶ καὶ ὁ μακάριος προφήτης Ἡσαΐας "Καὶ οὐκ ἔσται σοι ὁ ἥλιος εἰς φῶς "τῆς ἡμέρας, οὐδὲ ἀνατολὴ σελήνης φωτιεῖ σοι τὴν νύκτα· "ἀλλ' ἔσται σοι Κύριος φῶς αἰώνιον, καὶ ὁ Θεὸς δόξα σου." ὅτι δὲ ἀπρακτήσει κατὰ καιροὺς καὶ αὐτὴ τῶν στοιχείων ἡ χρεία, πιστώσεται λέγων αὐτὸς ὁ Χριστός "Εὐθέως δὲ μετὰ "τὴν θλίψιν τῶν ἡμερῶν ἐκείνων ὁ ἥλιος σκοτισθήσεται, καὶ "ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς." ἀρκέσει γὰρ ὁ Χριστὸς εἰς φῶς ἡμῖν αἰώνιον, καὶ αὐτὸς ἔσται μακρὰ καὶ διηνεκὴς ἡμέρα. τὴν δέ γε ἡμέραν ἐκείνην γνωστὴν εἶναί φησι τῷ Κυρίῳ. μόνος γὰρ οἶδεν ὁ Θεὸς καὶ Πατὴρ τὴν τῆς συντελείας ἡμέραν. ἐμπεδοῖ δὲ πρὸς τοῦτο ἡμᾶς καὶ αὐτὸς ὁ Υἱὸς οὕτω λέγων "Περὶ δὲ τῆς ἡμέρας ἐκείνης ἢ τῆς ὥρας "οὐδεὶς οἶδεν, οὔτε ἄγγελοι ἐν οὐρανῷ, οὔτε ὁ Υἱὸς, εἰ μὴ ὁ "Πατὴρ μόνος." ᾗ μὲν γὰρ νοεῖται καθ' ἡμᾶς ἄνθρωπος, οὐκ ἂν εἰδείη τὰ ἐν τῷ Πατρί· ᾗ δέ ἐστι φύσει Θεὸς, καὶ ἐξ αὐτοῦ πεφηνὼς, οἶδέ που πάντως καὶ τὴν ἐσχάτην ἡμέραν, κἂν εἰ λέγοι μὴ εἰδέναι διὰ τὸ ἀνθρώπινον. διερμηνεύων δὲ ἡμῖν ὁ Προφήτης καὶ σαφέστερον καθιστὰς ὅπερ ἔφη, προσ- επάγει τούτοις Καὶ οὐχ ἡμέρα καὶ οὐ νὺξ ἔσται, ἀλλὰ πρὸς ἑσπέραν ἔσται φῶς, τουτέστιν, ἐν καιρῷ νυκτὸς φῶς ἔσται 2.521 πάλιν τὸ διὰ Χριστοῦ καὶ καταστράψει τὴν ὑπ' οὐρανὸν, ἀνῃρημένου παντελῶς τοῦ σκότους, καὶ τοῖς τῶν ἁγίων ὀφθαλμοῖς οὐκ ἐπιπολάζοντος ἔτι. ἔχει δὲ δὴ τὸν εἰκότα λόγον τὸ καὶ αὐτὴν οἴεσθαι τὴν κτίσιν ἐπὶ τὰ ἀμείνω μεταῤῥυθμί- ζεσθαι καὶ ἀξιόχρεως μὲν τοῦ Σωτῆρος ὁ μαθητὴς, ἥξειν τὴν ἡμέραν Κυρίου ὡς κλέπτην λέγων, ἐν ᾗ οὐρανοὺς μὲν ῥοιζηδὸν παρελεύσεσθαι, στοιχεῖα δὲ καυσούμενα λυθήσεσθαι, γῆν δὲ καὶ τὰ ἐν αὐτῇ ἔργα κατακαήσεσθαι πάντα, καινοὺς δὲ ἡμᾶς οὐρανοὺς καὶ καινὴν γῆν καὶ τὰ ἐπαγγέλματα αὐτοῦ προσ- δοκᾶν. πλὴν καὶ ἐξ ἀναγκαίων εἰς τοῦτο βαδιούμεθα λο- γισμῶν. εἰ γὰρ ἔσται πάντως ἐν καινότητι ζωῆς τὰ καθ' ἡμᾶς, καινῆς ἡμῖν ἔδει καὶ κτίσεως. ὡς γὰρ ὁ θεσπέσιος γράφει Παῦλος, "ἐλευθερωθήσεται καὶ αὐτὴ κατὰ καιροὺς ἡ "κτίσις ἀπὸ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῆς "δόξης τῶν τέκνων τοῦ Θεοῦ." 9Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐξελεύσεται ὕδωρ ζῶν ἐξ Ἱερουσαλὴμ, τὸ ἥμισυ αὐτοῦ εἰς τὴν θάλασσαν τὴν πρώτην, καὶ τὸ ἥμισυ αὐτοῦ εἰς τὴν θάλασσαν τὴν ἐσχάτην, καὶ ἐν θέρει καὶ ἐν ἔαρι ἔσται οὕτως. καὶ ἔσται Κύριος εἰς βασιλέα ἐπὶ πᾶσαν τὴν γῆν.9 Ἐξηγεῖται πάλιν ἡμῖν αἰνιγματωδῶς, ὅτι δὴ πλείστη τε ὅση καὶ ἀμφιλαφὴς ἡ τοῦ Ἁγίου 483 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. Πνεύματος χύσις τοῖς ἁγίοις ἐκνεμηθήσεται, κατ' ἐκεῖνο μάλιστα τοῦ καιροῦ, καθ' ὃν ἂν εἰς ἁγίαν τε καὶ ἀμήρυτον ἀνακομισθεῖεν ζωὴν, τὴν ὡς 2.522 ἐν αἰῶνί φημι τῷ μέλλοντι. νυνὶ μὲν γὰρ διὰ πίστεως τῆς εἰς Χριστὸν ὡς ἐν ἀῤῥαβῶνος τάξει τὴν ἀπαρχὴν τοῦ Ἁγίου Πνεύματος πεπλουτήκαμεν· μετὰ δέ γε τὴν ἐκ νεκρῶν ἀνα- βίωσιν, ἀνῃρημένης εἰς ἅπαν τῆς ἁμαρτίας, οὐκ ἐν ἀῤῥαβῶνος ἔτι τάξει τε καὶ μέτρῳ τὸ θεῖον ἐν ἡμῖν ἔσται Πνεῦμα· πλουσίως δὲ καὶ ἀμφιλαφῶς, ὡς ἔφην, καὶ ἤδη τελείως τοῖς διὰ Χριστοῦ χαρίσμασιν ἐντρυφήσομεν. ὕδωρ δὴ οὖν ζῶν ὀνομάζει τὸ Πνεῦμα, ὃ καὶ ἐκ τῆς ἄνωθεν Ἱερουσαλὴμ ἐξελεύσεσθαί φησιν. ἐπειδὴ γὰρ κατοικεῖν ἐν οὐρανοῖς τὸν τῶν ὅλων Θεὸν ἡ θεόπνευστος ἔφη γραφὴ, εἰ καί ἐστι πανταχοῦ καὶ πεπλήρωκε τὰ πάντα, ταύτῃτοί φησι καὶ ἐξ οὐρανοῦ τὸ ζωοποιὸν ἐξελεύσεσθαι Πνεῦμα. Ὅτι δὲ ὕδασι παρεικάζειν ἔθος τοῖς ἱεροῖς γράμμασι τὸ Πνεῦμα τὸ θεῖον, αὐτὸς πιστώσεται λέγων ὁ τούτου ∆οτὴρ, τουτέστιν ὁ Υἱός "Ὁ πιστέυων εἰς ἐμὲ, καθὼς εἶπεν ἡ "γραφὴ, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος "ζῶντος." καὶ τοῦτο διερμηνεύων ὁ θεσπέσιος εὐαγγελι- στὴς καὶ καθιστὰς ἐναργές "Τοῦτο δὲ εἶπε, φησὶ, περὶ τοῦ "Πνεύματος, οὗ ἔμελλον λαμβάνειν οἱ πιστεύοντες εἰς "αὐτόν." ἐπειδὴ γὰρ τὸ Πνεῦμά ἐστι ζωοποιὸν, ὕδατι ταύτῃτοι τῶν σωμάτων ζωοποιῷ παρεικάζεται, καὶ μάλα ὀρθῶς. Ὅτι δὲ τοῖς τῆς ἁγίας ἠξιωμένοις ζωῆς παρακείσεται πλουσίως τὸ χρῆναι μεταλαχεῖν τῆς τοῦ Ἁγίου Πνεύματος χορηγίας, καὶ οἷάπερ ὑδάτων ἐμφορεῖσθαι ζωοποιῶν, ὑπεμ- φαίνει λέγων, ὅτι τοῦ ὕδατος τ
About this text
Cyril of Alexandria, Commentary on the Twelve Prophets (Greek). SERIES on this page: Hosea through Malachi CLOSEOUT.
English follows PG 71–72 Greek (CPG 5204). Hill FOTC / Holy Cross / modern English syncs were not used as wording. Twelve Prophets SERIES CLOSEOUT Hosea–Malachi.
Witnesses
- Copy-text PG 71–72 — Commentarius in XII Prophetas (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.