Commentary on the Twelve Prophets · §zephaniah-t1-open

Twelve Prophets Zephaniah Tomos 1 opening

Zephaniah Tomos 1.

Zephaniah Tomos 1: Day of the Lord; seek humility.

Greek

ΣΟΦΟΝΙΑΝ. ΤΟΜΟΣ ΠΡΩΤΟΣ. Λόγος Κυρίου, ὃς ἐγενήθη πρὸς Σοφονίαν τὸν τοῦ Χουσὶ υἱὸν Γοδολίου τοῦ Ἀμορίου τοῦ Ἐζεκίου ἐν ἡμέραις Ἰωσίου υἱοῦ Ἀμὼς βασιλέως Ἰούδα. ΠΡΟΦΗΤΕΥΕΙ μὲν ἐν τοῖς Ἱεροσολύμοις ὁ μακάριος Σοφονίας, οὐκ ἄσημος ὢν τὸ κατὰ σάρκα γένος, οὔτε μὴν κατ' ἐκείνους ὑπάρχων, οἷς ἦν ἔθος τὸ ψευδοεπεῖν, καὶ τοὺς θείους τοῖς ἀκροωμένοις ὑποπλάττεσθαι λόγους, περὶ ὧν ἔφη καὶ ὁ θεσπέσιος Ἰεζεκιήλ "Οὐαὶ οἱ προφητεύοντες ἀπὸ καρ- "δίας αὐτῶν, καὶ τὸ καθόλου μὴ βλέποντες," καὶ μὴν καὶ αὐτὸς ὁ τῶν ὅλων Θεὸς διὰ τῆς Ἱερεμίου φωνῆς "Οὐκ ἀπέ- 2.168 "στελλον τοὺς προφήτας, καὶ αὐτοὶ ἔτρεχον· οὐδὲ ἐλάλησα "πρὸς αὐτοὺς, καὶ αὐτοὶ ἐπροφήτευον." ἀλλ' ἦν ἀλη- θῶς προφήτης, τοὺς ἐκ στόματος Κυρίου διαπορθμεύων λόγους, καὶ Ἁγίου μὲν ἀναπιμπλάμενος Πνεύματος, ἀνα- βρύων δὲ ὥσπερ ἐκ πηγῆς ἀγαθῆς τῆς καρδίας αὐτοῦ τὰ ἀγαθά· ψευδηγορεῖν γὰρ οὐκ οἶδε τῶν ἁγίων ἡ γλῶττα. Ὁ δέ γε τῆς προφητείας σκοπὸς ἐπίπληξιν ἔχει τῶν οὐ- σῶν ἐν τοῖς Ἱεροσολύμοις δύο φυλῶν· τοῦ τε Ἰούδα φημὶ καὶ τοῦ Βενιαμίν. γράφεται γὰρ ὡς ἠσεβηκότας, καὶ ταῖς τῶν εἰδώλων ἀπάταις ἀνοσίως προσνενευκότας, καὶ πρὸς πᾶν ὁτιοῦν ἑτοίμως διάττοντας τῶν ἀπᾳδόντων Θεῷ· προσεπ- ενήνεκται δὲ χρησίμως καὶ τῆς βασιλείας ὁ χρόνος, καθ' ὃν τὰ τοιάδε προσλελάληκε τοῖς προσκεκρουκόσιν, ἵνα τὴν τῶν τὸ τηνικάδε πραγμάτων πολυπραγμονοῦντες κατάστασιν, λοιπὸν ἐννοῶμεν ἐφ' ὅτῳ τε καὶ ὅση γέγονεν ἐπ' αὐτοὺς τῆς θείας ὀργῆς ἡ κίνησις. Οὐκοῦν· ἀφηγήσομαι γὰρ ἀνὰ μέρος ἃ δὴ καὶ ὀνίνησι τοὺς ἐντευξομένους· βεβασίλευκε κατὰ καιροὺς ἐν τοῖς Ἱερο- σολύμοις ὁ Ἑζεκίας, ἀνὴρ τῶν ὅτι μάλιστα φιλοθεωτάτων, εὐσεβείας ἐραστὴς, δικαιοσύνης πρύτανις, ἀπάτης ἐχθρὸς, καὶ τὰ ἐκ τῆς εἰδωλολατρείας περικόπτων βλάβη· προσμε- μαρτύρηκε γὰρ αὐτῷ τὰ τοιάδε σαφῶς τὸ γράμμα τὸ ἱερόν. τούτου διέποντος τὴν ἐν 348 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. τοῖς Ἱεροσολύμοις βασιλίδα τι- μὴν, ἀνέβη Σεναχηρεὶμ, ὁ Ἀσσυρίων τύραννος, εἷλέ τε τὴν Σαμάρειαν, καὶ ἀπῴκισε τὸν Ἰσραήλ· τουτέστι, τὰς δέκα φυλάς· εἰς τὰ ὄρη Περσῶν καὶ Μήδων, προσεμπρήσας δὲ 2.169 καὶ τῆς Ἰούδα βασιλείας οὐκ εὐαριθμήτους πόλεις, οὐ κεκρά- τηκε τῶν Ἱεροσολύμων, Θεοῦ προασπίζοντος. ἐναργῆ δὲ ὄντα τῆς ἱστορίας τὸν λόγον παραδραμεῖν ἀναγκαῖον. Εἶτα τεθνεῶτος Ἐζεκίου διαδέχεται τὴν βασιλείαν ὁ Μα- νασσῆς, γεγονὼς ἐξ αὐτοῦ, ὃς ἦν οὕτω δυσσεβὴς, ὡς μηδένα τρόπον φαυλότητος ἀνεπιτήδευτον ἐᾶν. γέγραπται δὲ οὕτως περὶ αὐτοῦ ἐν τῇ τετάρτῃ τῶν βασιλειῶν "Καὶ ἐποίησε τὸ "πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου κατὰ τὰ βδελύγματα τῶν "ἐθνῶν ὧν ἐξῆρε Κύριος ἀπὸ προσώπου τῶν υἱῶν Ἰσραήλ. "καὶ ἐπέστρεψε καὶ ᾠκοδόμησε τὰ ὑψηλὰ ἃ κατέσπασεν "̓Εζεκίας ὁ πατὴρ αὐτοῦ, καὶ ἀνέστησε θυσιαστήριον τῇ "Βάαλ, καὶ ἐποίησεν ἄλση, καθὼς ἐποίησεν Ἀχαὰβ βασι- "λεὺς Ἰσραὴλ, καὶ προσεκύνησε πάσῃ τῇ δυνάμει τοῦ οὐ- "ρανοῦ, καὶ ἐδούλευσεν αὐτοῖς· καὶ ᾠκοδόμησε θυσιαστήριον "ἐν οἴκῳ Κυρίου, ᾧ εἶπεν Ἐν Ἱερουσαλὴμ θήσω τὸ ὄνομά "μου, καὶ ᾠκοδόμησε θυσιαστήριον πάσῃ τῇ δυνάμει τοῦ "οὐρανοῦ ἐν ταῖς δυσὶν αὐλαῖς οἴκου Κυρίου, καὶ διήγαγε "τοὺς υἱοὺς αὐτοῦ ἐν πυρὶ, καὶ ἐκληδονίζετο καὶ οἰωνίζετο, "καὶ ἐποίησε θελητὴν, καὶ γνώστας ἐπλήθυνε τοῦ ποιεῖν τὸ "πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου παροργίσαι αὐτόν. καὶ "ἔθηκε τὸ γλυπτὸν τοῦ ἄλσους ἐν τῷ οἴκῳ ᾧ εἶπε Κύριος "πρὸς ∆αυεὶδ καὶ πρὸς Σολομῶνα τὸν υἱὸν αὐτοῦ Ἐν τῷ "οἴκῳ τούτῳ καὶ ἐν Ἱερουσαλὴμ ᾗ ἐξελεξάμην ἐκ πασῶν "φυλῶν Ἰσραὴλ καὶ θήσω τὸ ὄνομά μου ἐκεῖ εἰς τὸν "αἰῶνα." ταῦτα δρῶντος ἀνοσίως τοῦ Μανασσῆ λοιπὸν ἠγανάκτει, καὶ μάλα εἰκότως, ὁ τῶν ὅλων Θεὸς, καὶ τοῖς Ἰερο- σολύμοις ἐποίσειν ἤδη τὰ ἐξ ὀργῆς ἠπείλει σαφῶς. γέγραπται δὲ οὕτω πάλιν "Καὶ ἐλάλησε Κύριος ἐν χειρὶ δούλων αὐτοῦ 2.170 "τῶν προφητῶν λέγων Ἀνθ' ὧν ὅσα ἐποίησε Μανασσῆς

About this text

Cyril of Alexandria, Commentary on the Twelve Prophets (Greek). SERIES on this page: Hosea through Malachi CLOSEOUT.

English follows PG 71–72 Greek (CPG 5204). Hill FOTC / Holy Cross / modern English syncs were not used as wording. Twelve Prophets SERIES CLOSEOUT Hosea–Malachi.

Witnesses

  • Copy-text PG 71–72 — Commentarius in XII Prophetas (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.