Commentary on the Twelve Prophets · §zephaniah-t1-rem-close

Zephaniah Tomos 1 rem close CLOSEOUT

Rem CLOSEOUT: Zephaniah Tomos 1 CLOSEOUT.

Greek

2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. πεπλημμεληκότων ἡ σφαγὴ, ἐπ' αὐτὰ δὴ καὶ πρῶτα τὰ τῶν ἄλλων ἐξῃρημένα κατὰ τὴν δόξαν καὶ προεκκείμενα πράγματα, βαδιεῖται τὰ ἐξ ὀργῆς. ταῦτα δέ ἐστιν, ὁ τοῦ βασιλεύοντος οἶκος· καὶ ὁ γείτων εὐθὺς τῶν ἐν δόξῃ καὶ περιφανείᾳ κειμένων· καὶ τρίτος ἐπ' αὐτοῖς ὁ καὶ τῶν ἄλλων παρὰ Θεῷ προτιμότερος ὁ τῶν θείων ἱερουργῶν· ἄρχοντες δὲ καὶ αὐτοὶ, καὶ λαῶν ἡγούμενοι, κατά γε τῆς ἱερωσύνης τὴν τάξιν. αἰτιᾶται δὲ λίαν αὐτοὺς, ὡς ἐνδεδυμένους ἐνδύματα ἀλλότρια, τουτέστιν, εἰς τοῦτο λοιπὸν ἀφιλοθεΐας ἱγμένους, καὶ τῶν πάλαι διὰ Μωυσέως τεθεσπισμένων καταφρονεῖν ᾑρημένους, ὡς μηδὲ αὐτὸ τῆς ἱερωσύνης τὸ σχῆμα τηρεῖν, καιροῦ καλοῦντος αὐτοὺς ἐπί γε τὸ δεῖν ἀποπεραίνειν τὰ ἱερά. 2.180 ὥσπερ οὖν οἱ ἐξ Ἀαρὼν γεγονότες δεδαπάνηνται πυρὶ, καὶ ἦν αὐτοῖς ἐπίκλημα καὶ γραφὴ, τὸ ἀλλότριον ἐπιθεῖναι τῷ θυσιαστηρίῳ πῦρ· τὸν αὐτὸν οἶμαι τρόπον καὶ οὗτοι, περὶ ὧν ἦν ὁ λόγος, ἐξαιτοῦνται δίκας, ὅτι τῆς πρεπούσης αὐτοῖς εὐκοσμίας ἠφειδηκότες, ἱεροπρεπῶς μὲν οὐκ ἐστέλλοντο κατά γε τὸ τῷ νομοθέτῃ δοκοῦν, ἐνδύμασι δὲ ἀλλοτρίοις ἠμφιεσμένοι, δρᾶν ἀπετόλμων τὰ ἱερά. ἀπόδειξις δὲ καὶ τοῦτό ἐστι καταφρονήσεως τῆς ἐσχάτης καὶ τοῦ μηδενὸς ἀξιοῦσθαι λόγου παρ' αὐτοῖς τὸν νόμον. εἶτα πῶς ἦν ἐν- νοεῖν ἐν φροντίδι γενέσθαι τοῖς ἄλλοις τοῦ νόμου τὴν τήρη- σιν, εἰ μηδεὶς αὐτοῦ τοῖς ἡγουμένοις ὁ λόγος; ταύτῃτοί φησιν Ἐκδικήσω ἐμφανῶς ἐπὶ τὰ πρόπυλα· καὶ ὃ βούλεται δηλοῦν, ἔστι τοιοῦτον. πλημμελοῦντα πλειστάκις τὸν Ἰσ- ραὴλ, καὶ τοῖς διὰ τῶν προφητῶν οὐκ εἴκοντα λόγοις, ἐκάλει πρὸς μετάγνωσιν, ταῖς ἔξωθεν λύπαις ἐπανορθῶν ὡς πατὴρ, ἁπτόμενος δὲ καὶ τῶν σωμάτων αὐτῶν ἔσθ' ὅτε· οἷόν τι φημὶ, ἐπάταξεν ἐν ἀνεμοφθορίᾳ τοὺς ἐν ἀγρῷ καρποὺς, ἢ βροῦχον ἔσθ' ὅτε καὶ ἀκρίδα καθιεὶς, ἢ κάμπην ἐπισωρεύσας, ἢ τὴν καλουμένην ἐρυσίβην· λελύπηκε δὲ καὶ "ἐν πυρώσει "καὶ ἐν ἰκτέρῳ," κατὰ τὴν τοῦ προφήτου φωνήν. ταῦτα κατὰ καιροὺς ἐπιφέρων, οἷον ἔπληττε λεληθότως· νυνὶ δὲ, φησὶν, ἐκδικήσω ἐμφανῶς ἐπὶ τὰ πρόπυλα, τουτέστιν, οὐ λεληθότως ἐποίσω τὰ ἐξ ὀργῆς, οὐ βροῦχος ἔσται καὶ ἐρυσίβη τὰ καθ' ὑμῶν, οὐκ ἀῤῥωστία σωματική· ἀλλὰ γυμνῶς ἀποστίλβον τῶν πολεμίων τὸ ξίφος, καὶ τοῖς εἰς ἐμὲ δεδυσσεβηκόσιν ἀπειλοῦν τὸν ὄλεθρον, καὶ εἰς αὐτὰ τοῦ ναοῦ τὰ πρόπυλα καταφθεῖρον ὠμῶς τοὺς πληροῦντας τὸν οἶκον τοῦ Θεοῦ αὐτῶν ἀσεβείας καὶ δόλου. τίς οὖν ἡ ἀσέβεια; τίς δὲ καὶ ὁ δόλος; ἕτερος ἡμῖν προφήτης σαφηνιεῖ λέγων περὶ τῆς Ἱερουσαλήμ "Οἱ ἡγούμενοι αὐτῆς μετὰ δώρων ἔκρινον καὶ οἱ προφῆται 2.181 "αὐτῆς μετὰ ἀργυρίου ἐμαντεύοντο·" καὶ μὴν καὶ ὁ σοφὸς Ἡσαΐας ἀποτείνεταί που πρὸς αὐτὴν καί φησιν "Οἱ ἄρ- "χοντές σου ἀπειθοῦσι, κοινωνοὶ κλεπτῶν, ἀγαπῶντες δῶρα, "διώκοντες ἀνταπόδομα, ὀρφανοῖς οὐ κρίνοντες, καὶ κρίσει "χήρας οὐ προσέχοντες." Προσεκτέα δὴ οὖν τοῖς τῶν θείων θυσιαστηρίων ἱερουργοῖς, μὴ ἄρα πως ταῖς τοιαῖσδε περιπίπτοιεν γραφαῖς. τυπικῶς μὲν γὰρ οἱ πάλαι τὴν ταῖς ἱερουργίαις πρέπουσαν ἐδέχοντο στολήν. ἐπειδὴ δὲ τῆς ἐν πνεύματι λατρείας ἐνέστηκεν ὁ καιρὸς, ἄμφιον ἔστω λαμπρὸν καὶ στολή τις ὥσπερ ἱερο- πρεπὴς ἑκάστῳ τῶν κεκλημένων εἰς λειτουργίαν, πίστις ὀρθὴ καὶ ἀμώμητος, βίος εὐαγγελικὸς, πολιτεία σεμνὴ καὶ ἐννο- μωτάτη, καὶ τρόπος ὀρθὸς, λημμάτων αἰσχρῶν οὐχ ἡττώ- μενος, φροντὶς ὁρῶσα πρὸς ἀρετὴν, καὶ τοῦ παντὸς ἀξιοῦσα λόγου τὸ ἁνδάνον Θεῷ. 9Καὶ ἔσται ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, λέγει Κύριος, φωνὴ κραυγῆς ἀπὸ πύλης ἀποκεντούντων, καὶ ὀλολυγμὸς ἀπὸ τῆς δευτέρας, καὶ συντριμμὸς μέγας ἀπὸ τῶν βουνῶν.9 Καταγράφει σαφῶς τοῦ πολέμου τὰς συμφορὰς, καὶ οἷον πίπτοντάς τε καὶ ὀλλυμένους καί σφισιν αὐτοῖς ἐποιμώ- ζοντας ἐπιδεικνύει τινὰς, ἵνα τῷ μεγέθει τῶν ἐσομένων κακῶν ἡττώμενοι, μεταφοιτᾶν ἕλοιντο πρὸς τὸ ἐπείγεσθαι δρᾶν τὰ ἀμείνω καὶ πρεπωδέστερα, οὕτω τε λοιπὸν ἔξω φέροιντο τῆς ὀργῆς. ἀγαθὸς γὰρ ὁ ∆ημιουργὸς, καὶ οὐ θέλει "τὸν θάνατον "τοῦ ἀποθνήσκοντος, ὡς τὸ ἀποστρέψαι αὐτὸν ἀπὸ τῆς ὁδοῦ "αὐτοῦ τῆς πονηρᾶς, καὶ ζῆν αὐτὸν," κατὰ 353 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. τὴν τοῦ προφήτου 2.182 φωνὴν Ἰεζεκιήλ. κατ' ἐκεῖνο δὴ οὖν τοῦ καιροῦ φησιν ἀπὸ μιᾶς μὲν πύλης τῶν ἀποκεντούντων, τουτέστι, τῶν ἀποσφατ- τόντων τοὺς παρεμπίπτοντας, δεινή τις ἔσται καὶ ἀμειδὴς ἀναφώνησις. ἀεὶ γάρ πως ἐν ταῖς ἁλισκομέναις τῶν πόλεων εἰσελαύνοντες οἱ πολέμιοι φρικτόν τι καταλαλάζουσι, προ- κατακλῶντες εἰς φόβον τοὺς ἐν αὐταῖς, προτροπάδην τε ὥσπερ ἀλλήλους καταθήγοντες εἰς ὠμότητα. ἀπὸ δέ γε τῆς ἑτέρας πύλης ἔσται, φησὶν, ὀλολυγὴ καὶ δάκρυον, συνωθου- μένων ἀλλήλοις τῶν ἑαλωκότων, καὶ ἑκάστου διασπεύδοντος τῆς πόλεως ἀποπηδᾶν ὡς νεὼς βεβαπτισμένης. ἔσεσθαι δὲ καὶ συντριμμὸν μέγαν φησὶν ἀπὸ τῶν βουνῶν, τάχα που βουνοὺς τὴν καλουμένην ἄνω πόλιν ἐν τοῖς Ἱεροσολύμοις, ἤτοι τὴν Σιὼν ὀνομάζων, ἤγουν ἕτερόν τι δηλῶν. ἀεὶ γάρ πως ἐν ταῖς τῶν πολέμων καταδρομαῖς εἰς τὰς τῶν ὀρῶν καταφεύγουσι κορυφὰς οἱ ἔνοικοι, τὴν τῶν τόπων δυσχωρίαν πρὸς ἐμποδὼν ἔσεσθαι τοῖς ἐχθροῖς ἡγούμενοι, καὶ τὰς τῶν διωκόντων αὐτοὺς ἀνακόψειν ὁρμάς. καὶ γοῦν ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς προσπεφώνηκέ ποτε τοῖς Ἰουδαίων δήμοις "Ὅταν δὲ ἴδητε κυκλουμένην ὑπὸ στρατοπέδων τὴν "̔Ιερουσαλὴμ, τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν ἐπὶ τὰ "ὄρη." Οὐκοῦν Θεοῦ πλήττοντος, καὶ δίκας αἰτοῦντος τῶν ἡμαρ- τημένων τοὺς καταφρονεῖν ᾑρημένους, οὐδὲν ὀνήσει τοὺς πάσχοντας, οὐ πόλις εὐπυργοτάτη, οὐ τειχῶν ἀκατάσειστοι περιβολαὶ, οὐκ ὀρῶν ἀναστήματα καὶ πετρῶν ἀγριότητες, οὐκ ἀστιβὴς δυσχωρία· σώζει δὲ μόνη μετάγνωσις, ἐκδυ- σωποῦσα τὸν Κριτὴν, καὶ κατευνάζουσα τὸν θυμὸν, καὶ εἰς 2.183 τὴν αὐτῷ πρέπουσαν ἡμερότητα καλοῦσα προχείρως ἀγαθὸν ὄντα φύσει τὸν ∆ημιουργόν. καὶ ἄμεινον μὲν τὸ παντὶ παραιτεῖσθαι σθένει τὸ προσκρούειν αὐτῷ· ἐπειδὴ δὲ δια- νένευκεν ἡ ἀνθρώπου φύσις ἐπὶ τὸ φαῦλον ἀεὶ, καὶ "πολλὰ "πταίομεν ἅπαντες," τὸ βεβηκὸς εἰσάπαν πρὸς ἀρετὴν οὐκ ἔχοντες, κἂν γοῦν ταῖς εἰς τὸ ἄμεινον ἀναδρομαῖς ἐπανορθοῦν σπουδάζωμεν τὰς ἑαυτῶν γνώμας, καὶ ταῖς μεταγνώσεσι καλῶμεν εἰς ἡμερότητα χρηστὸν ὄντα κατὰ φύσιν, καθάπερ ἔφην ἀρτίως, τὸν τῶν ὅλων ∆εσπότην. 9Θρηνήσατε οἱ κατοικοῦντες τὴν κατακεκομμένην, ὅτι ὡμοιώθη πᾶς ὁ λαὸς Χαναὰν, ἐξωλοθρεύθησαν πάντες οἱ ἐπηρμένοι ἀργυρίῳ.9 Ὅτι φείσεται μὲν οὐδενὸς τῶν Βαβυλωνίων ὁ σίδηρος, ἀπολεῖ δὲ ἄρδην τοὺς ἀνὰ πᾶσαν τὴν Ἰουδαίαν, σημαίνει μὲν διὰ τούτων. κατολοφύρεσθαι δὲ προστέταχε τοὺς ἐν τοῖς Ἱεροσολύμοις περιλελειμμένους, καὶ διαφυγεῖν ἰσχύσαν- τας, ὡς ὠλοθρευμένην τὴν Ἰουδαίαν, καὶ τὴν διαβόητον παρ' αὐτοῖς κατακεκομμένην πόλιν· διάτοι τὸ πάντα τὸν ἐν αὐτῇ λαὸν τοῖς τῶν Χαναναίων ἁμιλλᾶσθαι τρόποις, καὶ τὰ ἐκεί- νων ἑλέσθαι ζηλοῦν, παρισοῦσθαι δὲ οὕτως εἰς πάντα αὐτοῖς, ὡς τάχα που καὶ ὑπερφέρεσθαι καὶ κατόπιν ἐᾶν. ἀλλογενεῖς δὲ οἱ Χαναναῖοι, θεομισεῖς τε καὶ ἀλιτήριοι καὶ εἰδωλολάτραι, καὶ τῶν ὅτι μάλιστα διαβεβλημένων ἐφ' ἅπασι τοῖς ἐκτοπω- τάτοις. καὶ γοῦν παρά γε τοῖς ἱεροῖς γράμμασιν ὀνειδίζεταί τις, ἀκούων "Σπέρμα Χαναὰν, καὶ οὐχὶ Ἰούδα." ὅτι δὲ ἀνόνητος ὁ πλοῦτος αὐτοῖς, ἔρεισμά τε σαθρὸν καὶ εὐδιά- κλαστον, διερμηνεύει πάλιν, ἀπολέσθαι διαβεβαιούμενος τοὺς ἐπηρμένους τῷ ἀργυρίῳ, τουτέστι, τοὺς μέγα φρονεῖν εἰω- 2.184 θότας ἐπὶ πλούτῳ καὶ χρήμασιν, καὶ ὑψηλὴν ἀνασπῶντας ἐπ' αὐτῷ δὴ τούτῳ τὴν ὀφρύν. ἐπειδὴ γὰρ λημμάτων αἰσχρῶν ἡττώμενοι, καὶ κεχηνότες εἰς τοῦτο, "τὸν οἶκον τοῦ "Θεοῦ αὐτῶν, καθά φησιν αὐτὸς, ἀσεβείας ἐπλήρουν καὶ "δόλου," ταύτῃτοι δικαίως ὡς ἀδρανὲς καὶ ἀνόνητον, καὶ οὐδένα σώζειν εἰδὸς τὸ πλουτεῖν ἐξελέγχεται.

About this text

Cyril of Alexandria, Commentary on the Twelve Prophets (Greek). SERIES on this page: Hosea through Malachi CLOSEOUT.

English follows PG 71–72 Greek (CPG 5204). Hill FOTC / Holy Cross / modern English syncs were not used as wording. Twelve Prophets SERIES CLOSEOUT Hosea–Malachi.

Witnesses

  • Copy-text PG 71–72 — Commentarius in XII Prophetas (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.