Zephaniah Tomos 2 rem mid
Rem mid: lemma continues; spiritual reading held with the letter.
Greek
ε φωνῆς, ἢ τῆς ἐν τῷ ὄρει Σινᾷ πρὸς αὐτὴν γεγενη- μένης· ἤγουν τὴν φωνὴν ἀντὶ τῆς νουθεσίας παραδεξόμεθα. 9Οὐκ ἐδέξατο παιδείαν.9 Περιυβρίζουσα γὰρ τὸν παιδαγωγοῦντα νόμον καὶ ἀπο- κομίζοντα πρὸς δικαιοσύνην, ἐτράπετο πρὸς "διδασκαλίας, "ἐντάλματα ἀνθρώπων," καὶ ταῖς ἰδίαις ἀκολουθοῦσα γνώ- μαις, ἔξω 365 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. γέγονε τῆς εὐθείας ὁδοῦ, καὶ ἀπομεμένηκεν ἀμαθὴς καὶ τῶν θείων ἄμοιρος παιδευμάτων. 9Ἐπὶ τῷ Κυρίῳ οὐκ ἐπεποίθησε.9 Πολέμου γὰρ καταθλίβοντος, καὶ ἀγῶνος ἐγκειμένου, καὶ 2.213 κινδύνων ἐπηρτημένων, δέον αὐτὴν τὴν τῶν προγόνων εὐσέ- βειαν ἀπομιμεῖσθαι φιλεῖν, καὶ ἐπὶ μόνῳ πεποιθέναι τῷ διασώζοντι Θεῷ, "Αἴγυπτον ἐπεκαλεῖτο," κατὰ τὸ γεγραμ- μένον, "καὶ εἰς Ἀσσυρίους ἐπορεύθησαν," καὶ κατεμισθοῦτο Σύρους ἤγουν Ἄραβας, μονονουχὶ τὴν θείαν ἀτιμάζουσα δύναμιν. 9Καὶ πρὸς τὸν Θεὸν αὐτῆς οὐκ ἤγγικεν.9 Ἐγγίζομεν δὲ τῷ Θεῷ διὰ πάσης ἐπιεικείας, καὶ τὰ αὐτῷ δοκοῦντα κατορθοῦν ᾑρημένοι. ἐγγίζομεν δὲ καὶ καθ' ἕτερον τρόπον, αὐτὸν εἶναι μόνον φύσει τε καὶ ἀληθῶς Θεὸν καὶ βασιλέα τῶν ὅλων καὶ δημιουργὸν πιστεύοντες, καὶ ἐπ' αὐτῷ τὸ σύμπαν ἕτερον οὐδένα παραδεχόμενοι. 9Οἱ ἄρχοντες αὐτῆς ἐν αὐτῇ ὡς λέοντες ὠρυόμενοι.9 Ἀπαριθμεῖται τὰ ἐγκλήματα, καὶ παράγει τὰς αἰτίας, ἐφ' αἷς εἰκότως κεκίνηται καὶ κέκλιται πρὸς ὀργὰς, ἵνα δὴ φαίνοιτο λοιπὸν κολάζων ἐν δίκῃ τοὺς ἠσεβηκότας καὶ καθιγμένους εἰς τοῦτο φαυλότητος, ὡς ἀφόρητον ἤδη πως τὸ χρῆμα καὶ αὐτῷ γενέσθαι Θεῷ. ἦσαν οὖν, φησὶν, οἱ ἄρχοντες αὐτῆς ὡς λέοντες. τί δὲ δὴ δρῶσιν ἐκεῖνοι; λιμοῦ καταθή- γοντος, καὶ εἰς ἔφεσιν αὐτοὺς καλοῦντος τροφῆς, ὄρη τε καὶ νάπας περιθέουσιν εὐσθενῶς, δεινόν τι καὶ ἀπηχὲς καταβρυ- χώμενοι· κἂν εἴ τι που θεάσαιντο τῶν ἐπιτηδείων εἰς βρῶσιν, οἷον βροντὴν κατηχήσαντες, εἰς δέος ἄγουσι τοσοῦτον, ὡς ἀποπεπῆχθαι δοκεῖν, καὶ οἷόν τι σικάλοις ἐνεσφιγμένον, περιμένειν τὸν δαιτυμόνα. τοῦτο δέ τινες ἔδρων καὶ τῶν ἡγουμένων ἐν Ἰσραὴλ, τὸν ἐκ νόμου θάνατον τοῖς παρα- βαίνουσιν ὡρισμένον, ἐπιφέρειν ἔσθ' ὅτε καὶ τοῖς πλημ- 2.214 μελοῦσιν οὐδὲν ἀπειλοῦντες, εἰ μὴ δρᾶν ἕλοιντο τὰ αὐτοῖς θυμήρη τε καὶ φίλα, καὶ παραχωροῦντες ἐγκαλοῦσιν ἑτέροις, ἤγουν αὐτοῖς τοῖς δικάζουσι κτήσεων ἰδίων ἐξιστάμενοι. καταγράφει γὰρ αὐτῶν τὰ τοιάδε τῶν κακῶν καὶ δι' ἑτέρου προφήτου, λέγων· Μιχαίας δὲ οὗτος· "Ἐγένοντο "λογιζόμενοι κόπους καὶ ἐργαζόμενοι κακὰ ἐν ταῖς κοίταις "αὐτῶν, καὶ ἅμα τῇ ἡμέρᾳ συνετέλουν αὐτὰ, διότι οὐκ "ἦραν πρὸς τὸν Θεὸν χεῖρας αὐτῶν. καὶ ἐπεθύμουν ἀγροὺς, "καὶ διήρπαζον ὀρφανοὺς, καὶ οἴκους κατεδυνάστευον, καὶ "διήρπαζον ἄνδρα καὶ τὸν οἶκον αὐτοῦ, ἄνδρα καὶ τὴν κλη- "ρονομίαν αὐτοῦ." Καταβρυχῶνται δὲ ὥσπερ τῶν ἐν ἁπλῇ πίστει βιοῦν ᾑρημένων καὶ οἱ τῶν αἱρέσεων εὑρεταὶ, καὶ θεοστυγὲς ἀνοί- γοντες στόμα, τοὺς οὐδὲν εἰδότας μονονουχὶ κατεσθίουσιν ἀμαθεστέρους ἀποτελοῦντες, καὶ ψυχρὰς αὐτοῖς καὶ διε- στραμμένας ἐνιέντες ἐννοίας, καταμυθολογοῦντες δὲ οὕτως, καὶ τό γε σφίσιν αὐτοῖς εὖ ἔχειν ὑπειλημμένον φρονεῖν ἀναπείθοντες, ὡς ἤδη δοκεῖν τοὺς τοῖς παρ' αὐτῶν ἐναλόντας βρόχοις, τάχα που καὶ ἐκτεθνάναι, καὶ λίθοις ὀλίγα τοῖς ἀναισθήτοις παραχωρεῖν, οἷς ἄν τις ἐπιφωνήσειε, καὶ μάλα εἰκότως "Ἔγειραι ὁ καθεύδων καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, "καὶ ἐπιφαύσει σοι ὁ Χριστός." πλὴν, ὥς φησιν ὁ μακά- ριος ∆αυείδ "Ὁ Θεὸς συντρίψει τοὺς ὀδόντας αὐτῶν ἐν τῷ "στόματι αὐτῶν, τὰς μύλας τῶν λεόντων συνέθλασεν ὁ "Κύριος." 9Οἱ κριταὶ αὐτῆς ὡς λύκοι τῆς Ἀραβίας, οὐχ ὑπελίποντο εἰς τὸ πρωΐ.9 Φασὶ τοὺς ἐν Ἀραβίᾳ λύκους παντὸς ἐπέκεινα θηρὸς ἰέναι πρὸς ἀγριότητα, κατηῤῥωστηκέναι τε λίαν τὸ ἀκόρεστον εἰς 2.215 τροφὰς, ὀξεῖς δὲ οὕτως εἰς δρόμον, ὡς ἀποφοιτᾶν εὐκόλως παντὸς τοῦ διώκοντος. ἔφη γάρ που καὶ δι' ἑτέρου προ- φήτου περὶ τῶν ἐκ Βαβυλῶνος ἵππων "ὀξύτεροι ὑπὲρ τοὺς "λύκους τῆς Ἀραβίας." δέχεται τοίνυν εἰς τὸ παρὸν τὴν τῶν λύκων ἀπληστίαν εἰς ὑποτύπωσιν τῶν κριτῶν, οἷον ὅλῳ στόματι καὶ ἀκορέστοις ὀδοῦσι δαπανώντων τοὺς κρινο- μένους, διὰ τοῦ πλεῖστά τε ὅσα καὶ τὰ ὑπὲρ δύναμιν ἐξαιτεῖν ἐπὶ τῇ τοῦ δικαίου παρατροπῇ, καὶ ἵνα τὸ τῷ θείῳ νόμῳ δοκοῦν εἰς τὸ ἑτέροις τισὶν ἁνδάνον ἀνοσίως παρευθύνοιτο. ἀλλ' ἦν ἄμεινον ἐννοεῖν αὐτοὺς, ὅτι καθά φησιν ὁ παροιμια- στής "Λαμβάνοντος δῶρα ἐν κόλποις οὐ κατευοδοῦνται ὁδοί." "Τὰ γὰρ δῶρα ἐκτυφλοῖ ὀφθαλμοὺς σοφῶν καὶ λυμαίνεται "ῥήματα δίκαια," κατὰ τὸ 366 Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. γεγραμμένον. τί γὰρ ὅλως τὸ περιττὸν ἐκ δωροδοκίας; τί δὲ τὸ αἰσχρὸν ὀνήσει λημμάτιον τοὺς ἀγαπῶντας αὐτό; μᾶλλον δὲ ποίαν ἂν αὐτοῖς ζημίαν οὐκ ἐνεργάσαιτο; καὶ γάρ ἐστιν ἀληθὴς ὁ μακάριος Παῦλος λέγων "Οἱ δὲ βουλόμενοι πλουτεῖν ἐμπίπτουσιν εἰς πει- "ρασμὸν καὶ παγίδα καὶ ἐπιθυμίας πολλὰς ἀνοήτους καὶ "βλαβερὰς, αἵ τινες βυθίζουσι τοὺς ἀνθρώπους εἰς ὄλεθρον "καὶ ἀπώλειαν." "Αἱρετὸν οὖν ὄνομα καλὸν ἢ πλοῦτος "πολὺς," καὶ ἔστιν ἀληθῶς σοφὸς δὴ λίαν καὶ ἀτρεκὴς ὁ λόγος. 9Οἱ προφῆται αὐτῆς πνευματοφόροι ἄνδρες καταφρονηταί.9 Εὖ γε τὸ αὐτῆς ἐπὶ προφητῶν ἐνθάδε, ὅτι μὴ γεγόνασι Θεοῦ, λαλοῦντες ἐπισφαλῶς τὰ "ἀπὸ καρδίας αὐτῶν καὶ οὐκ ἀπὸ στόματος Κυρίου," κατὰ τὸ γεγραμμένον. κατει- ρωνεύεται δὲ ὁ λόγος, πνευματοφόρους ἀποκαλῶν· οὐχ ὡς ἐν μεθέξει γεγονότων ἐκείνων τοῦ Ἁγίου Πνεύματος ἀληθῶς, ἀλλ' ὡς πλάττεσθαι τολμώντων τὸ τῆς προφητείας χρῆμα, 2.216 καὶ ὅτι μεμέστωνται τοῦ Ἁγίου Πνεύματος οὐ κατοκνούντων εἰπεῖν. θέλοντες τοίνυν εἶναι, φησὶ, καὶ προφῆται καὶ πνευ- ματοφόροι, καὶ τὸ σεμνὸν οὕτως ὄνομα ταῖς σφῶν αὐτῶν περιπλάττοντες κεφαλαῖς, τοσοῦτον γεγόνασι καταφρονηταὶ, ὡς μηδὲ ὅτι ποτ' ἐστὶ τὸ ἐπιεικὲς εἰδέναι, προσαπολλύναι δὲ καὶ ἑτέρους, οἷς ἐλάλουν τὰ ἀπὸ καρδίας, καὶ τοῦτο ἐπὶ σμικροῖς καὶ εὐτελεστάτοις τισὶ λημματίοις οἱ τάλανες, καὶ ὡς ὁ προφήτης φησὶν Ἰεζεκιήλ "ἕνεκεν δρακὸς κριθῆς καὶ "κλάσματος ἄρτου." καὶ ἀποπληξίας δὲ πρὸς τοῦτο κατώ- λισθον, ὡς τῆς ἀποῤῥήτου δόξης βουλὰς εἶναι λέγειν τὰς ἑαυτῶν, καὶ τὰ ἀπὸ γνώμης ἰδίας ἀποβρασσόμενα ῥήματα, θείους εἶναι λόγους διϊσχυρίζεσθαι. καὶ γοῦν ἔφασκε περὶ αὐτῶν διὰ τῆς Ἱερεμίου φωνῆς "Οὐκ ἀπέστελλον τοὺς "προφήτας, καὶ αὐτοὶ ἔτρεχον· οὐδὲ ἐλάλησα πρὸς αὐτοὺς, "καὶ αὐτοὶ προεφήτευον·" αὐτοῦ δὲ τοῦ προφήτου διακεκρα- γότος ἐναργῶς καὶ λέγοντος "Ὁ ὢν ∆έσποτα Κύριε, ἰδοὺ "οἱ προφῆται αὐτῶν προφητεύουσι καὶ λέγουσιν Οὐκ ὄψεσθε "μάχαιραν καὶ λιμὸς οὐκ ἔσται ἐν ὑμῖν, ὅτι ἀλήθειαν καὶ "εἰρήνην δώσω ἐπὶ τῆς γῆς καὶ ἐν τῷ τόπῳ τούτῳ·" μονον- ουχὶ καὶ ἀντεκεκράγει λέγων ὁ τῶν ὅλων Θεός "Ψευδῆ οἱ "προφῆται προφητεύουσιν ἐπὶ τῷ ὀνόματί μου, οὐκ ἀπέστειλα "αὐτοὺς καὶ οὐκ ἐνετειλάμην αὐτοῖς καὶ οὐκ ἐλάλησα πρὸς "αὐτούς· ὅτι ὁράσεις ψευδεῖς καὶ μαντείας καὶ οἰωνίσματα "καὶ προαιρέσεις καρδίας αὐτῶν αὐτοὶ προφητεύουσιν ὑμῖν. "εἰ προφῆταί εἰσι, καὶ εἰ ἔστι λόγος Κυρίου ἐν αὐτοῖς, "ἀπαντησάτωσάν μοι. τί τὸ ἄχυρον πρὸς τὸν σῖτον; οὕ- "τως οἱ λόγοι μου, λέγει Κύριος. οὐχ οἱ λόγοι μου ὡς "πῦρ φλέγον, λέγει Κύριος, καὶ ὡς πέλυξ κόπτων πέτραν;" καθικνεῖται γὰρ εἰς νοῦ βάθος ὁ παρὰ Θεοῦ λόγος, καὶ μο-
About this text
Cyril of Alexandria, Commentary on the Twelve Prophets (Greek). SERIES on this page: Hosea through Malachi CLOSEOUT.
English follows PG 71–72 Greek (CPG 5204). Hill FOTC / Holy Cross / modern English syncs were not used as wording. Twelve Prophets SERIES CLOSEOUT Hosea–Malachi.
Witnesses
- Copy-text PG 71–72 — Commentarius in XII Prophetas (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.