Commentarii in Ecclesiasten · §u02-rem-close

Unit 2 rem close

Rem CLOSEOUT: Unit 2 CLOSEOUT.

Greek

ἐπιγίνεταί τ̣ινα μείζονα. οὐ πολ λὰ οὖν μνημονεύει, ἀλλὰ μέχρι τοῦ π̣άροντος ἔχει τὴν ἐλπίδα λέγων· "φάγωμεν καὶ πίωμ̣ε̣ν, αὔριον γὰρ ἀποθνῄσκομεν". ἐπερ· τοῦτο οὖν "ὅτι ὁ θεὸς περισπᾷ αὐτόν"; περισπᾷ ἐν τούτοις, ἐπεὶ τὰ προηγούμενα οὐ θέλει κτήσασθαι, οὐδὲ πονεῖ περὶ ἀναλήμψεως αὐτῶν. ὅπως μὴ ἀκίνητος ἡ ψυχὴ γένηται, δίδοται αὐτῇ ἄλλα. εἶπον δὲ τ̣οῦτ̣ο̣ ἐν ἀρχῇ τοῦ βιβλίου, ὅτε εἰχόμη̣ν̣· "περισπασμὸν πονηρὸν ἔδωκεν ὁ θεός". ε᾿̣π̣ε̣ρ̣· τὴν ἀναγωγήν· "ὅτι οὐ πολλὰ μνημονεύει τ̣ὰς̣ ἡμέρας̣ τ̣ῆς ζωῆς αὐτοῦ, ὅτι ὁ θεὸς περ̣ισπ̣ᾷ αὐτὸν ἐν εὐφροσύνῃ καρ̣δι´̣ας α̣υ᾿̣του῀̣". ἡ κυρ̣ίως καὶ ἀληθῶς ζωη`̣ τ̣ο̣υ῀̣τ̣ο̣ τ̣ὸ κ̣ατ̣α`̣ φιλοσοφίαν καὶ ἀρετήν ε᾿̣σ̣τ̣ιν ζῆν. οὐ πολλὰ δὲ μνημο̣ν̣ε̣υ´̣ο̣υσιν ο̣ἱ ἄνθρωποι, οὐ περὶ πολλοῦ του῀̣το ποιοῦσιν· τοῖς περισπ̣ῶσιν καὶ τὰ ἥδ̣ε̣α̣ φέρουσιν ἐπιστάνουσιν μόνοις κα̣ὶ ἃ συνάγουσιν, μόνα περὶ ταῦτα σπ̣ουδ̣άζουσιν. ἔδει δὲ πολλὰ μνηςθῆ ναι π···· τῶν ἐνόντων τὰ ἐσόμενα τῇ ζωῇ ἑαυτοῦ τῇ ἀληθῶς. καὶ ὧδε οὖν κοι̣νή ἐστιν ἡ ζωὴ ἡ καθ' ἣν αἰσθανόμεθα, καθ' ἣν συνε ζευγμένην ἔχομεν τὴν ψυχ̣ὴν τῷ σώματι καὶ καθ' ἣν κινεῖται καὶ αἰσθ̣ητι κῶς τὰ ἄλογα ζῷα. ἰδία δε`̣ το̣υ῀̣ ἀνθρώπου ἐστὶν ἡ κατὰ λόγον καὶ θεωρίαν θεϊκήν. ἐπερ· ταύτης οὐ μέμ̣νηται; οὐ μέμνηται τῶν συντελούντων εἰς ταύτην τὴν ζωήν, ἐὰν μάταιόν̣ τι ἔχῃ. πάλιν ὧδε "καρδία" ἡμῖν ἐστιν ὁ ἀληθῶς νοῦς ο῾̣ ὁρῶν τὸν θεόν. ἀμέλει γοῦν ὁ ἅγιος "ἐν παρρησίᾳ" πρὸς τὸν θεὸν λέγει· "οὐκ ἐκολλήθη μοι καρ 166 δία σκανβή". πάλιν ἄλλοι ἔχουσιν "καρδίας σαρκίνας, ἐν αἷς γράφει τὸ πνεῦμα τοῦ θεοῦ τοῦ ζῶντος". σαρκίνας δὲ λέγει τὰς εὐείκτους, τὰς τα χέως δεχομένας τὴν γραφὴν του῀̣ πνεύματος. δύναται δὲ καὶ †ἐαν ὑπὸ τῶν† κατὰ τὸ ῥητόν, ὥστε τὴν αὑτοῦ καρδίαν εὐφραι´̣νει. εἵλατο γὰρ καρδίαν ἔχειν θηρεύουσαν ἡδονάς. δεῖ τοὺς λόγους̣ π̣ρὸς τοὺς λέγοντας ἐκλαμβάνειν. εἰ σοφός ἐστιν ὁ λέ γων, σοφῶς αὐτῶν ἀκούειν δεῖ. εἰ σοφὸς ὢν προσωποποιεῖται καὶ ἕτερον πρόσωπον καὶ κατάλληλον φέρει τῷ ἀνθρώπῳ ἐκείνῳ, ὁμιλίαν δεῖ πάλιν ἐκεί νου ἀκοῦσαι. ἐπεὶ αὐτὸς ὁ ἀπόστολος λέγ̣ε̣ι· "κἂν φάγωμεν, κἂν πίωμεν, οὔτε ὑστερούμεθα οὔτε π̣ε̣ρ̣ι̣σσεύομεν", ᾗ Χριστιανοί ἐσμεν ἢ σοφοὶ ἢ "δοῦλοι Χριστοῦ", οὐκ ἔχομεν προσθήκην ἢ ἀφαίρεσιν ἐκ τοῦ φαγεῖν ἔτι τ̣ι. ὅταν δὲ λέγῃ· "φάγωμεν καὶ πίωμεν, αὔριον γὰρ ἀποθνῄσκομεν", ο῾̣ αὐτός ἐστιν ὁ γράφων, ὁ αὐτός ἐστιν ὁ λέγων, ἀλλ' οὐκ ἀπὸ ἰδίου π̣ροσώ που, οὐχ ὡς ἀπόστολος λέγει, ἀλλὰ πρόσωπον ἐδέξατο τῶν λεγόντων, ὅτι πέρα τοῦ πάρο̣ν̣τος βίου τούτου οὐκ ἔστιν ἡ μετὰ ταῦτα ἡ ζωή. ἔστ̣ι̣ν̣ πονηρία, ἣν εἶδον ὑπὸ τὸν ἥλιον, καὶ πο̣λ̣λ̣η´̣ ἐστιν παρὰ τὸν ἄνθρωπον· ἀνήρ, ᾧ δώσει αὐτῷ ὁ θεὸς πλοῦτον καὶ ὑπάρχοντ̣α καὶ δόξαν. ταύταις κ̣ατ̣έχεται πονηρίαις· καὶ ταύτην "εἶδον ὑπὸ τὸν ἥλιον̣" κ̣α̣ὶ μάλιστα ἐν τοῖς α᾿̣ν̣θρώποις π̣ε̣ρ̣ισσε̣ύει. καὶ ἐν τοῖς ἀλόγοις ζῴοις ἔστιν διαφορὰν εὑρεῖν· οὐ πάντες οἱ ἵπποι οὕτω φιλοκαλοῦνται ὡς ο̣ἱ εἰς ἀγῶνας ἢ εἰς πολέμους παριστα´̣μενοι. καὶ ἐπὶ τῶν ὄνων καὶ κυνῶν ὁμοίως. πολλὴ δέ ἐστιν ἡ διαφορὰ περὶ τὸν ἄνθρωπον. ἐκεῖνα μὲν γὰρ ἀλλοίως ἔχουσιν. τὸ οὕτως ἀναπαύεσθαι ·····εια ἐστιν ἡ ἐκκα·ο̣υ̣μένη. ὧδε δὲ προαίρεσίς ἐστιν προαίρεσις περισπω̣μένη, προαίρεσις οὐ δυνα μένη κρῖναι τὰ ὠφελοῦντα καὶ μὴ ὠφελοῦντα· γνῶσίς ἐστιν ἐσφαλμένη τὸ νομίζειν, ὅτι ἐν πλούτῳ καὶ δόξῃ δύναταί τι παρα´̣γειν 8 παρὰ τοὺς ἀνθρώ πους, ὅτι ἐκ τῶν ἐναντίων καταδύεται, ἐξ ἀδοcίας καὶ πενίας. μεγάλη οὖν ἐστιν, ἐπε̣ι`̣ τῇ π̣ροαιρέσει λαμβάνεται. δοκεῖ δὲ λαμβάνειν τὸ οὐδ' εὐποιοῦν οὐδὲ κακοῦν· κάκωσιν δὲ ταύτην, ἣν δύναταί τις λαβεῖν, οὐ φέρει. 167 ἐὰν ἔχῃ λογισμὸν ὀρθόν, δ̣ο̣κεῖ παρὰ τὸ πάντων ἀνθρώπων γένος ἔχειν τι προὔ χον ὁ "ἀνήρ". οὐχ οὕτω ἐστὶν η῾̣ γυνὴ ὡς ὁ ἀνήρ, οὐχ οὕτως ὁ παῖς ὡς ὁ εἰς ἄνδρα ἐληλυθω´̣ς. εἰ τοίνυν "ἀνὴρ" ταῦτα καλῶς φέρει, πολλῷ πλέον οἱ ὑπο δεέστεροι τοῦ ἀνδρός. "ἔστιν", φησίν, "αὐτῷ πλοῦτος καὶ δόξα", καὶ οὐδὲν ἐκ τούτων πλέον ἔχει. ἐνῆν ἔχειν πλέον ἐξ αὐτῶν. ὁ σοφός, ἐὰν ἔχῃ "πλοῦτον", ἑτέρως χρᾶται τῷ πλούτῳ ἢ ὁ πολὺς ἄνθρωπος· ὁ "δόξαν" ἔχων, οὐ μέγα φρονεῖ ἐπὶ τῇ δόξῃ, ἀλλὰ καὶ συνεπικοσμεῖ αὐτη´̣ν. ἔσχεν ποτὲ δόξαν ὁ Ἰωσήφ, καὶ συνεπεκόσμησεν αὐτὴν ἡ ἰδία ἀρετή. καὶ οἱ ἄλλοι σοφο̣ι`̣ κ̣α̣θ' ἡμᾶς τοῦτ̣ο ἐποίησαν. ὁ μέντοι κεχηνὼς περὶ τὰ τείχη καὶ ἄλλως τῶν προσκαίρων κ̣ἀ`̣ν̣ καὶ ὀλίγα φροντ̣ίσας, ἐκεῖνος ἐν τούτοις ναυαγεῖ·

About this text

Didymus the Blind, Commentarii in Ecclesiasten (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Commentarii in Ecclesiasten — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.