Commentarii in Ecclesiasten Unit 3 opening
Unit 3.
Lemma-led open — σκοπῶ οὐ τὰ φαι νόμενα, ἀλλὰ τὰ μὴ βλεπόμενα
Greek
καὶ ἐν τοῖς ναυαγίοις οὐδὲ πενι´̣αν καλῶς φέρει οὐδὲ πλοῦτον ο̣ὐδὲ δόξαν· ἐξ οὗ παρίσταται ταῦτα τῷ ι᾿̣δ̣ίῳ λόγῳ ὄντα ἀδια´̣φορα. εἰ γὰρ δύνα̣ταί τις αὐτοῖς εὖ χρη´̣σασθαι καὶ χειρόνως, τῷ ἰδίῳ λόγῳ οὔτε̣ ἀγαθὰ οὔτε κακά ε̣ἰσιν. δύνα̣νται μέν τοι̣ χρῆσιν ἔχειν ἀγαθὴν καὶ χρῆσιν ἐπίλημπτον, λημ̣π̣τὴν καὶ ψεγομένην. καὶ οὐ θαυμαστόν, εἰ ἡμεῖς τοῦτο λέγομεν. καὶ ὁ Αἰγύπτιος ἐκεῖν̣ο̣ς ὃν λέγουσιν, Τρισμέγιστος λέγει, ὅτι οὐ λύει τὴν εἱμαρμένην ὁ σο φός· ο̣υ᾿̣κ̣ ἐ´̣στιν ὑπ̣ο`̣ τ̣η`̣ν̣ α᾿̣ν̣άγκην, οὐδὲ ὑπὸ τὸν κόσμον ἔστιν, ἀλλὰ ἄνω γέγο̣νεν τοῦ οὐρανοῦ, ἄνω γέγ̣ον̣εν ἡ δι̣α´̣νοια τῶν φαινομένων. τοὺς ἀγελαίους οὖν ἀνθρώπους λέγουσιν ὑπ' αὐτὴν εἶναι. ὁ οὖν ὑπεραναβε βηκὼς τὸν ἀνθρώπινον βίον κα̣ὶ δυνάμενος εἰπεῖν· "σκοπῶ οὐ τὰ φαι νόμενα, ἀλλὰ τὰ μὴ βλεπόμενα" τῷ τὰ φαινόμενα πρόσκαιρα εἶναι, αἰώ νια δὲ τὰ μὴ φαινόμενα, οὐκ ἀρρωστεῖ ἐν αὐτοῖς, οὐδὲ πλοῦτος αὐτὸν ἐπαίρει ου᾿̣δὲ πενία καταδύει, οὐκ ἐξ ἀδοξίας δοκεῖ μέγα κακὸν κε κτῆσθαι. ἐκ δὲ τιμῆς καὶ εὐκλείας τῆς παρὰ τοῖς πολλοῖς οὐδε`̣ν̣ νομί ζει ἔχειν. ἐπερ· τὴν ἀναγωγήν; εἰσὶν πλουτοῦντες καὶ δοξαζομένοι ἐν τῇ "σοφίᾳ τοῦ αἰῶνος τούτου καὶ τῶν ἀρχόντων τῶν καταργουμένων". οὗτοι οὐ δεόντως χρῶνται οὐδὲ τῇ δόξῃ οὐδὲ τῇ φρονήσει. καὶ διὰ τ̣οῦτο ἐν ἁμαρτίᾳ μεγάλῃ ἐξετάζονται. ὁ γὰρ σοφός, κἂν λείπηταί τινος τούτ̣ων, μεγαλοψύχως φέρων, οὐκ 168 ἔστιν ὑπὸ πονηρίαν· ὅλως οὐ νοσεῖ καὶ ὑγιαίνων ἐστίν, κατὰ ἀρετὴν ὑγιαίνει. "πλοῦτον" καὶ "ὑπάρχοντα" οὕτω ἄκουε· ὡς ἐπὶ τὸ πλεῖστον "ὑπάρχοντα" λέγεται τὰ κινητ̣α´̣· τὰ καὶ κειμήλια καλοῦσιν. οὐ μόνον δὲ ταῦτα οὗτος κέ κτηται, ἀλλὰ καὶ "πλοῦτον" τὸν ἐν περιουσίᾳ, τὸν ἐν κτήμασιν, ἐν χωρί οις, ἐν οἰκίαις. πρὸς τῷ πλούτῳ οὖν και`̣ τοῖς ὑπάρχουσιν καὶ δόξα αὐτῷ δέ δοται. πρὸς δὲ διάνοιαν εἴρηται, ὅτι πολλάκις τις ἐν ψευδωνύμῳ γνώσει καὶ ἐπὶ δόξῃ δοξάζεται καὶ ἐπὶ τούτοις μεγαφρονῶν, ὅτι σοφός ἐστιν, ὅτι δοκεῖ συνετὸς εἶναι καὶ οὐκ "ἐξουσιάζεται ἐν τούτοις"· ἐνίοτε ὧν θέλει ἀπο τυγχ̣α´̣νει. καὶ δοκεῖ "οὐδὲν αὐτοῦ ὑστερεῖν τῇ ψυχῇ", νομίζει πάντα "πλοῦτον" ψυχικὸν κεκτῆσθαι, πᾶσαν "δόξαν", καὶ οὐκ ἔχει ἐξουσίαν τοῦ χρήσασθαι αὐτοῖς. λαβέ μοί τ̣ινα λαβόντα ἀρχὴν μεγάλην, περιπεσόντα δὲ κακώσει, ὥστε ἀ πρόϊτον ε̣ἶν̣αι· οὐ χρᾶται τῇ ἐξουσίᾳ τῆς ἀρχῆς. καὶ ἔγνωμεν γοῦν ἡμεῖς πολλάκις το̣ι̣ο̣υ´̣τους. πρὸς ἀναγωγὴν δὲ τοῦτο· ἔστιν εὑρεῖν ἄνθρωπον πλουτοῦντα, ὡς εἴρηται κατ' ἀλληγορίαν, καὶ οὐκ ἔχουσιν πλέον τι. οὐδεὶς αὐτοὺς ἀποδέχεται, οὐδεὶς ἐπαιν̣ε̣ι῀̣, ου᾿̣ φε´̣ρ̣ουσιν ὄνησιν. ἡμεῖς δὲ καὶ τοιούτους ἀνθρώπους ἔγν̣ωμεν πολλὰ ἐπιστ̣α̣μ̣ε´̣νους· θεωροῦντες ὡς δεῖ καὶ τίποτε, καὶ ὣς̣ α᾿̣η δεῖς εἰσιν. καὶ οὐκ̣ ἔστιν ὑστερῶν τῇ ψυ̣χῇ αὐτοῦ ἀπὸ πάντων, ὧν ἐπιθυμεῖ, καὶ οὐκ̣ ἐξουσιάσει αὐτῷ ὁ θεὸς φαγεῖν ἀπ' αὐτοῦ. ὧν ἐπιθυμεῖ οὐδὲν πρόσεστιν αὐτῷ. τοῦτο λέγει ὅτι ὁ θεὸς οὐ δέδω κεν αὐτῷ ἐξουσίαν, εἰ καὶ ὣς β̣ούλεται χ̣ρήσασθαι αὐτοῖς̣, ὅτι οὐ καλῶς̣ μετέρχεται τὴν ἐπιθυμίαν̣. ὧδε ὁ πλούσιος ὁ μετὰ Λαζάρου μνημονευόμενος εἶχε πάντα, κ̣α̣ὶ "ὑπ άρχον̣τα καὶ πλοῦτον καὶ δόξαν". καὶ ἔλαβεν 9 "ἐξουσιάσαι" αὐτῶν ἐνταῦ θα, μετὰ ταῦτα δ̣ε`̣ ἀφαίρεσις αὐτῶν γέγονεν̣ καὶ τῆς ἐπ' αὐτο̣ι῀̣ς̣ ἡδονῆς· καὶ ὁ ἀκούσας· "ἄφρων, ταύτῃ τῇ νυκτὶ ἀπαιτοῦσιν τὴν ψυχήν σου ἀπό σου. ἃ δὲ ἡτοίμασας, τίνι ἔσται;" ἕτεροι δὲ ἔχοντες ταῦτα δαψιλῶς καὶ πλουσίως πάνυ οὐκ ἐπιτρέπονται αὐ τῶν πλησθῆναι· κωλύονται ἀπόλαυσιν αὐτῶν ἔχειν ἤτοι διὰ νόσου ἢ δι' ἄλ λην περίστασιν. ὅτι ἀνὴρ ξένος φάγεται αὐτόν· καί γε τοῦτο μα ταιότης καὶ ἀρρωστία ἐστίν. ταῦτα τὰ σπουδάσματα, τὸν "πλοῦτον", ὃν συνηγίοχεν, τὰ "ὑπάρχοντα" 169 φάγεται. κατὰ πολλοὺς δὲ τρόπους καὶ τοῦτο συμβαίνει· ἐνίοτε λῃσταῖς πε ριπίπτει καὶ αἴρεται αὐτοῦ ὁ πλοῦτος. πολλάκις ὁ ἐνκληθεὶς παρὰ βασιλεῖ
About this text
Didymus the Blind, Commentarii in Ecclesiasten (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Commentarii in Ecclesiasten — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.