Unit 3 rem close
Rem CLOSEOUT: Unit 3 CLOSEOUT.
Greek
γεννηθῶσιν ἄνθρωποι, εἰ καὶ ἐπὶ θεῷ ἐστιν τὸ δοῦναι τέκνον καὶ μή, καὶ τὸ πολυχρόνιον εἶναι ἢ ὀλιγοχρόνιον, πῶς τι να εἰς συνλήμματα οὐ τελεσφορεῖται, οὐκ ἀποτίκτεται, ἄλλα δέ–καὶ τοῦτο πραχθέν–δύο ἢ τριῶν ὡρῶν ζῇ, δῶμεν δέ, ὅτι καὶ δέκα ἔτη. μὴ ἀκρίτως̣ ταῦτα γίνεται; οὐκ ἔστιν "τὰ κρίματα" ταῦτα "ἀβύσσῳ πολλῇ" ἐοι̣κότα; μόνον καθ όλου ἴσμεν, ὅτι οὐ ματαίως γεγένηται· εἰ καὶ ματαιότητα ἔσ̣χεν τῷ μηδὲ γεννηθῆναι μηδὲ ἀνατραφῆναι, μάλιστα ὁ ἡμῶν γεννητὴς οὐ ματαίως ταῦτα ποιεῖ. διὰ τί οὐ γιγνωσκόμενον ἐκεῖνό ἐστιν; ὅτι̣ ἔχομεν̣ λογ̣ι̣σμο̣υ`̣ς̣ ἀν θρώπων. ὑπὲρ σωτηρίας̣ δὲ κα̣ι`̣ το̣υ῀̣τ̣ο̣ γ̣ι´̣ν̣ε̣τ̣α̣ι̣, ἣν δίδωσιν ὁ θεὸς̣ ἑκάστῳ. λύει δὲ τ̣αῦτα πάντα τὸ μη`̣ τη`̣ν̣ αὐτὴν δίκην δοῦναι τὴν̣ ψυχὴν αὐτου῀̣. εἰ γὰρ συνσπείρ̣εται, μάταιά εἰσιν ὅλα ταῦτα. ἀλ̣λὰ κρίσει θεοῦ τὰ συνλήμ ματα γίνεται· καὶ ὁ θεὸς λέγει διδόναι τέκ̣να. καὶ εἴ πο̣τε γοῦν τι νες αἰτοῦσιν παρὰ αὐτοῦ τέκνα, τ̣ὰ δόμα̣τα τοῦ θεοῦ συνκρίσε̣ις. εἰ πολλα χῶς ἔτυχέν τις αὐτῶν, λόγῳ εὔχετ̣αι, λόγῳ δὲ τῷ τῆς σοφίας καὶ γνώσε ως, δόματα ἔχειν. λ··σ̣ο̣···που̣··λ̣ε̣·ς̣ λόγος ἡ ἀκολουθία ὑπ̣ο̣β̣·····. κατα`̣ τὴν ἀναγωγὴν λ̣οιπ̣ὸν̣, ὅτι ἐγενν̣ήθ̣η̣σαν–τίνες δῆθεν ἢ αἱ τῆς θείας διδασκαλίας γοναί–συνλ̣η̣μ̣φ̣θ̣ε̣ι῀̣σ̣α̣ι̣, ἱ´̣να τ̣εχθῶσιν, καὶ ε̣ὐθέως ἐβλάβησαν. οὕτως οὖν ἀνήχθη καὶ τὸ ἐν εὐαγγελίῳ λεγόμενον̣. θλ̣ίψεως πολλῆς ἐρχομένης λ̣έγει· "οὐαὶ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλα ζ̣ούσαις". ἡ ἐν γαστρὶ ἔχουσα τὴν θλῖψιν λαβοῦσα καὶ μὴ ἐνέγκασα ἐξα̣μ βλίσκει. καὶ ματ̣αι´̣ως ἐκ̣εῖνο συνελήμφθη. ἐνίαι δὲ ἐγεννήθησαν μέν, ἀλλὰ 174 οὐ τέλειαι γεγένηνται, ἀλλὰ τὴν θηλαζουσῶν ἐ´̣φερον †ηλιαν†· καὶ πάλιν ταχὺ τῆς ψυχῆς γε̣νομένης εἰς θλῖψιν ἐβλάβησαν, νεοπαγῆ ἐχούσης ἀρετήν, ἐν κατηχήσει πρώτῃ τ̣υγχ̣ανούσης. δυ̣νατ̣ὸν δὲ καὶ ὡσ̣α̣νεὶ ἱστορίαν λαβεῖν τοῦτο· τῆς θλίψεως ἐκ̣είνης τῆς μνημονευομένης ἐν τῷ εὐαγγελίῳ ἐπελθούσης χρεία ἦν φυγῆς. ὡς πρὸς τὸ ῥητὸν τὸ ὅλον λαβ̣ε´̣· αἱ ἐν γαστρὶ ἔχουσαι ἐνεποδίζοντο ὀξεῖ δρόμῳ χρήσασθαι καὶ κατελαμβάνοντο. ἠρέμα δὲ καὶ τὸν Ῥωμαίων πόλεμον αἰνίττεται τὸν κατὰ τῶν Ἑβραίων. ἐν γα-στρὶ ἔχουσα οὐ δύναται κ̣ακοπαθῆσαι ἢ ἐν τῷ φεύγειν ἢ ἐν τ̣ῷ μὴ τρέφεσθαι ὡς ἡ ἄλλη γυνὴ ἡ θηλάζουσα. τὴν ἐπ̣ι´̣τ̣ασιν οὖν τοῦ λιμοῦ καὶ τὰς μεγάλας κακίας ἐν τοῖς θ̣ρήνοις αἰνίττεται, ὅτι καὶ "γυναῖκες οἰκτίρμονες" ἔφαγον "τὰ παιδία ἑαυτῶν". ε᾿̣νεχώρει γὰρ ἄλλας μὴ οἰκτίρμονας οὔσας χρήσασθαι ἁπλῶς τροφῇ τῷ εὑρις κομένῳ, κἀ`̣ν̣ παιδίον ᾖν αὐτόυ· ἀλλὰ τὴν ἐπίτασιν τῆς κακώσεως καὶ τοῦ σπανίζειν τὰ ἀνα̣γκαῖα σημαίνει. αἱ συνδιατιθέμεναι οὖν οὐ μόνον πρὸς τὰ τέκνα, ἀλλὰ κ̣α̣ι`̣ πρὸς τοὺς ἄλλους, τὰ παιδία ἑαυτῶν ἑψήσασαι ἔφαγον. τοιαύτην μνημονεύετ̣αι ἐν ἐκείνῃ τῇ Μαριάμμῃ ἐν τοῖς περὶ τῆς ἁλώσεως τῆς Ἱερουσαλήμ. αὕτη φιλόπαις ἦν– μόνον δὲ ἦν παιδίον–ἦν δὲ καὶ τῶν εὐπόρων καὶ τῶν πάν̣υ̣ π̣λ̣ο̣υσ̣ι´̣ω̣ν̣. πολὺ δέ, οἶμ̣αι, εὐπορίας α᾿̣νήλ̣ω̣σ̣ε̣ν̣ εἰς τ̣ροφη´̣ν̣· ἐνίοτε αἶγα ἠγόραζεν ἢ ἔριφόν τινα. κ̣αι`̣ ὑπὸ 12 τῶν ἁρπαζόν των ἐν τῇ σ̣τ̣α´̣σ̣ει καὶ χειρόνως τοῖς πολεμικοῖς γέγονεν α᾿̣π̣ορία. καὶ εἰ ἦσαν αἰσθηθέντες̣ κάπνου οἱ στασιασταὶ εἰσήρχοντ̣ο καὶ κα̣θ̣ε̣ῖλον τὰ δει῀̣π̣να. λαβοῦσα οὖν τὸν παῖδα ἑαυτῆς–ἦν δὲ ὡς τριετής–ἔδωκ̣ε̣ν αὐτῷ λόγους τ̣ιν̣α´̣ς, ἐν οἷς καὶ τοῦτο ἔλεγεν, ὅτι "ἀ´̣μ̣ε̣ινόν ἐστίν σε ὑπ' ἐμοῦ φαγῆναι ἢ κακὸν δι̣α´̣λλαξαι̣ καὶ δουλείαν ὑπο̣μ̣ε̣ι῀̣ν̣αι παρὰ τω῀̣ν πολεμίων. ἰ´̣θ̣ι οὖν καὶ γίνου μοι τροφή". καὶ σφαγιάσα̣σα ὤπτησεν α̣ὐτό. μ̣ικρῷ δὲ ὕστερον ε̣ι᾿̣σ̣ε̣π̣η´̣δων οἱ στασιασταὶ καὶ οὐκ ἐκώ λ̣υ̣σ̣εν αὐτοὺς εἰσιέναι, ἀλλ' ἔλ̣ε̣γε̣ν̣ αὐτοῖς, ὅτι· "δεῦτε, φάγ̣ε̣ τε τὸ ἥμισυ". καὶ ὡσανεὶ ἐνίκησεν αὐτούς. καὶ ἐν σκ̣ότει ὄν̣ομα̣ αὐτο̣ῦ καλυφ̣θήσεται, καί γε ἥλιον οὐχ εἶδεν καὶ οὐκ ἔγνω ἀνάπαυσιν, τούτῳ ὑπὲρ τοῦτον. τοῦτο λέγει, ὅτι ὅλως οὐδέν ἐστιν οὗτος. τὸ "σ̣κότος" δὲ δ̣η̣λ̣ο̣ῖ 175 το`̣ ἄγνωστον το`̣ "ὄνομα", τ̣η`̣ν̣ ἀ´̣γνοιαν τὴν πε̣ρι`̣ αυ᾿̣τ̣οῦ διὰ τ̣ο`̣ μὴ ἔ γνωσθαι. ἦλθεν εἰς ἡμᾶς οὐδὲ αἰσθητὴν οὐδὲ ἀνηγ̣μένην ἐν σκότει ὁδόν. τό· καί γε ἥλιον οὐχ εἶδεν. οὐδὲ αἰσθήσει κέχρητ̣αι οὐδὲ ἀνάπα̣υσιν ἄλλην ἔσχεν. τὸν γὰρ ἥλιον ὄψει ἔστιν θεάσασθαι. οὐχ εἶδεν οὖν τοῦτον· εἰ δὲ ταύτης τῆς αἰσθήσεως οὐκ ἔσχεν ἀντίλημ̣ψιν, φανερόν, ὅτι οὐδὲ τῶν ἄλλων. οὐ καθόλου δὲ λέγω τοῦτο· "τούτῳ ὑπὲρ τοῦτον", τὸν παρὰ τὸν ἡγησάμενον "πλοῦτον
About this text
Didymus the Blind, Commentarii in Ecclesiasten (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Commentarii in Ecclesiasten — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.