Commentarii in Ecclesiasten · §u03-rem-mid

Unit 3 rem mid

Rem mid: Unit 3; lemma continues; reading with the letter.

Greek

δὲ ἔχουσιν ἀπεντεῦθεν οἱ μακάριοι ταύτην τὴν ζωήν, σαφῶς δείκνυται ἐκ τοῦ· "ὁ πιστεύων εἰς ἐμὲ ἔχει ζωὴν αἰώνιον", καὶ "αὕτη δέ ἐστιν ἡ αἰ ώνιος ζωή, ἵνα γιγνώσκωσίν σε τὸν μόνον ἀληθινὸν θεὸν καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν". οὐ ταύτην μόνη̣ν̣ ἔχει τὴν ζωὴν ἡ ἐπαγγελία τῆς εὐσεβείας, τὸ ὧδε μακαρί ως ζῆσαι, τὸ ὧδε ἐν πρακτικῷ καὶ θεωρητικῷ βίῳ διαγαγεῖν, ἀλλὰ καὶ δ̣ια̣ δέχεται ταύτην ζωή, ὡς τὸ "ἐκ μέρους" τ̣ὸ ὅλον καταδέχεται, ὡς τὸ "δι' ἐσόπτρου" τὸ "πρόσωπον πρὸς πρόσωπ̣ον", εἴ τίς ἐστιν αἰώνιος, εἴ τις μα κραίων ἐστίν· τὴν δὲ ζωὴν ταύτην τὴν π̣ρόσκαιρ̣ον οὐ διαδέχεται ἄλλη ζωή, ἐκείνοις λ̣ε´̣γω̣ τοῖς μόνην ταύτην νομ̣ίσασιν εἶνα̣ι. "ἐν ταύτῃ γὰρ τῇ ζωῇ ἠλπικότες μ̣όν̣ῃ" εἶπαν· "φα´̣γ̣ωμε̣ν̣ καὶ πίωμεν̣". εἰ δὲ καὶ διαδέ χε̣ται ο̣ὑ´̣τ̣ω̣ς̣ τ̣ι̣, ἀλλ' οὐχ ἡ μακραίω̣ν ζωή. "εἰς τὴν λίμνην γοῦν τοῦ π̣υρὸς" ἀπέρ̣χονται καὶ "δι´̣κην πυρὸς ὑπ̣ έχουσιν" μεγάλην, ὅπου ἐν μοίρᾳ τοῦ θανάτου γεγένη̣νται, τῆς ζωῆς ταύτης δηλονότι δ̣ίκας δόντες. καὶ ἡ ψυχὴ αὐτοῦ οὐκ ἐνπλ̣ησθήσεται ἀπὸ τῆς ἀγα θοσύνης, καί γε τ̣αφὴ οὐκ ἐγένετο α̣ὐτῷ. ὡς συνβ̣εβ̣ηκότα λέγει "πλοῦτον καὶ ὑπάρχοντα καὶ δόξαν". τούτων οὐκ ἐμπίμπλ̣αται. ὡς ὁ ἀγαπῶν ἀργύριον ἔτι πλείονα ἔχειν θέλει χρή ματα καὶ τ̣ὰ ἄλλα, οὕτω καὶ ὁ δαψιλῶς θέλων ζῆν. οὐδέπω γὰρ θέλει φαν τασθῆν̣αι θάνατον. καὶ ἡ ἀναγωγὴ δὲ αὐτοῦ τοῦτο· ὃς ἂν δοξάζηται δῆθεν ὡς σοφὸς "ψευ δώνυ̣μον" ἔχων "γνῶσιν", ἔτι πλέο̣ν θέλ̣ει δ̣ο̣ξάζεσθαι. ἐὰν ζῇ δ̣ῆθεν κα̣τὰ "ψευδώνυμον γνῶσιν", ἤθελεν ἀεὶ οὕτως ἔχ̣ειν. καί γε̣ οὐκ ἐγένετο αυ᾿̣τῷ ταφή. 172 λ̣έγ̣ε̣ι ὅτι "ἔζησεν πολλῶν ἐτῶν καθόδους". ἐγένετο ἔτη χίλια, πάντων τῶν ἡδέων πεπλήρωται, οὐδενὸς ἀποτυγχάνει· καὶ πολλάκις ἀ´̣νευ ταφῆς βάλ λεται. "α᾿̣γαθὸν τὸ ἔκτρωμα ὑπὲρ τοῦτον", ᾧ μηδὲν ἡδὺ υ῾̣π̣ῆρχεν· οὐδὲ πλοῦτον εἰ῀̣χεν τὸ ἀνάβλωμα οὐδὲ ὑπάρχοντα οὐδὲ ἐδοξάσθη, καὶ ἀγαθότερόν ἐστιν ὑπὲρ τοῦτον, ὅτι οὐ πεπείραται ὅλως τούτων. τοῦτο ὡς πρὸς τὸ ῥητόν. ὡς δὲ πρὸς ἀναγωγὴν τοῦτο, ὅτι πεπλούτηκεν ἐν πολλοῖς ἐκείνοις, τὴν τα φὴν οὐχ εὗρεν τὴν περιγράφουσαν τὴν προτέραν ζωήν. λέγει γοῦν ὅτι· "ἐξ οἴκου θεοῦ σου ἐξολεθρεύσω τὰ γλυπτὰ καὶ χωνευτά· θήσομαι ταφήν σου". τινὲς οὕτω ἔστιξαν, ὅτι "τὰ γλυπτὰ θήσομαι ταφήν σου", οὐχὶ δὲ "ἐξολεθρεύσω" ταῦτα. καὶ ὅταν τ̣ὸ τῇ ψυχῇ σου συμφέρῃ, τ̣ο´̣τε τίθεμαί σου ταφήν. βαπτίζῃ γὰρ καὶ συνθάπτῃ μετὰ τῶν ἐξωλε θρευμένων. ἀμέλει γοῦν μετὰ τ̣ο`̣ "θήσομαι ταφήν σου" λέγει· "ἑόρταζε Ἰούδα τὰς ἑορτάς σου". λοιπὸν ἐν ἑορτῇ γίνεται εὐχὰς σπουδάζειν. ὁ πάλαι πεπληρωμέ νος γλυπτω῀̣ν καὶ χωνευτῶν ἐν ταφῇ ὑπεβλήθη ὥστε "συνταφῆναι τῷ Χριστῷ". λοιπὸν δὲ κέκ̣ληκεν εἰς τὸ ἑορτὴν ποιεῖσθαι, εἰς τὸ εὖ πράττειν. οὐ δὲν γὰρ ἕτερ̣ο´̣ν ἐσ̣τ̣ι̣ν̣ ἡ ἑορτὴ ἠ`̣ τὸ τὰ δέοντα̣ πράττειν, προστίθεμεν δὲ ἡμεῖς καὶ τὸ τα´̣δ̣ε̣ ἢ τάδε πονεῖν. πρὸς τὴν ἀναγωγὴν οὖν τό· ἐσπούδασ̣εν πολλὰ καὶ ἐπλούτησεν, ὡς ἐνόμι ζεν ἐν ψ̣ευδεῖ γνώμῃ, οὐ γ̣νώσ̣ε̣ι̣ ἐναρέτῳ συν̣π̣ε̣πλ̣η̣ρωμένος, "καὶ οὐκ ἐγένετο αὐτῷ ταφή". εἶπον̣ ἀγαθὸν ὑπὲρ αὐτὸν τὸ ἔκτρωμα, ὅτι ε᾿̣ν μα ταιότητι ἦλθεν καὶ ἐν σκότει πορεύεται. κατὰ τὸ ῥητὸν ὑπὲρ τὸν πλουτήσαντα ε᾿̣ν πάσῃ κτήσει, ὁ`̣ς̣ μηδὲν ἀπολ̣είπει αὐτοῦ τῶν περισσευμάτω̣ν, 11 μὴ κινητόν, μὴ ἀκίνητον, μὴ δό ξασμα̣, μὴ ἀξίωμα· καὶ τεθν̣ηκὼς ἐὰν του´̣των ἐκτὸς πάντων εὑρεθῇ, "εἶ π̣α τ̣ὸ ἐ´̣κτρωμα ὑπὲρ τοῦτον̣ α᾿̣γαθόν", ὅ ἐστιν̣ ὁ μὴ ὅλως πειραθεὶς τοῦ β̣ίου τούτου. πρὸς δὲ τη`̣ν α᾿̣ναγωγὴν οὕτ̣ω λημπτ̣έον, ὡς καὶ ἐν τοῖς ὀλίγῳ πρ̣όσθεν ἐλέγετο τ̣ὸ "καλὸν̣ ἦν αὐτῷ, εἰ οὐκ ἐγεννήθη". ἀγαθὸν οὖν ὑπὲρ ἀμ φοτέρους, τοὺς βίον ἀ´̣γον̣τας ἔτ̣ι καὶ τοὺς τεθνηκότας̣, ὁ`̣ς̣ οὔπω ἐγέ νετο. ὅτι ἐν ματαιότητι ἦλθεν̣ κ̣αὶ ἐν σκότει π̣ορεύεται. οἱ ἄλ̣λοι ἄνθρωποι, ὅταν εὖ τεχθέντες καὶ εὐ῀̣ ἀνατ̣ραφέντες ὦσιν, κα̣κῶς 173 χρησάμενοι τοῖς δοθεῖσιν ὧδε ἔσχον τὴν ματαιότη̣τα· τὸ δὲ ἔκτρωμα καὶ αὐτὴν τὴν γένεσιν ματαίως ἔσχεν· συνελήμφθη ο̣ὐχ ἵνα ζήσῃ, οὐχ ἵνα ἔνβρυον γένηται, ἀλλ' ἵνα εὐθέως φθαρῇ ἡ γονή, εὐθέως ὁ´̣τα̣ν παρῇ ἡ σύνλημψις. ἐν σκότει οὖν πάλιν οὐκ ἦλθεν εἰς ἀνθρώπους, οὐκ ἐγνώσθη, ὅτι̣ "ἐν ματαιότη τι ἦλθεν καὶ ἐν σκότει πορεύεται". οὐδὲν ἔπραξεν οὐδὲ ἐνόησεν ου᾿̣δ̣ε`̣ ἐγνωκώς τι τῶν ἀνθρωπίνων ἔσχεν γνῶναι. καὶ διὰ τοῦτο ὡς ἦλθεν μετὰ ἀγνοί ας καὶ τῷ μὴ πεπείρασθαι τούτων, οὕτω πάλιν πορεύεται. πολύς ἐστιν περὶ ὧν ὁ λόγος καὶ ζητούμενος παρὰ πολλοῖς τοῖς ἀδ̣ηλοῦσιν ὅτι, εἰ τὰ συνλήμματα γίνεται, ἵνα

About this text

Didymus the Blind, Commentarii in Ecclesiasten (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Commentarii in Ecclesiasten — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.