Unit 5 rem early
Rem early: Unit 5; lemma and argument toward the thesis.
Greek
πένθους ὁρμᾷ ἢ εἰς οἰ῀̣κον πότου καὶ γέλωτος. ἡ ἀναγωγὴ ἡ συνκρινομένη ὥστε τὰ μὲν αὐτῶν αἱρεῖσθαι, τὰ δε`̣ φυγεῖν κατὰ πλείονας τρόπους γίνεται, ὧν εἷς ἐστιν ὁ ἐκ τ̣ῶν αἱρουμε´̣νω̣ν̣. αἱ ρεῖται ὁ σοφὸς ἀρετήν, εὐσέβειαν, "θεῷ ἀρέσκειν", σπουδάζειν ὑπὲρ εὐ σέβειας, κ̣ἀ`̣ν δέοι ἀποθανεῖν. ὁ δὲ πολὺς ἄνθρωπος ὁ ἄφρων οὐκ αἱρεῖται ταῦτα. ἐκ τῶν αἱρουμένων δὲ προκρίνεται ἡ ἀρετή, ὅτι σοφοὶ αὐτὴν αἱ ροῦνται, οὐ χ̣υδαῖος, οὐκ ἔκλυτος, οὐκ ἄφρων. καὶ ἐκ τῶν πραγμάτων δὲ πάλιν ἡ σ̣ύνκρισις λαμβάνεται, ἡ λεχθεῖσα θε ωρία ἐκ τῶν κρινόντων καὶ συνκ̣ρινόντων. τὸ δέον δὲ λαμβάνεται, ὅταν λέγωμεν ὅτι αἱρ̣ε̣τ̣ώτερά ἐστιν ἡ ψυχὴ τοῦ σώματος καὶ μᾶλλον αὐτῆς ἐπιμελε̣ῖσθαι̣ πρέπει̣ ἢ τοῦ σώματος. ἐκ τοῦ πράγματος, προ`̣ς̣ ὃ η῾̣ αἵρεσις καὶ ἡ σύνκρισις γίνεται, τὸ τίμιον λαμβάνο μεν, ἐπεὶ τιμιωτέρα ἐστὶν ἡ ψυχή. ὁ φειδόμενος καὶ ἐπιμελούμενος αὐτῆς τοῦ τιμίου καὶ κρείττονος κατὰ ἀλήθειαν ἐπιμέλεται. ἔσ̣τι̣ν δὲ ὅτε καὶ ἐκ τ̣ῶν παρεπομένων ἡ πρόκρισις γίνεται. οὕτως οὐ δεῖ τὸ ζῆν ἁπαξαπλῶς προτιμᾶν τοῦ τεθνάναι. κἂν γάρ τ̣ις̣ τὸ ζῆν προτιμᾷ τοῦ τεθνάναι μέλλοντος θρύλου ἢ δικα στοῦ ἢ ἄλλου τινὸς διώκοντος τὸν χριστιανι̣σμὸν καὶ τὴν ἀλήθειαν, πρὸς ὀλίγο̣ν ἐστίν. κἂν γὰρ μὴ ἀποθανῇ ὑπὸ τοῦ φονεύοντος, ἐνίοτε νόσος κα ταλαβου῀̣σα μεθίςτησιν τοῦ βίου· χρόνῳ μόνῳ τὴν διαφορὰν ἔχει, ὅτι ὁ π̣άραυτα ὀργῇ δικαςτοῦ ὑποκείμενος ἀποθανεῖται, τὸ δὲ νόσῳ διαφθεῖραι τὸ ζῆν ἄδηλον, πότε· πλὴν οὐκ ἐπ' ἄπειρον τοῦτο, ἀλλ' ἐν πλείονι χρόνῳ δύνατ̣αι παραμένειν. κα̣ι`̣ ὧδε ἡ κρίσις γίνεται ἐκ τῆς τοῦ πράγματος μονι μότη̣τος ἢ ταχυτῆτος. 202 ἀγαθὸν τὸ ἀκοῦσαι ἐπιτίμησιν σοφοῦ ὑπὲρ ἄνδρα ἀκούον τα ᾆσμα ἀφρόνων. δοκεῖ τοῖς πολλοῖς ἡ παρὰ τοῦ σοφοῦ ἐπιτίμησις̣ παραιτητέα εἶναι, μά λιστα ὅτε φιλαμαρτήμονές εἰσιν. ὁ γὰρ πόθον ἔχων τοῦ ἥδεσθαι καὶ ἁ μαρτάνειν παραιτεῖται τὸν κωλύοντα ταῦτα. ὁ οὐδὲν ἔχων γνώμης χαίρει τοῖς κόλαξιν· θέλει μᾶλλον ἀκούειν κολακείας ᾄσματα ἠ`̣ λ̣όγους ἐλεγκτι κούς. σοφοῦ γάρ ἐστιν ἀγαπᾶν τὸν ἐλέγχοντα. τὸ γὰρ εἴρ̣η̣τ̣α̣ι ἐν παροι μίαις· ὁ δὲ ἀσεβὴς καὶ ὁ κακὸς μισεῖ τὸν ἐλέγχοντ̣α. λέγ̣ει γοῦν ὅτι· "ἐλέγχων τὸν ἀσεβῆ μωμήσεται καὶ ἑαυτόν". ἑαυτὸν γὰρ μω̣μεῖται ὁ τὸν "ἀσεβῆ ἐλέγχων". ἀποδοκιμαστέος γάρ ἐστιν καὶ ἀπαγορευτέος ὁ ἀσεβής. καὶ ὥσπερ ἰατρὸς τὸν μὴ δυνάμενον θηραπευθῆναι ἐκ τομῆς ἢ καύσεως τούτοις ὑποβάλλων μᾶλλον οὐκ ἰατρός ἐστιν, οὐκ ἐπιστήμων ἰατρός, οὕ τως ὁ ὑποβάλλων τοὺς ἀδιορθώτους ἐλέγχῳ ἑαυτὸν μᾶλλον ψέγει. ἐρεθίζει γὰρ κἀκείνους κατ' αὐτοῦ λέγειν. καὶ τοῦτον δ̣ε`̣ μῶμον ἔχοντα δείκνυσιν ὡς οὐκ εἰδότα, τίνα ἐλέγξει καὶ τίνα οὔκ̣. οὕτω δὲ ἔστιν ἡ ἐπιτίμησις τοῦ σοφοῦ ὑπὲρ τὸ ᾆσμα τῶν ἀφρόνων. οἱ κόλακες τρόπον τινὰ ᾄδουσιν. κἂν λόγους λέγωσιν ἠθικούς, τέρψαι μᾶλλον ἢ ὠφελῆσαι τ̣οὺς ἀκούοντας βούλονται. ἔστιν δὲ τὸ ᾆσμα λόγος τέρψιν ἐγεί ρων, ἡ δὲ ἐπιτίμησις διορθουμένη καὶ πείθουσα ἀποπαύσασθαι τῶν προτέ ρων ἔργων, παραδείξασα αὐτά, δηλονότι ἃ 18 παραιτητέα εἰσὶν καὶ ἀπαγο ρε̣υ̣όμενα. ἐπερ· σοφοῦ τοῦ ἐπιτιμ̣οῦντος ἢ τοῦ ἐπιτιμουμένου; τῆς ἐπιτιμήσεως τοῦ σοφοῦ, οὐχ ἣν αὐτὸς ὑφίσταται, ἀλλ' ἣν αὐτὸς προςτάττε̣ι ἀ´̣λλοι̣ς. ε̣ι᾿̣ δ̣ὲ καὶ οὕτω θέλεις λαβεῖν, ὅτ̣ι̣ "ἐπιτίμησις σοφοῦ", ἣν αὐτὸς ὑπο μένει, βίαιον μὲν τὸ λεγόμενον, ὅμως δὲ τοῦτο λέγει· ὁ σοφὸς δεξάμενος ἐπιτίμησιν διορθοῦται ἑαυτόν, ἀποβάλλει ἐκεῖνα, δι' ἃ ἡ ἐπιτίμησις αὐ τῷ γέγονεν. καὶ ἀγαθὸν αὐτῷ ἐστιν τοῦτο. οὐ τοῦτο δὲ βούλεται, ἀλλ' ἣν αὐτὸς ἐπιφ̣έρει τοῖς ἀξίοις ἐπιτιμίας, ἵνα ᾖν τούτῳ ὁμοῖον τὸ λεγόμενον· "ὃς προφέρει ἐκ χ̣ειλέων σοφίαν, ῥάβδῳ τύπτει ἄνδρα ἀκάρδιον". 203 ὅτι ὡς φωνὴ τῶν ἀκαν̣θῶν ὑπὸ τὸν λέβητα, οὕτως γέλως τῶν ἀφρόνων. καί γε τοῦτο ματαιότης. αἱ δὲ ἀ´̣κανθαι, ὅταν καίωνται ὑπ̣ὸ λέβητα, ἐξήχησιν ψόφου μεγάλ̣ο̣υ ἀποτελοῦσιν. καὶ ὁ τῶν ἀφρόνων οὖν γέλως τοιοῦτός ἐστιν μέχρι τοῦ ἐξη χήσεις καὶ ψ̣όφους ἀπεργάσασθαι, οὐχ ἕνεκα τοῦ δι̣αχεῖν τὴν ψυχήν. εἰ δὲ μ̣ὴ γελ̣ᾷ ἡ ψυ̣χή, οὐ μέχρι τοῦ ἐπιτιμῆσαι ἔφθανεν. πολλα̣χοῦ δὲ τῶν γρ̣αφω῀̣ν̣ ὁ λέβης τὴν κόλασιν σημαίνει. "ἀπὸ προσ̣ ώπο̣υ γὰρ βορρᾶ ἐκκαυθήσετ̣αι ἐπὶ τοὺς κατοικοῦντας τὴν γῆν". ὅτε ἐθε άσατ̣ο τὸν προφήτην ὁ λαὸς ἐγέλα. οἱ ἄφρονες οὐ μέχρι τοῦ διαναπαῦσαι τὴν ψυχὴν γελῶσιν και`̣ , ἀλλὰ τοῦ ε᾿̣cηχῆσαι καὶ ψόφους· γελωτοποιοὶ δὲ μᾶλλόν εἰσιν. καὶ ὥσπερ αἱ ἄκαν̣θαι αὐταὶ τὰ φυτὰ κατάκαυστα ὑπὸ τὸν λέ βητα ὄντα ψόφον ἐξίησιν, οὕτως ὁ γέλως αὐτῶν ἐστιν ἀπὸ πεπυρασ̣μένης κακῆς ψυχῆς
About this text
Didymus the Blind, Commentarii in Ecclesiasten (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Commentarii in Ecclesiasten — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.