Unit 5 rem mid
Rem mid: Unit 5; lemma continues; reading with the letter.
Greek
ἐκείνων προφερόμενος. ἐπερ· ἡ ἀναγωγή· "ἀγαθὸν τὸ ἀκοῦσαι ἐπιτίμη̣σιν σοφοῦ". ὁ θε̣ι῀̣ος τῶν γραφῶν λόγος σοφός ἐστιν καὶ ἕκαστος τῶν φυλ̣αττόντω̣ν αὐτὸν σοφὸς κατὰ θεόν ἐστιν, θεόσοφός ἐστιν. ὅτε οὖν τοιοῦτ̣ος ἐπιτιμᾷ, ἀγαθή ἐστιν ἡ σπουδὴ ἢ ο̣ὐ´̣κ; ἐπιτιμᾷ δὲ καλῶς. πολλοὶ δὲ ἐπιτιμῶσιν καὶ ἐπὶ τῷ μὴ γελωτοποιεῖν τινας, ὑπὲρ τοῦ μὴ ὀρχεῖσθαι καὶ τοιαῦτα ποιεῖν. ὁ σοφὸς δὲ κωλυτικὸν ἁμαρτίας ἔλεγχον προφέρει. καὶ ἡ ἐπιτίμησις ἡ τοιαύτη τοῦ σοφοῦ βελ̣τιωτικὴ οὖσα, κἂν μὴ βελτιωθῇ ὁ βελτιούμενος, ἀγαθόν ἐστιν ὑπὲρ τὸ ᾆσμα τῶν ἀφρόνων, τὸν κόλακα λόγον καὶ μὴ ἐπιτι μῶντα. καὶ κἂν ἀνὴρ διὰ ᾆσμα ἀφρόνων βλάπτηται, οὐ μόνο̣ν ἂν̣ γυνὴ ἢ παιδίον. ἄκανθαι οὖν εἰσιν αἱ βιωτικαὶ μέριμναι, αἱ αἰσχραὶ ἐπιθυμί αι, αἱ ἀκόλαστοι ἡδοναί. το̣ῦτο δὲ λέγει ὅτι τὰ τοιαῦτα, ἃ νομίζον ται γελωτοποιοῦντες ἡδέως ποιε̣ῖν, ἄκανθαί εἰσιν, ὑπὸ κόλασιν φέρουσαι καὶ ἐρχόμεναι. καὶ αὐτὸ δ' ἐστὶν̣ ματαιότης. οὐδὲν γὰρ ἐκ τ̣οῦ γέλωτος κερδήσουσιν· ὡσεὶ καὶ λέγοις τῷ κακῶς ζῶντι ὅτι· ματαίῳ σοι. ὅτι ἡ συκοφαντία περιφέρει σοφὸν καὶ ἀπόλλυσιν τὴν εὐ τονίαν τῆς καρδίας αὐτοῦ. 204 τὸ "περιφέρει" οὕτως· πολλάκις τις κακηγορεῖ τὸν σοφὸν καὶ εὑρίσκει πολλ̣οὺς ἑπομένους. καὶ εἰ μὴ πάνυ εὔτονος ἦν καὶ τέλειος, ἐνίοτε καὶ κλονε̣ῖται. τὴν μὲν σοφὴν ψυχὴν μὴ π̣εριενεχθεῖσα ἡ Σωσάννα ἐσυκοφαν τήθη ἐπὶ μοιχείᾳ. ἡ συκοφαντία δὲ οὐ π̣ρὸς ἑνὸς ἢ δευτέρου ψευδοκατηγό ρων ε᾿̣λέγε̣το· οἱ ἀ´̣ρ̣χοντες τοῦ λαοῦ καὶ κριταὶ τῶν τοιούτων ἐνκλημάτων ἦσαν οἱ κα̣τηγ̣ορ̣οῦντ̣ες. ὁ λαὸς πᾶς π̣ροσεῖχεν αὐτοῖς ὡς κριταῖς καὶ κυβερνῶσιν τὸν̣ λαόν. καὶ σχεδὸν οὐδὲ εἷς ἐνῆν ψευδοποιῶν τὴν διαβο λήν. ὁ´̣τε οὖν θεόσοφος οὖσα ἐσκόπησεν ὅτι ματαίως αὐτῇ τὰ τῆς ἀπολο γι´̣ας ἔστ̣αι–οὐχ εὑρήσει γὰρ τὸν ἀκούοντα–, κατέφυγεν πρὸς τὸν θεὸν καὶ τῷ μὲν προφορικῷ λόγῳ ἡσύχαζεν, τῇ δὲ διανοίᾳ ἐβόα· "ὁ θεὸς ὁ αἰ ώνιος ὁ τῶν κ̣ρυπτῶν γνώστης, ὁ εἰδὼς τὰ πάντα πρὶν γενέσεως αὐτῶν, σὺ ἐπίστασαι ὅτ̣ι ψευδῆ μου καταμαρτυροῦσιν". οὐ περιήνεγκεν αὐτὴν ἡ συ κοφαντία οὐδ' εἰς ταλαιπ̣ωρίαν αὐτὴν κατέστησεν, ἀλλ' ἐβεβαίωσεν αὐτὴν ἐν τῇ σωφρ̣οσύνῃ. κ̣α̣ι`̣ ὁ Ἰωσὴφ ὁμοίως. καὶ ἐν τῷ καιρῷ μάλιστα τῶν διωγμῶν πολλοὶ ἐσυκ̣οφαντήθησαν καὶ οὐ περιηνέχθησαν. σοφὸν οὖν ὧδε οὐ τὸν τέλειον λέγει, ἀλλὰ τὸν ἀρχὴν ἔχοντα, τὸν νεο παγῆ. οὕτω δὲ ἐξειλήφαμεν καὶ τὸ "ἔλεγχε σοφόν, καὶ ἀγαπήσει σέ". ὁ τέλειος σοφὸς οὐχ ὑπόκειταί τισιν ἐλέγχοις. ὅταν γὰρ λέγῃ· "σοφοὶ οὐκ ἐκκλίνουσιν ἐκ στόματος ὑψίστου", τοὺς τελείους ὧδε λέγει. πολλοὶ γοῦν ἔθυσαν μηδὲ προαίρεσιν ἔχοντες "ἀπολομέν̣η̣ς τῆς εὐτονίας τῆς καρδίας αὐτῶν". ἱκανὸς γὰρ ἔστιν πόνος 19 βαρεῖαν̣ ἐκ̣κ̣ρ̣οῦσ̣αι πρόθεσιν μὴ πάνυ παγκρατ̣η῀̣. ἀγαθὴ ἐσχάτη λόγων ὑπὲρ ἀρχὴν αὐτοῦ, ἀγαθὸν μακρόθυ μος ὑπὲρ ὑψηλὸν πνεύματι. τὸ τέλος τω῀̣ν λόγων μᾶλλον ἔχει ἤδη τι ἀγαθὸν υ῾̣π̣ε`̣ρ τὴν ἀρχὴν τῶν λό γων. ὁ ἀρχόμενος λ̣όγου, ἵνα τὸν λόγον ὧδε τὸν ἐνεργῆ λάβῃς, τὸν πραγ ματικόν, ἀδήλως ἔχει, εἰ τελε´̣σει τὸν λόγον, εἰ πράξει κατὰ τὸν λόγον. ὁ δὲ ἤδη εἰς αὐτὸ τὸ τέλος ἀφιγμένος τῶν λόγων–τέλος τοῦ λόγου, 205 ὑπὲρ οὗ γίνεται, οὐ πρὸς ὃ λόγος. λέγεται λόγος ἵνα γένηται πρᾶγμα ἢ ἵνα κ····· ····· ····· ····· ····· ····· ····· ···· ἀκούουσιν οὖν ἐστιν τέλος ····· ····· ····· ····· ····· ····· ····· ···· ἀπαγορεύει ὁ λόγος τέλος θ̣····· ····· ····· ····· ····· ····· ····· ···· μεν. εἴρηται γὰρ "ἐκ τῶν λόγων σου δικαιωθήσῃ, καὶ ἐκ τῶν λόγων σου καταδικασθήσῃ", ὥστε τὸ δικαιωθ̣ῆναι ····· ····· ····· ····· ····· ····· ····· τέλος τῶν ψεκτω῀̣ν̣ λόγων ····· ····· ····· ····· ····· ····· ····· ··· εἶναι. τῆς εἰσαγωγῆς οὖν τ̣····· ····· ····· ····· ····· ····· ····· · συμβαί νει γὰρ τὸν ἀρξάμενον ····· ····· ····· ····· ····· ····· ····· ···· εἶναι, ὑπὲρ οὗ οἱ λόγοι. ἀγαθὸν μακρόθυμος ὑπὲρ ὑψηλὸν πνεύματι. ὑψηλὸν πνεύματι λέγει τὸν ἀλάζονα, τ̣····· ····· ····· ····· ····· ····· ····· ····ρισμου ου εἶπεν ὁ σωτὴρ ····· ····· ····· ····· ····· ····· ···· πολλάκις τε ἐλέχθη ὅτι πνεῦμα τὴν γνώμην σημαίνει κατὰ τὴν σώματι καὶ πνεύματι ἁγίαν παρθένον· διὸ φιλεῖν ε····· ····· ····· ····· ····· ····· ····· ···· ρηφανος ἐν πνεύματι ἐστι`̣ν ····· ····· ····· ····· ····· ····· ····νος ὁ μακρόθυμος οὐχ ὑψ̣ηλο`̣ς τῷ πνεύματι γίνεται, οὐκ ἔστιν ὑπερήφανος. πολλάκις γοῦν παιδεύων τινὰ μὴ ὀξύνοντα κατὰ τὴν νόησιν μακροθύμως προσάγει τὴν
About this text
Didymus the Blind, Commentarii in Ecclesiasten (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Commentarii in Ecclesiasten — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.