Commentarii in Ecclesiasten Unit 9 opening
Unit 9.
Lemma-led open — γυναῖκα δὲ ἐν πᾶσιν τούτοις οὐχ εὗρον.
Greek
ἄνθρωπον ἕνα ἀπὸ χιλίων εὗρον, καὶ γυναῖκα ἐν πᾶσιν τούτοις οὐχ εὗρον. πολλὰ ἀντίγραφα "ἄνδρα" ἔχει· "γυναῖκα δὲ ἐν πᾶσιν τούτοις οὐχ εὗρον." και`̣ ἐπὶ ῥητοῦ λαβεῖν αὐτὸ δύνῃ, ὅτι μόλις ἀνὴρ ἀπὸ χιλίων εὑρίσκε ται σπουδαι῀̣ος̣, γυναῖκα δὲ ἐν πάσαις ταύταις οὐκ ἔστιν εὑρεῖν σπουδαί αν. ἢ οὕτως· ἄνθρωπον εὗρον̣ ἕνα τῶν χιλίων, λογισμὸν ἕνα ἀνθρώπου ἀπὸ πολλῶν, γυναῖκα δὲ οὔ, διὰ τὸ δυσθήρατον αὐτῆς, διὰ τὸ δυςκατάλημπτον αὐτῆς– ἐπερ· τοῦτο λέγει εὑρηκέναι; ἐπεί ἐστιν θηρεύματα. ἄλλο ἐστὶν τὸ γνῶναί τινα σοφιστήν, καὶ ἄλλο τὸ καταλαβεῖν αὐτοῦ τὰ σοφίσματα. καὶ γὰρ ὁ τηρῶν ἑαυτόν, μὴ ὑποπέσῃ σο φισμοῖς, ἔγνω, ὅτι πρὸς σοφιστὴν ἔχει· οὐ πάντως δὲ καὶ λύειν αὐτοῦ τὰ σοφίσματα δύναται. τὸ δὲ εὑρεῖν ἀληθῶς τουτέστιν̣ τὸ φωράσαι αὐτοῦ τὴν τέχνην, τὸ τὴν ἀπάτην αὐτοῦ φανερῶσαι. πλὴν ἰδέ, τοῦτο εὗρον, ὃ ἐποίησεν ὁ θεὸς σὺν τὸν ἄν θρωπον εὐθῆ, καὶ αὐτοὶ 33 ἐζήτησαν λογισμοὺς πολλούς. τὸ κεφάλαιον τοῦ θεωρήματος τοῦτό ἐστιν· ὁ θεὸς τὸν ἄνθρωπον εὐθὴν πεποίηκεν, τουτέστιν καλὸν καὶ ἀγαθόν, μηδὲν ἔχοντα σκολιὸν ἢ λελοξωμέ νον. αὐτοὶ δὲ πολλοὺς λογισμοὺς ἐφεῦρον. κατὰ τοὺς λογισμοὺς ἐκείνους αἱ διαφοραί εἰσιν αὗται· τὸ "θήρευμά τινα εἶναι", τὸ "μία τῇ μιᾷ τοῦ ε̣υ῾̣ρεῖν λογισμόν", τὸ "ἄφρονα εἶναί" τινα. ἔλεγον ὅτι πολύπλοκός ἐσ τιν ὁ ἐχθρός, ὅτε τοῦ Πρωτέως ἐμνημόνευσα. πάντως δὲ ἔχει τι πρόσωπον ἐοικὸς αὑτῷ καθ' ὃ σατανᾶς ἐστιν, καθ' ὃ διάβολός ἐστιν. τοῦτο τὸ πρόσ ωπον αὐτοῦ μόνοι ἐκεῖνοι δύνανται ἰδεῖν οἱ λέγοντες "οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν." ἴσασιν, ποῖον ἐπίπλαςτον ἔχει πρόσωπον καὶ ἔξωθεν ἐπιβαλλόμενον καὶ ποῖόν ἐστιν τὸ ὡσανεὶ κατὰ φύσιν αὐτοῦ πρόσωπον. κατὰ φύσιν δὲ αὐτοῦ πρόσωπόν ἐστιν τὸ ἐνβαθῦναι τῇ κακίᾳ. καὶ εὑρίσκεις πολλάκις καὶ σοφιστὰς ἀνθρώπους μυρία πρόσωπα περι βαλλομένους, καὶ ἕνα τινὰ ἔχουσιν λανθάνοντα σκοπόν. ἐκεῖνό ἐστιν οὖν αὐτῶν τὸ πρόσωπον. ὥσπερ οὖν ἐπὶ τούτων μεταβαίνει ἐπὶ τοὺς ἐπαινετούς, ἔστιν τι πρόσωπον τοῦ ἀνθρώπου, καθ' ὃ ἄνθρωπός ἐστιν, οὐ κ̣αθ̣' ὃ πονηρὸς ἄν θρωπος ἢ πανοῦργος. οὗτός ἐστιν ὁ ἐν τιμῇ γενόμενος· "ἄνθρωπος ἐν τι μῇ ὢν οὐ συνῆκεν" ὡς ὁ ἄνθρωπος καὶ "κατ' εἰκόνα καὶ ὁμοίωσιν" θεοῦ γεγο νώς. καὶ τοῦτό γέ ἐστιν αὐτοῦ τὸ προηγούμενον πρόσωπον, ὅπερ ἐάν τις 232 καὶ θεωρη´̣σῃ̣ εὕρηκεν τὸν̣ ἄνθρωπον. αὐτοὶ δὲ οὐχ ἕνα λογισμὸν ἐπετήδευσαν, ἀλλὰ πολλούς. πολυχοῦς γάρ ἐστ̣ι̣ν ἡ κακία. καὶ μέμνημαι εἰρηκώς ποτε εἰκόνα περὶ τοῦ διαψηφισμοῦ, ὅτι πάντες οἱ ἐπιτυγχάνοντες τὸν αὐτὸν ἀριθμὸν εὑρίσκουσιν, οἱ σφαλ λόμενοι δ̣ὲ οὐ τὸν αὐτόν. ἔχει οὖν πρόσωπον ἄνθρωπος, καθ' ὃ λογικός ἐστιν, καθ' ὃ σὺν λόγῳ πράττει πάντα καὶ ὥσπερ ἔλεγον ὅτι ὁ δικαστής· ὁ ἀληθῶς κριτὴς ἔνψυχόν ἐστιν δίκαιον· οὐδὲν ἕτερον σκοπεῖ ἢ τὰ πράγματα τῶν κρινομένων, οὐκ εἰ φίλοι ἢ δυσμενεῖς ἢ συγγενεῖς. χραίνεται γὰρ τὸ εὐ θὲς τοῦ κ̣ρίματος. καὶ θεώρει, ὅτι οὐκ εἶπεν "παρασυνεβλήθη κτήνει", ἀλλὰ "τοῖς κτή νεσιν". καὶ μία μὲν ἔστιν μορφὴ τοῦ ἀνθρώπου ἡ ὁμοιοῦσα αὐτὸν τῷ θεῷ, πολλαὶ δέ, εἰς ἃς πίπτει. ὅταν πανοῦργος γίνηται, ἀλώπεκος φέρει πρόσωπον. ὅταν ἰῶδες καὶ βλαπτικόν, ὄφεως· ὅταν ἄγριον, λεόν τος· ὅταν ἀκόλαστον καὶ φιλήδονον καὶ κόλαξ, κυνός. καὶ ὅλως ἐκ τοῦ ἑνὸς ἀνθρώπου καὶ τῆς μιᾶς μορφῆς πολυτροπία καὶ πολυμορφία γίνεται. καὶ πάλιν σκοπὸς ἔσται, κἄν τισιν μὴ δοκῇ, καθ' ὃν ἀποβολ̣ὴ πασῶν τῶν μορφῶν γίνεται, φέρειν ἵν' ἐκεῖνο, ὅπερ πεποίηκεν ὁ θε ός, α᾿̣ναδειχθῇ. ὅτε οὖν ἔμενεν ἐν τῇ ταυτότητι, ἕνα λογισμὸν εἶχεν. καὶ ὥσπερ λέγεται ἐν ἑνὶ τῶν ψαλμῶν· "ὁ θεὸς κατοικίζει μονοτρόπους ἐν οἴκῳ", οἱ εὐσεβῶς καὶ ἐναρέτως καὶ ἐκκλησιαστικῶς κατοικιζομένοι μο νότροποί εἰσιν, "κατηρτισμένοι τῷ αὐτῷ νοῒ καὶ τῇ αὐτῇ γνώμῃ", ὡς ἕκαστον μονότροπον εἶναι.
About this text
Didymus the Blind, Commentarii in Ecclesiasten (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Commentarii in Ecclesiasten — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.