Unit 8 rem close
Rem CLOSEOUT: Unit 8 CLOSEOUT.
Greek
πρόσωπός ἐστιν, μιμεῖται τὸν ἐνάλι̣ον̣ Πρωτέα· ἐκεῖνος γὰρ οὐκ ἔχει ὅλως τεταγμένον πρόσωπον. τοῦτο οὖν λέγει ἐν τῷ Ἰώβ· "τίς ἀποκα λύψει ἔνδυμα προσώπου αὐτοῦ;" οὐκ ἔχεις εἰπεῖν, ὅτι τόδε τὸ πρόσωπον αὐτοῦ ἐστιν. ἐὰν ἄρῃς τὸ πρόσωπον αὐτοῦ τῷ λόγῳ ἢ νοήσει, ἄλλο τι χεῖρον ε̣ὑρίσκεται. εἶτα καὶ περιεπτυγμένος ἐστὶν πανταχόθεν· "εἰς πτύξιν θώρακος αὐτοῦ" οὐδεὶς δύναται εἰσελθεῖν. καὶ ἐὰν εἰσέλθῃς, πάλιν περιέπτυκται. οὕτω καὶ ἐνταῦθα ἡ κακοῦργος ἡ ὀνομαζομένη γυνὴ ἐνταῦθα–ἤτοι ἐπὶ ῥητοῦ θέλῃς ἤτοι ἐπὶ γνώμης–οὐ μίαν ἔχει σαγήνην. ὅταν δοκῇς ἐκπεφευγέναι μίαν, ἄλλῃ ὑποβάλλῃ. δεσμὸς εἰς χεῖρας αὐτῆς. τὸν πλησιάζοντα εὐθέως δεσμεῖ. χεῖρα δὲ αὐτῆς τὴν πρᾶξιν λέγει καὶ ἐνέργειαν. ὁ ἐνεργῶν κατ' αὐτὴν οὐ μόνον ἀγρεύετ̣αι καὶ σαγηνεύε ται, ἀλλὰ καὶ δεσμῷ περιπίπτει· δέσμιον αὐτὸν ἀποφαίνει. ἀγαθὸς πρὸ προσώπου τοῦ θεοῦ ἐξαιρεθήσεται ἀπ' αὐτῆς. ὁ πρὸ προσώπου τοῦ θεοῦ ἀγαθὸς οὐ κατ' οὐσίαν ἐστὶν τοιοῦτ̣ος, ἀλλὰ ὁ σπεύδων ἀρετὴν ἔχειν, ἵνα ἐπίπροσθεν θεοῦ ἀγαθὸς γένηται. οὗτος οὖν οὐκ ἐνπίπτει εἰς αὐτήν, οὐκ ἀγρεύεται, οὐ σαγηνεύεται. τοῦ ἀγαθοῦ δὲ "μὴ ἐμπίπτοντος εἰς τὰς παγὰς αὐτῆς" ἢ εἰς τοὺς δεσμοὺς ὁ φαῦλος πα ραδίδοται αὐτῇ. τὸ παραδίδοσθαι δὲ 32 πολλάκις ἑρμήνευται· μετὰ τὸ πολλά κις κωλῦσαι, ὅτε οὐκέτι κωλύει ἐνμένοντος ἐκείνου τοῦ κακοῦ, παράδοσις αὐτῷ γίνεται. καὶ ἁμαρτάνων συνλημφθήσεται ἐν αὐτῇ. οὐδεὶς ἀναμάρτητος συνλαμβάνεται ἀπ' αὐτῆς. ἡ ἀρχὴ τοῦ συνλημφθῆναι τὸ ἁμαρτῆσαί ἐστιν. ἐνγίζει γοῦν καὶ τοῖς ἁγίοις· ἀλλ' ἐπεὶ οὐχ ἁμαρ τάνουσιν, οὐ συνλαμβάνονται ὑπ' αὐτῆς, ἀλλ' ἔξω αὐτῆς εἰσιν, πατοῦσιν αὐτήν. ἐπερ· τὴν ἀναγωγήν· ἐκύκλωσα ἐγὼ τοῦ γνῶναι; ὅλη ἀναγωγή ἐστιν· ἐλέγομεν τοῦτο. οὐκ ἔστιν μακρὰν τοῦ λεχθέν τος, ὅτι, ἐπεὶ "ἐκ μεγέθους καλλονῆς καὶ κτισμάτων ὁ γενεσιουργὸς αὐ τῶν θεωρεῖται", ὁ κυκλεύων τὸν σύνπαντα κόσμον καὶ ὁρατῶν πάντα, ἃ ἐποίησεν ὁ θεός, ὁρᾷ αὐτὰ ὅτι "καλὰ λίαν ἐστίν". ἐὰν δὲ μὴ κυκλεύ σῃ, ἀλλὰ ἓν καθ' ἓν λάβῃ, οὐχ ὁρᾷ τὸ κάλλος τοῦ πεποιηκότος. οὕτω οὖν, εἰ μὴ κυκλεύσῃ τις πάντα τὰ δόγματα καὶ πάσας τὰς ἀρετὰς καὶ 230 ἀντακολουθίαν αὐτῶν εὕρῃ καὶ πᾶσαν τὴν κτίσιν καὶ δι' ἐκείνου του῀̣ κτίσματος εἰδείη τὸν δημιουργὸν, οἵας δυνάμεώς ἐστιν. ὁτὲ καὶ ἀναλ̣ό γως πάντα ἅμα λαβὼν ἐν τῇ διανοίᾳ καὶ ὥσπερ κυκλεύσας τὴν τὴν σοφί αν εὑρίσκει τὴν ἀληθῆ. ἰδέ, τοῦτο εὗρον, εἶπ̣εν ὁ ἐκκλησιαστής, μία τῇ μιᾷ τοῦ εὑρεῖν λογισμόν, ὃν ἐπεζήτησεν ἡ ψυχή μου, καὶ οὐχ εὗρον. ὁ ἐκκλησιαστὴς ὁ διδάσκαλός ἐστιν τῆς πανδήμου συνόδου. "τοῦτο εὗρεν ὁ ἐκκλησιαστής"· τὸ "εὑρεῖν" ὧδε τὸ "καταλαβεῖν" ἐστιν. ἐπερ· τὸ ποῖον; τοῦτο αὐτό, ὅτι ἡ γυνὴ ἡ οὖσα θήρευμα σαγήνας ἔχει ε ἐν καρδίᾳ ἑαυ τῆς καὶ δεσμὸν ἔχει ἐν τῇ χειρὶ ἑαυτῆς. ἐκκλησιαστοῦ ἐστιν τ̣ο̣ῦτο γνῶναι. τοῦτο γὰρ συντελέσει τοῖς ἀκροωμένοις τοῦ ἐκκλησιαστοῦ. "μία τῇ μιᾷ", ἐπεὶ πληθυντικῶς ὧδε λέγει· οὐδὲ γὰρ περὶ μιᾶς μόνης λέγεται, ὅτι "μία τῇ μιᾷ". λέγομεν ἤτοι περὶ τῶν σαγηνῶν αὐτῆς· λέγει ὅτι αἱ πάγαι αὐτῆς αὗ ται καὶ αἱ σαγῆναι τὸν φαῦλον λογισμὸν εὑρίσκουσιν καὶ διδόασιν. ἀμέλει γοῦν καὶ αἱ γυναῖκες αὗται μαστροπεύουσιν ἀλλήλας καὶ προάγου σιν οὐ τοῦ εὑρεῖν λογισμὸν ἀγαθόν, ἀλλὰ πρὸς τὸ πανουργεύσασθαι. ἐπερ· οὐ μίαν εἶπεν ἄνω; οὐ μονογενές ἐστιν τὸ κακόν, ἀλλὰ καὶ πολύχουν γε καὶ πολυσχιδές. προσ υπακουστέον, ὅτι οὐ περί τινος ῥητῆς γυναικὸς ταῦτα λέγει, ἀλλὰ περὶ πάσης τοιαύτην σπουδὴν ἐχούσης "μία τῇ μιᾷ τοῦ εὑρεῖν λογισμόν." ἐὰν δὲ ἐπὶ τῶν σαγηνω῀̣ν λάβῃς, λέγεις, ὅτι δοκοῦσιν καὶ αἱ σαγῆναι συμ φωνίαν ἔχειν. πειρῶνται γοῦν καὶ οἱ ψευδοδοξοῦντες τὰς ψευδεῖς ἑαυτῶν δόξας λέγειν συμφωνεῖν. ὃν ἐπεζήτησεν ἡ ψυχή μου, καὶ οὐχ εὗρον. τὸν λογισμὸν αὐτῶν ἐπεζήτησεν ἡ ψυχή μου, καὶ οὐχ εὗρον. δυσθήρατός ἐστιν. ὅμοιόν ἐστιν τοῖς εἰρημένοις· "οὐκ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν"; "εἰς πτύξιν θώρακος αὐτοῦ τίς ἂν εἰσέλθοι;" ε᾿̣περ̣· ποῖον οὖν ἐστιν τὸ "εὗρον" ἐν τοῖς ἔμπροσθεν; ὧδε λοιπὸν λέγει· "μία τῇ μιᾷ τοῦ εὑρεῖν λογισμόν." τοῦτον τὸν λογισμὸν ἠθέλησα φωράσαι, ἵνα καὶ διαδιδράσκω αὐτάς. καὶ "οὐχ εὗρον" δύναται καὶ κατὰ τοιοῦτον λόγον λέγειν ὡς τὸ "οὐ τοῦ θέλοντος οὐδὲ τοῦ τρέχοντος ἀλλὰ τοῦ ἐλεῶντος θεοῦ." ἀπ' ἐμαυτοῦ οὐδὲν εὗρον. θεός μοι δὲ ἐφανέρωσεν, ἔδειξέν μοι τὸ πανοῦργον τοῦ λογιςμ̣οῦ τούτου. μὴ γὰρ λέγει ὅτι ὁ τρέχων καὶ ὁ θέλων οὐδὲν ἀνύει.231 καὶ
About this text
Didymus the Blind, Commentarii in Ecclesiasten (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Commentarii in Ecclesiasten — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.