Commentarii in Ecclesiasten · §u12-rem-close

Unit 12 rem close

Rem CLOSEOUT: Unit 12 CLOSEOUT.

Greek

"καμπύλην" ὁδόν, οἵαν εἶχον πρὸς οὓς ὁ λόγος "ὦ οἱ ἐνκαταλείποντες ὁδοὺς εὐθείας", ὧν αἱ "ὁδοὶ τρα χεῖαι" καὶ "καμπύλαι". 11,9b καὶ ἀγαθυνάτω σε ἡ καρδία ἐν ἡμέραις νεό τητός σου. "ἡ καρδία σου ἀγαθυνάτω σε", μὴ τὰ ἔξω. πολλάκις ἐλέχθη ἡμῖν περὶ διαφορᾶς εὐδαιμονίας καὶ μακαριότητος ὅτι τίθενταί τινες εὐδαιμονίαν τὴν συνπληρουμένην ἐκ τῶν τριῶν γενῶν τῶν ἀγαθῶν. οὐκ "ἀγαθύνει" δὲ ὁ πλοῦτος, ἀγαθὸν ἀληθῶς οὐ ποιεῖ, οὐ δὲ τὸ ὑγιαίνειν τῷ σώματι οὐδὲ τὸ ἀξίωμα καὶ δοξά ριον ἔχειν. ἔχειν δὲ ψυχῆς ἀρετὴν "εὐφραίνει". τοῦτο οὖν ἐστιν "ἡ καρδία σου ἀγαθυνάτω σε", μὴ τὰ ἐκτός, μὴ τὰ περὶ σῶμα· μὴ ἐπὶ τούτοις μέγα φρό νει καὶ ταῦτα θηρᾶν σπεῦδε. 11,9c καὶ περιπάτει ἐν ὁδοῖς ἄμωμος. βάδιζε, ἃς εἶπον "εὐθείας" ἀρτίως "ὁδούς"· αἱ ἀρε 336 ταὶ δὲ καὶ αἱ κατ' αὐτὰς ἐνέργειαι καὶ αἱ θεωρίαι τῆς ἀληθείας "ὁδοὶ ἀγαθαὶ καὶ εὐθεῖαί" εἰσιν. αὐτίκα γοῦν πρὸς τὸν Ἐλύμαν τὸν μάγον τὸν διαστρέψαντα τὸν ἀνθ ύπατον ὁ Παῦλος λέγει· "οὐ παύῃ διαστρέφων τὰς ὁδοὺς κυρίου τὰς εὐθείας;" οὐχ ὅτι "διαστρέφονται" ἐκεῖ ναι, ἀλλ' ὅσον ἧκεν εἰς ἐκεῖνον "διαστρέφει" αὐτάς. ὡς εἴ τις νέον ἀναπείθοι λέγων ὅτι οὐ δεῖ σωφρονεῖν καὶ ψόγους φέρει τῆς σωφροσύνης, μὴ γὰρ ψεκτὴν αὐτὴν ποιεῖ. τινὲς γοῦν συναγορεύουσιν τῇ ἀδικίᾳ· οἱ δὲ ταύ τῃ συναγορεύοντες διαβάλλουσιν τὴν δικαιοσύνην. "ἀγαθυνέτω σε" οὖν "ἡ καρδία σου", μὴ τὰ τυχηρά, μὴ τὰ σωματικά. τότε δὲ "ἀμώμους ὁδοὺς" ἕξεις ὡς καὶ μακαρισμοῦ τυχεῖν· "μακάριοι" γὰρ "οἱ 49 ἄμωμοι ἐν ὁ δῷ" καὶ "πορευόμενος ἄμωμος καὶ ἐργαζόμενος δικαι οσύνην". καὶ θεώρει ὅτι τὸ "περιπατεῖν" οὐ μάτην κεῖ ται· ἠδύνατο γὰρ εἰπεῖν καὶ στῆθι "ἄμωμος" καὶ κά θου "ἄμωμος"· προκοπὴν δὲ ὁ περίπατος σημαίνει. "περιπάτει" οὖν "ἄμωμος", ἀρξάμενος ἄνυε τὴν "ὁδὸν" μετὰ τοῦ "ἀμώμου". τοιοῦτόν ἐστιν καὶ τὸ παρὰ Παύλῳ γραφόμενον· "ἐν καινότητι ζωῆς περιεπατήσομεν", ἵνα προκόπτωμεν "ἐν τῇ καινότητι τη῀̣ς̣ ζ̣ω̣η῀̣ς̣". τὸ ἱμάτ̣ιον μὲν τῆς παλαιᾶς ζωῆς "τὸν παλαιὸν ἄνθρω πον ἀποδυσάμενοι ἐνδυσόμεθα τὸν νέον". καινὴν ζω ὴν ἔχομεν, προκόπτομεν ἐν αὐτῇ, μὴ ἀπογευσάμενοι ἀπ' αὐτῆς ἀναχαιτίσομεν. 11,9d καὶ ἐν ὁράσει ὀφθαλμῶν σου. ἑκατέρως πάλιν λάβε. ὅταν "ἀγαθύνῃ σε ἡ καρδία σου", καὶ τοὺς "ὀφθαλμοὺς" ἔχεις καλῶς ὁρῶντας. καὶ ἐπὶ ῥητοῦ· οὐ περιεργάζῃ κάλλος ἀλλότριον, ἀποστρέφεις τὸν "ὀφθαλμὸν" ἀπὸ γυναικὸς πόρνης, οὐχ ὁρᾷς γυναῖκα πρὸς ἐπιθυμίαν αἰσχράν· ἔχεις δὲ "ἄμω μον" τὴν "ὅρασιν τῶν ὀφθαλμῶν". ἐὰν δὲ καὶ τοὺς τῆς διανοίας λάβῃς "τοὺς πεφω τισμένους ὀφθαλμοὺς καρδίας" καλουμένους, πολλῷ πλέ ον τὸ "ἄμωμον" συνίσταται. 11,9ε10αβ καὶ γνῶθι ὅτι ἐπὶ πᾶσιν τούτοις ἄξει σε ὁ θεὸς ἐν κρί σει, καὶ ἀπόστησον θυμὸν ἀπὸ καρ δίας σου καὶ παράγαγε πονηρίαν ἀπὸ σαρκός σου. 337 ̣11,9ε̣ ποίει ἃ προστάττω σοι μετὰ τοῦ εἰδέ ναι "ὅτι ἐν πᾶσιν τούτοις ὁ θεὸς ἄξει σε εἰς κρί σιν". ἡ "κρίσις" φαύλοις κόλασιν ἐπιμετρεῖ, τοῖς δὲ σπουδαίοις ἐπαγγελίαν καὶ ἀγαθά. ἐπεὶ οὐκ ἀμισθὶ κα ταλύεις, ἐὰν "πορευθῇς" "ἄμωμος ἐν ταῖς ὁδοῖς" σου καὶ "εὐφρανθῇς ἐν ἡμέραις νεότητός σου", σπούδαζε· "ἄξει" γὰρ "ὁ θεός σε εἰς κρίσιν" περὶ τούτων. εἰ ἦν φαῦλα, περὶ ὧν ἡ "κρίσις" αὐτῷ ἐγίνετο, κόλασις ἦν προσδοκητέα· ἐπειδὴ δὲ ἀγαθά ἐστιν–ἐπιτηδεύμα τα γὰρ καὶ πράξεις αἱ "ὁδοί" εἰσιν καὶ θεῖαι νοή σεις–, ἐὰν οὕτως "ἄμωμος" βαδίσῃς, οὐκ ἀμισθὶ καταλύεις· "ἄγει σε" γὰρ "ὁ θεὸς ἐν τούτοις εἰς κρίσιν". 11,10a καὶ ἀπόστησον θυμὸν ἀπὸ καρδίας σου. ὁ "θυμὸς" οὐκ ἔστιν ἀρετὴ "καρδίας" ἀλλὰ τοῦ θυμοειδοῦς. τοῦτο οὖν λέγει· μὴ τῷ λογιστικῷ σου καὶ τῷ νῷ καταχρῶ εἰς "θυμόν", ἀλλά, κἄν ποτε παρα στῇ αὕτη ἡ κίνησις ἐν τῷ θυμοειδεῖ, τῇ "καρδίᾳ σου" κώλυε. οὕτω ἀφίσταται "ἀπὸ τῆς καρδίας σου" οὐ ψαύων αὐτῆς. τριδύναμός ἐστιν ἡ ψυχή, ὡς πολλοὶ εἰρήκασιν. καὶ ἔχει οὕτω τὸ πρᾶγμα· αἰσθήσεις ἔχομεν διαφό ρους. καὶ ὥσπερ οὐκ ἔστιν ἀκοῇ ὁρᾶν οὐδὲ τῇ νο ήσει ἅπτεσθαι ἢ ὀσφραίνεσθαι, οὕτω φαινόμεθα κατὰ τὸν ἔσω ἄνθρωπον καὶ αὐτὴν̣ τὴν ψυχὴν ἔχοντες. δύναμιν θυμικὴν ἔχομεν δὲ καὶ λογιστικὴν καὶ ἐπιθυ μητικήν. πόθεν δέ; ὅτι ἑτέρα ἐστὶν ἡ λογιστικὴ τῆς θυμικῆς καὶ ἐπιθυμητικῆς ἐκ τῶν ἀλόγων ζῴων θεώρη σον· ἔχουσιν θυμικὴν δύναμιν καὶ "θυμὸν" τὰ ἄλογα ζῷα καὶ ἐπιθυμητικὴν καὶ ἐπιθυμίαν, λογισμὸν δὲ οὐκ ἔχουσιν. μὴ ἔχοντα γὰρ λογισμὸν δηλονότι οὐκ ἔχουσιν λογιστικόν, οὐκ ἔχουσιν νοῦν. σημαίνεται δὲ ὁ νοῦς τῷ ὀνόματι τῆς "καρδίας"

About this text

Didymus the Blind, Commentarii in Ecclesiasten (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Commentarii in Ecclesiasten — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.