Commentarii in Ecclesiasten Unit 13 opening
Unit 13.
Lemma-led open — εἰς τὴν
Greek
συνεχῶς ἐν τῇ γραφῇ. τοῦτο οὖν λέγει ὅτι, κἄν ποτε θυμωθῇς, μὴ με ταγάγῃς τὸν "θυμὸν" εἰς τὴν "καρδίαν", ἵνα μὴ διά θεσις γένηται ὁ "θυμός". κἂν ἐπιθυμίαν σχῇς ἄφνω γενομένην ἐν τῷ ἐπιθυμητικῷ, μὴ μετενέγκῃς αὐτὴν εἰς τὸν νοῦν καὶ τὸ λογιστικόν· διάθεσις γὰρ ἔσται καὶ οὐκέτι πάθος ἢ προπάθεια ἀλλὰ κακία. 11,10b καὶ παράγαγε πονηρίαν ἀπὸ σαρκός σου. "καὶ ἀπ̣ὸ τῆς σαρκός σου παράγαγε τὴν πονηρί αν". κακία δὲ δοκεῖ ἐπιθυμίας εἶναι ἡ ἀκ̣ολασία· ταύτην οὖν "παράγαγε ἀπὸ τῆς σαρκός σου". δυνατὸν δὲ καὶ οὕτως· ἐὰν "ἀποστῇ ὁ θυμὸς ἀπὸ τῆς καρδίας σου", οὐ πράττεις διὰ τῶν μελῶν καὶ τοῦ 338 σώματος πονηρίαν· ὁ θυμούμενος τύπτει πολλάκις καὶ ἐπιτίθησιν καὶ φονεύειν. ὅταν οὖν "ἀποστῇ ὁ θυμὸς ἀπὸ τῆς καρδίας σου", παρέρχεται καὶ τὰ διὰ τῶν πράξεων πονηρὰ γινόμενα. 11,10c.12,1abc ὅτι ἡ νεότης καὶ ἡ ἄ νοια ματαιότης· καὶ μνήσθητι τοῦ κτίσαντός σε ἐν ἡμέραις νεότητός σου, ἕως οὗ μὴ ἔλθωσιν αἱ ἡμέραι τῆς κακίας σου. ̣11,10c ἐὰν ὁ νέος μὴ "πορεύηται" "ἐν ταῖς ὁδοῖς ἄμωμος" μηδὲ τὰ ἄλλα ποιῇ, ἃ προσετάγη ποιεῖν, ἐν "ἀγνοίᾳ" ἐστίν. 50 εἴρηται γοῦν καὶ ἐν παροιμίαις ὑπ' αὐτοῦ τούτου τοῦ σοφοῦ· "ἄνοια ἐξῆπται καρδίᾳ νέου". παραφύεται τῇ "νεότητι" ἡ "ἄγνοια". εἰ μή τις γοῦν ὑπερβάλῃ τὴν τῆς "νεότητος" κίνησιν καὶ ὥσπερ ἐν "νεό τητι" πρεσβυτικῶς κινῆται, "ἄγνοιαν" πολλὴν ἔχει. "ἵνα δῷ ἀκάκῳ πανουργίαν, παιδὶ δὲ νέῳ αἴσθησίν τε καὶ ἔννοιαν". εἰ "δίδοται τῷ παιδὶ τῷ νέῳ" ὑπὸ τῆς σοφίας "αἴσθησις καὶ ἔννοια", δῆλον ὅτι ἀπέβαλεν τὴν "ἄγνοιαν". ὅτε μὴ ἔχει ἐπιστήμην, ἐν ἀνοησίᾳ ἐστίν. διὰ τοῦτο καὶ ἐν ψαλμοῖς τῇ "νεότητι" προσῆψεν τὰ τοιαῦτα· "ἁμαρτίας νεότητός μου καὶ τὰς ἀγνοίας μου μὴ μνησθῃ῀̣ς". ὅρα ὅτι ἡ "νεότης" μάλιστα τούτων δεκτική ἐστιν καὶ ταῦτα ἔχει. διὰ τοῦτο "εὐφραίνου", ἵνα μὴ ἔχῃς "ἄνοιαν"· διὰ τοῦτο "πορεύου", ἵνα μὴ "μα ταιότητα" ἔχῃς καὶ "πονηρίαν σαρκός". 12,1ba ἐν ἡμέρᾳ οὖν τῆς νεότητός σου μνήσθητι τίς ἔκτισέν σε. θεός ἐστιν ὁ "κτίσας"· οὐ "κτίζει" δὲ θεὸς με τὰ κακίας· διὰ τοῦτο σκόπει ὅτι "ἔκτισέν σε ἐν νεό τητι", οὐχ ἵνα "ἄγνοιαν" ἔχῃς, οὐχ ἵνα ἀφραίνῃς, οὐχ ἵνα ἀνεπιστήμων ᾖς, ἀλλ' ἵνα δεκτικὸς ὢν ἐπιστήμης ἀναλάβῃς αὐτήν. 12,1c ἕως οὗ ἔλθωσιν αἱ ἡμέραι τῆς κακίας σου. ἐὰν τὴν "κακίαν" λέγῃ ταύτην τὴν ἐναντίαν τῇ ἀρε τῇ τὴν ψόγον φέρουσαν τῷ ἔχοντι, λέγει· "ἕως μὴ ἔλ θωσιν αἱ ἡμέραι τῆς κακίας σου", ἐς ὅσον δεκτικὸς εἶ ἀρετῆς καὶ "κακίας", μὴ προσδόκα τὴν "κακίαν", μὴ ἕτοιμον σε̣αυτὸν πρὸς ταύτην παρασκεύαζε. ὅταν γὰρ ἀρετὴν ἔχῃς, οὐκ ἔχει χώραν ἔν σοι ἡ "κακία". ἐν τοῖς ἄγαν νηπίοις δύναμις ἀμφοτέρων ἐστίν, καὶ ἀρετῆς καὶ "κακίας"· ἐν δὲ τοῖς ὑπερβᾶσιν τὴν νέαν ἡλικίαν τὴν κομιδῇ νηπίων οὕτως οὐκ ἔνι "κακία" τῷ 339 ἀρετὴν εἶναι ἐν τῇ ψυχῇ ἐκείνῃ. καὶ τὸ βρέφος ἀμοι ρεῖ "κακίας" καὶ ὁ σπουδαῖος ἀνήρ, ἀλλ' ἑτέρως καὶ ἑτέρως ἐκτός εἰσιν "κακίας". ὁ μὲν γὰρ σπουδαῖος τῷ διάθεσιν ἔχειν ἐναντίαν τῇ "κακίᾳ"–αὕτη δέ ἐστιν ἡ πρακτικὴ ἀρετή, ἡ ἁπαξαπλῶς ἀρετή· οὐ δύνανται δὲ συνυπάρξαι τὰ ἐναντία–, ἐν δὲ τῷ βρέφει οὐ διάθε σίς ἐστιν τὸ μὴ ἔχειν "κακίαν", ἀλλὰ ἀπόφασις "κα κίας". ἐὰν οὖν τὴν "κακίαν" λέγῃ̣ ταύτην τὴν χειρίστην ἕξιν, "ἕως μὴ ἔλθωσιν αἱ ἡμέραι τῆς κακίας σου", ποί ει τὰ προςτεταγμένα σοι, "ἄμωμος" βάδιζε. ἐπερ· "ἕως οὗ ἔλθωσιν" ὡς ἀναγκαίως "ἐρχομένων" αὐτῶν; –οὔ, ἀλλ' ἡμῶν ἐπισπωμένων τὴν "κακίαν". ἐὰν λέ γω ὅτι ἐς ὅσον ὑγιαίνει τὸ τοῦ ζῴου σῶμα, οὐκ "ἔρχε ται" νόσος, μὴ γὰρ ἀναγκαῖον λέγω. πάλιν λέγω ὅτι ἐς ὅσον νήπιός τίς ἐστιν, οὐκ "ἔρχεται" αὐτῷ ἐπιστή μη. ἑτέρως λέγω τοῦτο· ἡ ἡλικία γὰρ ἐνποδίζει· οὐχ ἡλικία γὰρ κωλύει τὴν νόσον ἢ τὴν ὑγίειαν, ἀλλὰ ἡ θα τέρου τῶν ἐναντίων λέξις. ἐὰν δὲ "κακίαν" λέγει ὅπερ λέγει τὴν κάκωσιν–ἡ κάκωσις δὲ καὶ κόλασις εἶναι δύναται–, πρὶν "ἔλ θῃ" ἡ
About this text
Didymus the Blind, Commentarii in Ecclesiasten (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Commentarii in Ecclesiasten — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.