Unit 12 rem early
Rem early: Unit 12; lemma and argument toward the thesis.
Greek
ἑαυτῷ ἐμαυτόν". πάλιν "ἐμφανίζω", “οὐκ ἄλλος με δείκνυσιν”. ἀλλὰ λέγεις ὅτι ο῾̣ υἱὸς "δείκνυσιν τὸν πα τέρα". ἀλλὰ σκόπει ὅτι ἡ αὐτή ἐστιν πατρὸς καὶ υἱοῦ ου᾿̣σία· ὥσπερ γὰρ ὁ "πατὴρ δείκνυται" ὑπὸ τοῦ υἱοῦ, οὕτω καὶ ὁ υἱὸς ὑπὸ τοῦ πατρός· "ὁ ἑωρακὼς ἐμέ", φησίν, "ἑώρακεν τὸν πατέρα". καὶ ὅρα ὅτι ἀποκαλύπτει ὁ υἱὸς τὸν πατέρα, ἀποκαλύπτει δὲ καὶ ὁ πατὴρ τὸν υἱόν. Παῦλος γοῦν λέγει ὡς "εὐδόκησεν ὁ θεὸς ἀποκαλύψαι τὸν υἱὸν αὐτοῦ ἐν ἐμοί". καὶ ὁ Πέτρος ἐμαρτυρήθη ὅτι "σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψεν" αὐτῷ τὸν υἱόν, ἀλλ' ὁ γεν νήσας αὐτὸν "οὐράνιος πατήρ". 11,8abcd καὶ ἐὰν ἔτη πολλὰ ζήσεται ὁ ἄνθρωπος̣, ἐν πα῀̣σιν ··· εὐφραν θήσετ̣αι καὶ μνησθήσεται τὰς ἡμέ ρας τοῦ σκότους, ὁ´̣τι πολλαὶ ἔσονται. ̣11,8a "κἂν" μυρία "ἔτη ζήσει ὁ ἄνθρωπος", ἦν δὲ "ἄνθρωπος" φυλάττων τὸ "κατ' εἰκόνα καὶ ὁμοίωσιν" καὶ οὕτω ὁ "ἄνθρωπος" ὡς "εὐθὴς" γέγονεν ὥστε εἰδέ ναι τὴν εὐθύτητα τοῦ φωτὸς καὶ τὸ "πρωῒ σπείρειν" καὶ τὸ "ἑσπέρας μὴ ἀφιέναι τῇ χειρὶ" μηδέν, "εὐφρανθήσε ται". ̣11,8ab "κἂν πολλὰ ἔτη ζήσεται, εὐφρανθήσεται". "ἔτη" δὲ "πολλὰ" γίνεται ἐκ περιόδου τοῦ "ἡλίου τῆς δικαιοσύνης". ὡς γὰρ ὁ αἰσθητὸς ἥλιος περιοδεύων κύ κλους τινὰς "ἔτη" καὶ ἐνιαυτοὺς κατασκευάζει, οὕτω καὶ "τὸ φῶς τὸ ἀληθινόν". περὶ τούτων οὖν λέγει ὁ ἅγιος ὁ φωτισθεὶς ὑπ' αὐτοῦ· "ἔτη αἰώνια ἐμνήσθην καὶ ἐμελέτησα". εἰ "πρόσκαιρά" ἐστιν πάντα τὰ καθ̣' ἡμᾶς, πῶς "αἰώνια ἔτη" ῥητέα τὰ παρ' ἡμῖν γινόμενα; καὶ ἔτι· "ἐμνήσθην ἡμερῶν αἰωνίων, σύνετε γενεὰς γε 332 νεῶν". ἐξ "αἰωνίων ἡμερῶν" κατασκευάζεται τὰ "αἰώ νια ἔτη". "κἂν πολλὰ" οὖν "ἔτη ζήσῃ ὁ ἄνθρωπος, εὐφρανθή σεται ἐν αὐτοῖς", ἐὰν οὕτως ὡς "ἄνθρωπος" ἐνεργῇ, ἐὰν μὴ "σ̣υνπαραβληθ̣εὶς" γένηται "κτηνώδης", ἐὰν μὴ "ἵππος θηλυμανής", "μὴ συνετὸς" κατὰ τὴν "ἡμίονον". ἐπερ· τὸ "καὶ ἐάν"; –ἐπεὶ οὐ πάντες "ζῶσιν" ταῦτα τὰ "ἔτη"· ἀλλ' οὐ δὲ κατὰ φύσιν ὁ "ζῶν ζῇ", ἀλλὰ ἐὰν θελήσῃ, "ζῇ". κἂν τοῦτο οὖν ὑπαρχθῇ, "εὐφρανθήσεται" ἐν πάσαις ταῖς ἡμέραις. ἐπὶ τοῦ ῥητοῦ οὖν οὐκ ἀναφέρεται τὸ ἀληθές" οὐκ, "ἐὰν" μυρία τις "ἔτη ζήσῃ", "ἐν πᾶσι̣ν αὐτοῖς εὐφραν θήσεται", εἰ μὴ ἄρα οὕτως εἴποις· ὁ σοφὸς οὐκ ἐπὶ τοῖς ἡδέσιν μόνοις χαίρει, ἀλλὰ καὶ ἐπὶ τοῖς ἀηδέσιν γενναίως αὐτὰ φέρων· "εὐλογήσω" γοῦν "τὸν κύριον ἐν παντὶ καιρῷ", λέγει, κἂν ἀηδῆ ἦν τὰ περιεστηκότα, κἂν ἀνιαρὰ ἦν· ὥσπερ ὁ Ἰὼβ "ἐν παντὶ καιρῷ" "εὐ φραίνετο". 47 11,8cd καὶ μνησθήσεται τὰς ἡμέρας τοῦ σκότους, ὅτι πολλαὶ ἔσονται. ὡς ἐπὶ τὸ πλεῖστον ὁ ἐν κακίᾳ ὢν οὐ "μνημονεύει" τῶν "αἰωνίων φωτῶν", ὁ δὲ ἐν ἀρετῇ ὢν οἶδεν καὶ τὴν̣ κακίαν καὶ "μνημονεύει" αὐτῆς· οὕτω γοῦν "ἐκ κλίνει" ἀπ' αὐτῆς ···σ̣κ̣ο̣··················· μέχρ̣ι̣ γ̣ὰρ̣ τ̣οῦ παρόντος ζῆν ἐνεργοῦσιν, ἀλλ' οἱ κακοὶ παραδίδονται καὶ μετὰ ταῦτα τῷ σκότῳ καὶ τοῖς ἄλλοις ἀηδέσιν, ταῖς τιμωρίαις πάσαις. ὁ "μνημονεύων" οὖν οὐ πειραθήσεται αὐτῶν. ἑτέρως δὲ τὸ "μνημονεύειν" λαμβάνομεν· λαμβάνο μεν δὲ καὶ τὴν χρῆσιν πολλάκις μνήμην καὶ τὸ μὴ χρᾶσθαι λήθην. ὅταν γὰρ λέγῃ περὶ τῶν δικαίων τῶν τὰς θείας ἐπαγγελίας ἀπολαμβανόντων ὅτι "ἐπιλήσον ται τῆς θλίψεως αὐτῶν τῆς πρώτης"–ἀντὶ τοῦ οὐ πειραθήσονται αὐτῆς ἔτι–"οὐδὲ ἐπέλθῃ αὐτῶν ἔτι ἐπὶ τὴν καρδίαν". διὰ τί; "ἔσται γὰρ ὁ οὐρανὸς και νὸς καὶ ἡ γῆ καινή"· μεταστοιχειωθέντος τοῦ κόσ μου καὶ τῶν ἐπαγγελιῶν ἀποδοθησομένων, οὐκέτι μνήμη ἔσται θλιβηροῦ. καὶ οὕτως εἰώθαμεν λέγειν· ὅταν μεταβολὴ γένηται, λέγομεν λήθην "τῶν προτέ ρων" λαμβάνειν, κἂν ἀγαθὰ κἂν μὴ ἀγαθὰ ὦσιν. λέ γεται γοῦν· "ἐν ἡμέρᾳ ἀγαθῇ ἀμνηστία κακῶν". μὴ γὰρ 333 τοῦτο λέγει ὅτι ὁ πειραθεὶς "ἡμερῶν ἀγαθῶν" καὶ φωτεινῶν ἐπελάθετο ὅτι πεπείραται "κακῶν". ἀλλ' οὐκέτι οὕτω "μνημονεύει" αὐτῶν κατὰ πεῖραν. 11,8e9abcd πᾶν τὸ ἐρχόμενον ματαιό της. εὐφραίνου, νεανία, ἐν νεότητί σου, καὶ ἀγαθυνάτω σε ἡ καρδία σου ἐν ἡμέραις νεότητός σου, καὶ περιπάτει ἐν ὁδοῖς ἄμωμος καὶ ἐν ὁράσει ὀφθαλμῶν σου. ̣11,8e "τὸ ἐρχόμενον" οὐκ ἔστιν αἰώνιον· "πρόσκαιρά" εἰσιν πρὸς ταῦτα "τὰ βλεπόμενα", τὰ ὁ ρατὰ δημιουργήματα· "οὐ βλεπόμενα" δὲ καὶ "αἰώνια", ἃ σπουδάζουσιν ἔχειν οἱ ἅγιοι λέγοντες· "σκοπούν των ἡμῶν οὐ τὰ βλεπόμενα· τὰ γὰρ βλεπόμενα πρόσ καιρα, τὰ δὲ μὴ βλεπόμενα αἰώνια". εἰ "αἰώνιά" εἰ σιν, οὐκ εἰσὶν μέλλοντα, κἄν π̣οτε μέλλουσαν εἴ πῃς "ἀρετὴν" ἢ "γνῶσιν"· παρ' ἡμᾶς τοῦτο γίνεται· εἰ μὴ γὰρ ἐγεγόνειμεν ἐν κακίᾳ ἢ ἐν ἀγνοίᾳ, οὐκ εἴ χαμεν μέλλοντα φωτισμὸν ἢ μέλλουσαν ἀγαθωσύνην. τῇ φύσει οὖν τὰ θεῖα ἔξω εἰσὶν τοῦ μέλλειν ἀ εὶ π̣α̣ρ̣ο´̣ντα. καὶ μέμνημαι ὅτι κέχρημαι τοιούτῳ παρα δείγματί
About this text
Didymus the Blind, Commentarii in Ecclesiasten (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Commentarii in Ecclesiasten — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.