Commentarii in Ecclesiasten Unit 12 opening
Unit 12.
Lemma-led open — κατὰ τιμὴν καὶ
Greek
οὖν αὐτός ἐστιν. αὐτὸν γ̣ὰρ μιμούμενοι γίνονται ταῦτα. καὶ οὕτω λέγεται καὶ "πρῶτος" κατὰ τιμὴν καὶ "ἔσχατος" κατὰ τιμ̣ήν. εἰ δὲ θέλεις καὶ βαθύτερον λόγον ἀκοῦσαι· Ἰη σοῦς "διερχόμενος τοὺς οὐρανοὺς" οὐ μόνον ἐν τῇ ἀν όδῳ ἀλλὰ καὶ ἐν τῇ καθόδῳ πάντας ἐμιμήσατο τοὺς λογι κο̣ύς, ὡς ἐν Ἰσαΐᾳ φέρεται τῷ ἀναβατικῷ, ἵν' ὠφε λήσει πᾶν τάγμα· οὐ διέβη γὰρ τόπον κ̣ατιω´̣ν, ἔνθα̣ οὐ πεποίηται ὠφέλειαν. δύναται οὖν καὶ τὸ ὑπεραναβε βηκὸς ζῷον ε̣ἰ῀̣ναι, "ἔσχατον" δὲ τ̣άχα ὁ "ἄνθρωπος ἢ ὁ κα̣ταχθόνιος. πάντας̣ οὖν ἐμιμήσατο, ἵνα πᾶν̣ τ̣άγ μα ω᾿̣φελήσει. ε̣ι᾿̣ γὰρ ὁ ἀπόστολος αὐτο`̣ς "τοῖς πᾶσιν πάντα γέγονεν, ἵνα πάντας κερ̣δήσῃ"–ἐκ̣είν̣οις δὲ "πάντα γέγονεν" καὶ ᾡ῀̣ "ἔσχατοί" εἰσιν, "γέγονεν τοῖς ἀνόμοις ἄνομος, ἵνα τοὺς ἀνόμ̣ους κερδήσῃ, τοῖς 330 Ἰο̣υδ̣αίοις̣ Ἰουδαίοις Ἰουδαῖος", τοῖς "σοφοῖς"σοφός–, εἰ οὖν ὁ μιμητὴς αὐτοῦ ταῦτ' ἐποίει, πολλῷ πλέον αὐτός. εἶτα λοιπὸν εἰρηκὼς λέγει· "ὁ ζῶν καὶ ἐγενάμην νε κρός". "ἐγὼ ὁ ζῶν", οὐχ̣ ὁ "γενάμενος ζῶν"· "ζῶν" γάρ ἐστιν, "ζωὴ" γάρ ἐστιν, "ἐγένετο" δὲ "νεκρός"· ἀλ λὰ τὸ μεσολαβῆσαι λύεται· ἐπήγαγεν γάρ· "καὶ ἰδοὺ ζῶν εἰμι εἰς τοὺς αἰῶνας". εἰ γὰρ καὶ "ζῶν" τυγχάνων "νεκρὸς γέγονα", οὐ "γέγονα εἰς τοὺς αἰῶνας νεκρὸς" ἀναλαμπούσης ἐκείνης τῆς "ζωῆς", ἧς εἶχον πρὸ τῆς νεκρώσεως. 11,7a καὶ γλυκὺ τὸ φῶς καὶ ἀγαθὸν τοῖς ὀφθαλμοῖς. ἑκατέρως τὸ "φῶς γλυκύ" ἐστιν "τοῖς ὀφθαλμοῖς καὶ ἀ γαθόν". ὠφελεῖ τοὺς "ὀφθαλμούς". καὶ εἰ μὲν ἐπὶ τῶν αἰσθητῶν λαμβάνεις, δείκνυσιν αὐτῷ τὰ ὁρατά. εἰ δὲ περὶ του῀̣ θείου "φωτὸς" τοῦ ἀϊδίου, περὶ οὗ λέγεται "ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον" "τοὺς ὀ φθαλμοὺς τῆς καρδίας̣ φωτίζον", "γλυκύ" ἐστιν αὐτοῖς. ἑκατέρως δὲ λημπτέον τὸ "φῶς" καὶ τοὺς "ὀφθαλ μούς", ω῾̣σ̣αύτως καὶ τὴν "γλυκύτητα". ὁμοίως ἐὰν πε ρὶ τῶν ὁρατῶν λέγῃ τῶν δεικνυμένων ὑπὸ τοῦ αἰσθητοῦ "φωτός", τὸ "γλυκ̣υ`̣" α᾿̣ν̣τὶ του῀̣ ἡδύ ἐστιν̣. ἐὰν δὲ λά β̣ῃς̣ τοὺς ἔσω "ὀφθαλμοὺς" καὶ τὸ "φῶς τὸ ἀληθινόν", οὕτω "γλυκύ" ἐστιν, ὡς εἴρηται "γ̣ε̣υ´̣σασθε̣ καὶ ἴδετε ὅτι χρηστὸς ὁ κύριος" καὶ "ὡς γ̣λ̣υκ̣ε´̣α̣ τ̣α`̣ λόγ̣ι̣α´̣ σου ὑπὲρ μέλι καὶ 46 κηρίον", "φάγε μέλι, υἱέ, ἀγαθὸν γὰρ κηρίον, ἵνα γ̣λυ̣κανθ̣ῇ ο῾̣ φ̣άρ̣υ̣ν̣ξ". κα·····τ̣ο "μέ λι", τὸ ἐσθιόμενον, τὸν "ἀγαθόν", τὸ πνευματικὸν α᾿̣π̣ο´̣σταγμ̣α̣ τ̣ῶν γρα̣φῶν ε̣··· τὸ "κηρίον" δέ, ἐν ᾧ συνίσταται ἡ λέξις τῶν γραφῶν ··· ··· ···. 11,7b τ̣ο̣υ῀̣ β̣λ̣ε´̣πειν̣ σὺν τὸν ἥλιον. ο῾̣ ἔχων τὸ "φῶς" τοῦτο τὸν "ἥλιον βλέπει". ἑκατέρως πάλιν ἄκουε. τὰ ἄλλα̣ ο῾̣ρατὰ δείκ̣ν̣υται ὑπὸ "ἡλίου" καὶ "φωτός"· αὐτὸ δὲ τὸ "φῶς" ο̣ὐχ̣ υ῾̣π̣ὸ ἄλλου δείκνυται, ἀλλ' αὐ τὸ ἑαυτὸ ε᾿̣μφανίζει. ὅπερ οὖν ἐπὶ τῆς ἱστορίας γίνεται τοῦτο καὶ ἐπὶ τῆς ἀναγωγῆς. εἰς τὸ ἁρμονίως ἰδεῖν δεῖ ὄψιν εἶναι καὶ "φῶς" καὶ ὁρατά. ἐ´̣σ̣τι̣ν̣ γάρ π̣οτε τη῀̣ς̣ ὄψε̣ω̣ς οὔσης̣ τὰ ο῾̣ρατὰ μὴ θεωρεῖσθαι, ὅταν νὺξ ᾖ. καὶ πάλιν τ̣οῦ "φω τὸς" ὄν̣το̣ς̣ ὅτ̣αν τι̣ς̣ μ̣ὴ σ̣κ̣οπῇ, κἀ`̣ν̣ μ̣ὴ στερηθῇ αὐτοῦ, οὐχ ὁρᾷ αὐτά. τότε οὖν τ̣αυ῀̣τ̣α ὁρᾶτα̣ι, ὅτε ? τ̣ὸ "φῶς" ············· εἰς ἀντίλημψιν αὐτῶν καὶ αὐτὰ ? φ̣ανερώσει. καὶ ἄλλο ἐστι`̣ν ? τὸ δεικνύον "φῶς" καὶ ἄλλο τὰ δεικνυόμενα ὁρ̣α̣τ̣ὰ καὶ ἕτερον ἡ δεικνύουσα ὄψις. περι`̣ μ̣ε´̣ντοι τῶν νοητῶν 331 οὐχ οὕτως ἔχει. τὸ "φῶς" ‖ οὐχ ὑπ̣ὸ "φωτὸς" δείκν̣υται καίτοι̣ ὂν̣ ὁρατόν, ἀλ̣λ' ἑαυτὸ φανεροῖ. τοῦτο μέν τοι Μω̣ϋσῆς θ̣εασ̣··ε̣··ς καὶ ει?···κ̣ρως ἔλεγεν· “"ἐμ φάνισόν μοι̣ σεαυτόν", οὐκ ἄλλος δὲ δύναταί μοι "ἐμφανίσ̣α̣ι"“, ὡς εἴ τις τῷ "ἡλίῳ" ἔλεγεν· “"ἐμφά νισόν μοι σεαυτόν", ἄλλο γὰρ οὐδὲν δύναται σὲ δεῖξαι”. οὕτω καὶ ὁ ςωτὴρ ἐν εὐαγγελίοις ἔλεγεν· "ο῾̣ ἔχων τὰς ἐντολάς μου̣ καὶ τηρῶν αὐτάς, ἐκεῖνός ἐστιν ὁ ἀγαπῶν με· ὁ δὲ ἀγαπῶν με ἀγαπηθήσεται ὑπὸ τοῦ πα τρός μου, καὶ ἐμφανίσω αὐτῷ
About this text
Didymus the Blind, Commentarii in Ecclesiasten (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Commentarii in Ecclesiasten — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.