Unit 13 rem early
Rem early: Unit 13; lemma and argument toward the thesis.
Greek
κόλασις, ἡ "κακία", ποίησον ἃ λέγω σοι, ἵνα "ἐλ θοῦσα" ἡ κάκωσις ἡ κολαστικὴ μὴ εὕρῃ σε ὑπεύθυνον. ἐπερ· πρὶν "ἔλθῃ" ἡ κόλασις; –ὁ θεὸς προσάγει τιμωρίαν τοῖς ἀνθρώποις οὐχ ὡς ἔτυχεν, ἀλλ' ὅταν κρίνῃ συμφερόντως αὐτὴν ἐπενεγ κεῖν· κύριος γὰρ "κριτὴς δίκαιος, ἰσχυρὸς καὶ μακρό θυμος μὴ ὀργὴν ἐπάγων καθ' ἑκάστην ἡμέραν· ἐὰν μὴ ἐ πιστραφῆτε, τὴν ῥομφαίαν αὐτοῦ στιλβώσει". "κριτοῦ δικαίου" ὄντος τοῦ θεοῦ πῶς ἁμαρτόντες ἄνθρωποι οὐχ ὑποπίπτουσιν τιμωρίᾳ καὶ ἀνταποδόσει; ἆρα πα ρὰ ἀσθένειαν "μὴ ε᾿̣π̣ήγαγεν"; οὔ· "ἰσχυρός" ἐστιν καὶ η᾿̣δ̣ύνατο παραυτὰ τιμωρήσασθαι, ἀλλὰ σὺν τῇ ἰσχύι "καὶ μακρόθυμός" ἐστιν καὶ "οὐκ ἐπάγει ὀργὴν καθ' ἑκάστην ἡμέραν"· ᾧ μὲν "ἐπάγει", ᾧ δὲ οὔ, δι' οὓς οἶδεν α̣ὐ τὸς βαθυτάτους λόγους. ὅταν οὖν "μὴ ἐπάγοντος αὐτοῦ ὀργὴν καθ' ἑκάστην ἡμέραν" καταφρονοῦσιν τῆς ἀ πειλῆς, ἐπεὶ λάθῃ τὰ τῆς "κακίας", ὡς χρείαν λοιπὸν γενέσθαι τιμωρηθῆναι, τότε, "ἐὰν μὴ ἐπιστραφῶσιν" οἷς ἐμακροθύμησεν, "τὴν ῥομφαίαν αὐτοῦ στιλβώσει". αὕτη ἐστὶν ἡ "κακία" ἡ "ἐρχομ̣ένη", οὐ χειρί στη ἕξις οὖσα, ἀλλὰ κολαστική, σφοδροτάτη οὖσα κάκω σις. ἐν τῷ "καιρῷ" οὖν τῆς "κρίσεως", ἐπὶ καθένα "καιρόν", πάντας κρίνει. καὶ καλεῖ τὸν "καιρὸν" 340 τοῦτον ὁτὲ μὲν "καιρὸν 51 κρίσεως" ὁτὲ δὲ "ἡμέραν ὀρ γῆς" καὶ "ἡμέραν ἀνταποδόσεως". "ἕως οὗ ἐλθεῖν τὴν κακίαν" ταύτην, "ἕως οὐκ ἦλ θεν ἡ κακία", μετανόησον. "τόπον" ἔχει "μετανοί ας"· "οὐ βραδύνει κύριος τῆς ἐπαγγελίας, ὥς τινες βραδύτητα ἡγοῦνται, ἀλλὰ μακροθυμεῖ ἐπ' αὐτοῖς μὴ βουλόμενός τινα ἀπολέσαι, ἀλλὰ πάντας εἰς με τάνοιαν χωρῆσαι". ἐπεὶ τοίνυν ὑπέρθεσίς σοι δέδοται "μετανοίας", μετανόησον πρὶν "ἐλθεῖν" τὴν "κακίαν". 12,1de2abc καὶ φθάσουσιν ἔτη ἐν οἷς ἐρεῖς· οὐκ ἔστιν μοι ἐν αὐτοῖς θέ λημα· ἕως οὗ μὴ σκοτισθῇ ὁ ἥλιος καὶ τὸ φῶς καὶ ἡ σελήνη καὶ οἱ ἀστέρες καὶ ἐπιστρέψωσιν τὰ νέφη ὀπίσω τοῦ ὑετοῦ. ̣12,1de ἐὰν "ἔλθῃ ἡ κακία" ἡ κακωτική, "ἔτη" ἐνίστανται "ἐν οἷς οὐκ" ἔχεις "ἐν αὐτοῖς θέλημα". οὐδεὶς δὲ θέλει κολασθῆναι. ἐὰν ἐνστῇ τὰ "ἔτη" τῶν ἐπαγγελιῶν, ἔχουσιν οἱ σπουδαῖοι "ἐν αὐτοῖς τὸ θέ λημα"· θέλουσιν δὲ ἀπολαῦσαι τῶν ἐπαγγελιῶν ἐργα σάμενοι τὰ φέροντα αὐτά. οἷον οἱ φιλήδονοι καὶ αὐτὸ τοῦτο τὰ αἰσθητὰ μόνα ἀποδεχόμενοι μὴ ἔχουσιν "θέ λημα" εἰς καιρὸν λιμοῦ, ἔχουσιν δὲ εἰς εὐετηρίας καιρόν. τοῦ δικαίου οὖν ἐστιν "θέλημα" ἐν τοῖς καιροῖς ἐκείνοις, ὅτε αἱ ἀνταποδόσεις γίνονται. "θέλημα" ἐν Ἰσαΐᾳ γέγραπται· "θελήσουσιν", φη σίν, "εἰ ἐγενήθησαν πυρίκαυστοι" οἱ κακοί. μὴ ὁ θέ λων ὀργῆς ἐπικειμένης "πυρίκαυστος γένηται"; ἔχει ἐν τῷ καιρῷ ἐκε̣ι´̣νῳ τὸ "θέλημα" ἑαυτοῦ. 12,2ab ἕως οὗ μὴ σκοτισθῇ ὁ ἥλιος καὶ τὸ φῶς καὶ ἡ σελήνη καὶ οἱ ἀστέρες. δύναται καὶ ἐπὶ ῥητοῦ ληφθῆναι τὸν καιρὸν καὶ τὰ "ἔτη ἐν οἷς οὐκ" ἔχει "θέλημα" ὁ ἁμαρτωλός· τότε γενήσεται, ὅταν "ὁ οὐρανὸς καὶ ἡ γῆ παρ έλθῃ". "παρερχομένου" δὲ "τοῦ οὐρανοῦ καὶ τῆς γῆς" "ὁ ἥλιος", φησίν, "σκοτισθήσεται καὶ ἡ σελήνη οὐ δώσει τὸ φῶς αὐτῆς". "ἕως οὗ σκοτισθῇ ὁ ἥλιος"· δυνατὸν δὲ καὶ οὕ τως λαβεῖν· ὅσον ἐσμὲν ἐν τῷ βίῳ τούτῳ καὶ τὸ αὐτε ξούσιον ἀκώλυτον ἔχομεν, δυνάμεθα καταλάμπεσθαι ὑπὸ τοῦ "ἡλίου τῆς δικαιοσύνης" καὶ ὑπὸ τοῦ "φω τὸς τοῦ ἀληθινοῦ" καὶ "τῆς σελήνης καὶ τῶν ἀστέρων". "σελήνην" δὲ ἀλληγορικώτερον λαμβάνομεν τὴν ἐκκλησιαστικὴν γνώμην· πρὸς δὲ τὸν "ἥλιον τῆς δι καιοσύνης" "σελήνη" δύναται λεχθῆναι ἡ διδασκαλία 341 ἡ δυναμένη ἐνταῦθα φωτίσαι. καὶ καταλλήλως καὶ τοὺς "ἀστέρας" λάμβανε τοὺς διακόνους τῆς θείας δωρεᾶς, τοὺς "ἀγγέλους", ἐν οἷς ὁ θεὸς "λαλεῖ" τὸν "λόγον" ἑαυτοῦ. "σκοτίζονται" οὖν, τουτέστιν ἀπὸ σοῦ· οὐδὲ γὰρ καθάπαξ σβέννυται ὁ "ἥλιος". καὶ ὥςπερ ἐν ταῖς νυ ξὶν δοκεῖ "σκοτίζεσθαι" ἡμῖν ὁ "ἥλιος" αὐτὸς οὐ τοῦ το πάσχων, ἀλλὰ πόρρω ἡμῶν γινόμενος μακρὰν τῆς ὄψεως, οὕτως καὶ "ὁ τῆς δικαιοσύνης ἥλιος" "σκοτίζε ται" ἐκείνοις τοῖς μηκέτι ἀξίοις τοῦ φωτίζεσθαι ὑπ' αὐτοῦ. 12,2c καὶ ἐπιστρέψωσιν τὰ νέφη ὀπίσω τοῦ ὑετοῦ. "νέφη" πολλάκις ἐλέχθησαν τὰ διακονοῦντα τὸν πνευματικὸν "ὑετόν", ἤτοι ἄνθρωποι ἢ ἄγγελοι. "ἐπι στρέφει" δὲ ταῦτα "ὀπίσω τοῦ ὑετοῦ", οὐκέτι διακονεῖ τὸν "ὑετόν"· οὐδὲ γὰρ συμφέρει τότε τὸν "ὑετὸν" κατ ελθεῖν. ἔχεις ἀποστολικὸν ῥητὸν τοιοῦτον· συμβουλεύει σπουδαίους εἶναι τοὺς ἀνθρώπους καὶ ἀρετῆς καὶ θείας γνώμης ἐπιμέλεσθαι καὶ ἀπέχεσθαι τῶν ἀντι κειμένων· καὶ λαμβάνει παράδειγμα τοιοῦτο εἰπὼν τοῦτο ὅτι ἐς ὅσον ἡ θεία διδασκαλία ἐστίν, "προσέχειν δεῖ" καὶ
About this text
Didymus the Blind, Commentarii in Ecclesiasten (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Commentarii in Ecclesiasten — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.