Commentarii in Job · §u04-open

Commentarii in Job Unit 4 opening

Unit 4.

Lemma-led open — μέχρι τίνος καρτερήσεις

Greek

τέκνων φθορᾶς, ἔτι τε μηδὲ ἐκ τῆς ἀμέτρου κακώσεως τοῦ σώματος, τρίτον αὐτῷ πλέκει πάλαι σμα τὴν τῆς γυναικὸς ὁμιλίαν· ἴσως δι' αὐτῆς τὸν Ἰὼβ ὡς καὶ διὰ τῆς Εὕας τὸν Ἀδὰμ ἀπατήσειεν. χρόνου γὰρ πολλοῦ προβεβηκότος ὡς οὐδὲ αὐτὸς δεδύνηται σεῖσαι τὸν ἀθλητήν, τὰ τῆς ὀλιγωρίας προφέρει ἡ γυνή, ἴσως ἐνθυμουμένη τοῦ π̣αθ̣ήματος αὐτὸν ἀπαλλάξαι, εἰ ῥῆμα πρὸς κύριον εἴποι ἀλογίστως. καὶ θέασαι καθ' ἕκαστον ῥῆμα, πῶς εἰς ὀλιγωρίαν ἐκκαλεῖται α̣ὐτόν· "μέχρι τίνος καρτερήσεις"· εἰς πολὺν αὐτῶι χρόνον τῆς νόσου πρόθεσιν εἰς ὀλιγωρίαν ὑποβάλλουσα–εἶτα ἑξῆς· "λέγων· ἰδοὺ ἀναμένω χρόνον ἔτι μικρὸν προσδεχόμενος τὴν ἐλπίδα τῆς σωτηρίας μου"–τρόπον τινὰ εἰς ἀδύνατον αὐτοῦ περιάγει τὴν προσδοκίαν. ἴσως γὰρ πολλάκις αὐτῆς ἀποδυσπετούσης αὐτὸς τὰ τῆς ἀγαθῆς ἐλπίδος προτιθεὶς ἔπαυσε τῆς ὀλιγωρίας, ἣν οὐχ ὁρῶσα ἅτε ἀσθενῆ λογισμὸν ἔχουσα ὡς ψευδῆ αὐτὸν ἐλπίζοντα εἰς ὀλιγωρίαν 47 ἐξεκαλεῖτο· φιλεῖ γὰρ ἄλογος ψυχὴ τὰς προσδοκίας ἀεὶ ἀβεβαίους λογίζεσθαι. ἐπιτείνουσα δὲ τὴν παρ' αὐτῆι νομιζομένην ἀπόδοσιν τῆς παν τελοῦς ἀνελπιστίας φησίν· "ἰδοὺ γὰρ ἠφάνισταί σου τὸ μνημόσυνον ἀπὸ τῆς γῆς." οὐχ υἱὸς οὐ θυγατὴρ περιλείπεταί σοι τὴν μνήμην τῆς διαδοχῆς φυλάξοντες, μονονουχὶ λέγουσα ὅτι· εἰ καὶ ὑγ̣ια῀̣ναι συμβαίη, ἀνόνητος ἡ τῆς ὑγίας ἀπόλαυσις παίδων οὐκ ὄντων, ὑπαρχόντων ἀπολομένων. καὶ ταῦτα μὲν εἰ μόνον παρῆν, τάχ' ἂν εἶχε λόγον ἡ μακροθυμία, φησίν, ἀλλὰ πρὸς τούτοις καὶ σὺ αυ αὐτὸς "ἐν σαπρίαι σκωλήκων κάθῃ", ἐγὼ δὲ ἀπὸ πενίας περίειμι "τόπον ἐκ τόπου". διὰ πάντων τῶν ῥημάτων ἑαυτῆς βέλος ὀλιγωρίας ἐξαποστείλασα ἐπάγει τῆς φαυλοτάτης ὁμιλίας πέρας λέγουσα· "εἶπόν τι ῥῆμα εἰς κύριον καὶ τελεύτα". πρὸς ὃ εἴποι τις ἄν· πῶς ἡ γυνὴ τοῦτον ἔχουσα λογισμόν, ὅτι εἰ εἴποι ῥῆμα εἰς κύριον̣, τελευτήσοι; πρὸς ὃ διαφόρως τις λέξει ἤτοι τοῦ ἀντικειμένου ὑποβαλόντος αὐτῇ τοῦτο, ἵνα τὸ σπουδαζόμενον αὐτῶι πληρωθῇ τό· "εἶ μὴν εἰς πρόσωπόν σε εὐλογήσει", ἢ τάχα ἐν ταῖς πόλεσιν ἐκείναις ὁ εἰς κύριον βλασφημήσας ἀπέθνῃσκεν ὑπὸ ἄρχοντος ἢ τῶν πολιτῶν. ἴσως γὰρ οὐδένα ἔγνω καὶ βλασφημήσαντα καὶ ζώσαντα. τάχα γὰρ τοῦτο συνέβαινεν τότε μήπω τῆς κακίας κεχυμένης. ἴσως ἐλογίσατο, ὅτι οὐδὲ θεὸς ε᾿̣άσει αὐτὸν ζῆν προέμενον βλάσφημον λόγον. ἐνφαίνει δὲ καὶ διὰ τοῦ· "ἰδοὺ γὰρ 48 ἠφάνισταί σου τὸ μνημόσυνον ἀπὸ τῆς γῆς", ὡς ὅτι· οὐδὲ ἐλπίδα ἕξεις εἰς τὴν αὐτήν ποτε ἐλθεῖν ἀπόλαυσιν τῶν ἀγαθῶν, ἃ μόνα ἀγαθὰ εἶναι ἐνόμιζεν τῶν κατ' ἀλήθειαν ἀγαθῶν ἀλογοῦσα. καὶ ἀγνοοῦσα δὲ ἑτέρως ἀληθῆ εἴρηκε λόγον· τὸ γὰρ μνημόσυνον τῶν ὑπερφρονησάντων τοῦ ἀνθρωπίνου ζῆν οὐράνιόν ἐστιν. ὅτι δὲ τοῦτο ἡ γραφὴ κυροῖ, ὁ ψαλμῳδός φησιν· "πρόσωπον κυρίου ἐπὶ ποιοῦντας κακὰ τοῦ ἐξολεθρεῦσαι ἐκ γῆς τὸ μνημόσυνον αὐτῶν." ὅταν γὰρ 14 ἁμαρτανόντων τινῶν καὶ λεγόντων "ἐν καρδίαι μὴ εἶναι θεὸν" ἐπίπονα προσαγάγῃ θεός, ἐπιφαίνεται, ἵν' ὠφεληθέντων αὐτῶν ἀναιρεθῇ ἐκ τῆς γῆς τὸ μνημόσυνον αὐτῶν καὶ "ἐν οὐρανῶι ἐνγράφωσιν" μεταβαλόντες εἰς ἀρετήν. καὶ τὰ περὶ τῶν τέκνων δὲ ὡς γυνὴ εἶπεν λογιζομένη τὴν ἐκείνων σωτηρίαν μόνην εἶναι ἐλπίδα, κενῶς αὐτὰ τετοκέναι φάσκουσα. ἐπιφοιτάζουσα δὲ αὐτὸν καὶ τὰ τῆς ἑαυτῆς κακοπαθείας προφέρει. "ὁ δὲ ἐμβλέψας εἶπεν αὐτῇ· ὥσπερ μία τῶν ἀφρόνων γυναικῶν ἐλάλησας. εἰ τὰ ἀγαθὰ ἐδεξάμεθα ἐκ χειρὸς κυρίου, τὰ κακὰ οὐχ ὑποίσομεν;" τὸ καρτερὸν αὐτοῦ τῆς ψυχῆς καὶ ἐν τούτῳ δείκνυται, ἐν τοσαύταις ἀλγηδόσιν μὴ ὑπομείναντος 49 δὲ λόγον παρὰ τῆς γυναικὸς ἀναρμόστως̣ προενεχθέντα, ἀλλὰ καὶ εἰπόντος· "ὥσπερ μία τῶν ἀφρόνων γυναικῶν ἐλάλησας." ἀτενὲς δὲ ἐνβλέψας τοῦτο εἴρηκεν, ἐκ τῶν ἐγκλημάτων αὐτῆς κατανοῶν ὁ ἅγιος ὅτι διαβολικῇ ὑποβολῇ ταῦτα προήνεγκεν, καὶ ἅτε φρόνιμος ὢν ᾔδει τὴν πρω´̣την παραβᾶσαν ὑπὸ διαβόλου τρωθεῖσαν αἰτίαν γεγενῆσθαι τῆς τοῦ Ἀδὰμ παραβάσεως.

About this text

Didymus the Blind, Commentarii in Job (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Commentarii in Job — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.