Commentarii in Job · §u04-rem-early

Unit 4 rem early

Rem early: Unit 4; lemma and argument toward the thesis.

Greek

διὰ τοῦτο λέγει· "ὥσπερ μία τῶν ἀφρόνων γυναικῶν ἐλάλησας." εἶτα καὶ λογισμὸν αὐτῇ παραθεὶς τὸν πρέποντα ἐπάγει· "εἰ τὰ ἀγαθὰ ἐδεξάμεθα ἐκ χειρὸς κυρίου, τὰ κακὰ οὐχ ὑποίσομεν;" τῆς γὰρ αὐτῆς συνέσεώς ἐστιν καὶ πρὸς τὰ ἡδέα τῶν ἀδιαφόρων μὴ καταφέρεσθαι καὶ πρὸς τὰ ἐπίπονα μὴ καταβάλλεσθαι. οἶδεν γὰρ ὁ περὶ τῶν πραγμάτων ἐπιστάμενος, ὅτι τὰ νομιζόμενα ἀγαθὰ οὐκ αὐτῶν φύσει εἰσὶ τοιαῦτα, ἀλλὰ τῃ῀̣ τοῦ χρωμένου ἀκολουθοῦντα γνώμηι, ὡς αὖ καὶ τὰ κακά–τὰ κακωτικὰ λέγω–οὐ τῷ ὄντι κακὰ τυγχάνει, ἀλλὰ πρὸς τὸν ἐν αὐτοῖς γιγνόμενόν ἐστιν ἐν αὐτοῖς ἡ χρῆσις. πολλοὶ γὰρ μετὰ πλούτου καὶ φαῦλοι καὶ σπουδαῖοι ὤφθησαν ὡς Ἀβραὰμ καὶ οἱ ὅμοιοι α̣ὐτῷ καὶ Φαραὼ καὶ οἱ παραπλήσιο̣ι̣. πολλ̣ω῀̣ν̣ πάλιν κακώσεων ἐπελθουσῶν οἱ μὲν ἐνέδοσαν, οἱ δὲ ἀ50 καμπεῖς διέμειναν τὸν λογισμόν, ὧν ἔστιν ὁ μακάριος Ἰὼβ καὶ Λάζαρος, ὡς παρὰ ἰατροῦ καὶ ταῦτα δεχόμενοι τομαῖς καὶ καύσεσιν πρὸς σωτηρίαν κεχρημένου. "ἐν πᾶσι τούτοις τοῖς συμβεβηκόσιν αὐτῷ οὐδὲν ἥμαρτεν Ἰὼβ τοῖς χείλεσιν ἐναντίον κυρίου." δεύτερον τοῦτο εἴρηται, πρῶτον μέν, ὅτε καὶ ἡ πρώτη προσβολή, δεύτερον δὲ νῦν. καὶ τότε μὲν εἴρηται· "ἐν πᾶσι τούτοις τοῖς συμβεβηκόσιν αὐτῶι οὐδὲν ἥμαρτεν Ἰὼβ ἐναντίον τοῦ κυρίου", νῦν δέ· "ἐν πᾶσι τούτοις τοῖς συμβεβηκόσιν αὐτῷ οὐδὲν ἥμαρτεν Ἰὼβ τοῖς χείλεσιν ἐναντίον τοῦ κυρίου." ἔνιοι μὲν οὖν οὐδὲν διαφέρειν ἡγοῦνται τὸ «τοῖς χείλεσι μηδὲν ἡμαρτηκέναι» εἰρῆσθαι καὶ «μηδὲν ἡμαρτηκέναι ἐνώπιον κυρίου», ἔνιοι δὲ οὕτως αὐτὰ ἐκλαμβάνουσιν, ὡς ἐπὶ μὲν τῆς ἀφαιρέσεως τῶν ὑ παρχόντων καὶ τοῦ θανάτου τῶν τέκνων καθάπαξ εἴρηται "οὐδὲν ἥμαρτεν Ἰὼβ ἐναντίον τοῦ κυρίου" οὔτε ἐν λόγωι οὔτε ἐν λογισμῶι, ἐνταῦθα δὲ μετὰ προσθήκης κεῖται τὸ "τοῖς χείλεσιν", λέγοντες, ὡς τάχα τις καὶ κλόνος ἐγένετο οὐκ ἴσος ἁμαρτήματι–τοῦτο γὰρ ἧττα–, ἀλλὰ τῆς ἀσθενείας τῆς ἀνθρωπίνης κίνημα, ἐκβιαζομένης τῆς πολλῆς ὀδύνης τῆς περὶ ὅλον τὸ σῶμα. τὸ συγγραφικὸν οὖν πνεῦμά φησιν ὅτι–ἵνα δεί51 ξῃ τὴν ἐπίτασιν τοῦ πόνου καὶ 51 τὴν ἀνδρείαν αὐτοῦ–ὅτι καίτοι τῆς ἀνδρείας ἐκβιαζομένης μέχρις ἀκουσίου ἐνθυμήματος, τετάρακται οὐχ ὥστε πρᾶξαί τι ἀπὸ ὀλιγοψυχίας καὶ μικροπρεπείας ἢ λαλῆσαι. τοιοῦτό τι καὶ ὁ ὑμνῳδὸς λέγει· "ἐταράχθην καὶ οὐκ ἐλάλησα", δηλῶν ὡς γεγένηται περὶ αὐτόν τινα τὰ ἐγείροντα τάραχον, ὧν μέχρι διανοίας τὴν κίνησιν στήσας οὐκ ἐλάλησεν. συνῳδὰ ἃ Παῦλος γράφει Κορινθίοις· "οὐ θέλω ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, περὶ τῆς θλίψεως τῆς γεναμένης ἡμῖν ἐν τῆι Ἀσίαι ὅτι καθ' ὑπερβολὴν ὑπὲρ δύναμιν ἐβαρήθημεν, ὥστε ἐξαπορηθῆναι ἡμᾶς καὶ τοῦ ζῆν. ἀλλ' αὐτοὶ ἐν ἑαυτοῖς τὸ ἀπόκριμα τοῦ θανάτου ἐσχήκαμεν, ἵνα μὴ πεποιθότες ὦμεν ἐφ' ἑαυτοῖς, ἀλλ' ἐπὶ τῷ θεῷ τῷ ἐγείραντι τοὺς νεκρούς." "ἀκούσαντες δὲ οἱ τρεῖς φίλοι αὐτοῦ τὰ κακὰ πάντα τὰ ἐπελθόντα αὐτῷ, 15 παρεγένετο ἀπὸ τῆς ἰδίας χώρας ἕκαστος πρὸς αὐτόν· Ἐλιφὰς ὁ Θαιμάνων βασιλεύς, Βαλδὰδ ὁ Σαυχαίων τύραννος, Σωφὰρ ὁ Μιναίων βασιλεύς." τὰ ξενίζοντα ὡς ἐπὶ τὸ πλεῖστον ἐξάκουστα μάλιστα ἐὰν ταῦτα συμ βαίνῃ περὶ πρόσωπα ἐπίδοξα. τῶν οὖν ἐνδοξοτάτων ὑπάρχοντος τοῦ Ἰὼβ διά τε πλοῦτον καὶ ἀρετὴν εἰκότως οἱ φίλοι περὶ τῆς τῶν 52 συμβεβηκότων χαλεπότητος ἀκηκοότες παρεγένοντο οὐκ ἐξ ἑνὸς τόπου, ἀλλὰ ἀπὸ τῆς ἰδίας χώρας ἕκαστος, ἀπὸ συμπαθείας κινηθέντες, καὶ ταῦτα βασιλεῖς ὑπάρχοντες, καὶ διὰ τοῦτο μὴ ὑπεριδόντες τὸν ἐν τοσαύτηι γενόμενον μεταβολῇ. "τύραννον" δὲ λέγει ἢ ἐκ παραλλήλου τὸν βασιλέα–οὔπω τοῦ καιροῦ ψεκτὸν εἰδότος τὸ ὄνομα–ἢ διαφορὰν ἀρχῆς παρὰ τὸν βασιλέα. τοῦτο καὶ ἐν Παροιμίαις· "δι' ἐμοῦ βασιλεῖς βασιλεύουσιν καὶ τύραννοι δι' ἐμοῦ κρατοῦσι γῆς." πρὸς αὐτὸν δὲ οὗτοι παρεγένοντο, οὐχ ἑτέρας αἰτίας ἀγαγούσης αὐτούς. χρήσιμον τὸ ῥητὸν πρὸς συμπάθειαν, ἵνα μὴ διὰ τὰς μεταβολὰς τὰς ἐνπιπτούσας τὰ τῆς ἀγάπης καὶ φιλαλληλίας παρίδωμεν. "καὶ παρεγένοντο πρὸς αὐτὸν ὁμοθυμαδὸν τοῦ παρακαλέσαι καὶ ἐπισκέψασθαι αὐτόν." ἀμφότερα ποιῆσαι ἐληλύθασιν, ἐπεὶ καὶ ἀμφότερα πεπονθὼς ἐτύγχανεν· καὶ γὰρ οὐσίας καὶ παίδων ἐστέρητο καὶ ὅλον τὸ σῶμα τῶι τραύματι συνείχετο. "ὁμοθυμαδὸν" δὲ παρεγένοντο πρὸς αὐτόν, ἢ μετὰ πολλῆς προθυμίας ἢ ὅτι διῃρημένας τὰς οἰκήσεις ἔχοντες συνθέμενοι συνεληλύθασιν, ἵν' οὕτω πρὸς αὐτὸν παραγένωνται ἐπὶ παρακλήσει· οὐδὲ γὰρ 53 παυσάμενα συνῄσθοντο τὰ κακὰ ἀλλ' ἤδη ἐνεργοῦντα. "ἰδόντες δὲ αὐτὸν πόρρωθεν οὐκ ἐπέγνωσαν, καὶ βοήσαντες φωνῇ μεγάλῃ ἔκλαυσαν ῥήξαντες ἕκαστος τὴν

About this text

Didymus the Blind, Commentarii in Job (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Commentarii in Job — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.