Commentarii in Job · §u04-rem-close

Unit 4 rem close

Rem CLOSEOUT: Unit 4 CLOSEOUT.

Greek

γενησόμενον, καὶ τί τὸ πεποιημένον, αὐτὸ τὸ ποιηθησόμενον, καὶ οὐκ ἔστιν πᾶν πρόσφατον ὑπὸ τὸν ἥλιον. ὃς λαλήσει καὶ ἐρεῖ· ἰδὲ τοῦτο καινόν ἐστιν, ἤδη γέγονεν ἐν τοῖς αἰῶσιν τοῖς ἐπερχομένοις ἀπὸ ἔμπροσθεν ἡμῶν". μαρτυρία δὲ τοῦ τε δι' ἰδίαν κακίαν καὶ διὰ τὸ τῶν ἄλλων χρήσιμον εἰς τὸν βίον εἰσάγεσθαί τε καὶ τοῖς σώμασιν συνπλέκεσθαι ὅ τε Ἰερεμίας ἀκούων· "πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίαι ἐπίσταμαί σε καὶ πρὸ τοῦ σε ἐξελθεῖν ἐκ μήτρας ἡγίακά σε, προφήτην εἰς ἔθνη τέθεικά σε", Ἰακώβ τε καὶ Ἠσαύ, περὶ ὧν ὁ θεὸς λέγει· "τὸν Ἰακὼβ ἠγάπησα, τὸν δὲ Ἠσαὺ ἐμίσησα", ἔτι ἐν γαστρὶ τυγχανόντων, καὶ Ἰωάννης ἐν γαστρὶ τῆς μητρὸς "σκιρτῶν καὶ ἀγαλλιώμενος". ταῦτα γὰρ οὐ συνχρόνους τοῖς σώμασιν ἀποδείκνυσιν τὰς ψυχάς· ὁ γὰρ ἀγαλλιαζόμενος ἐν κοιλίᾳ μητρὸς καὶ πνεύματος ἁγίου μετέχων ἐκ κοιλίας μητρὸς αὐτοῦ καὶ μισούμενος πρὶν γεννηθῇ καὶ ἄλλος ἀγαπώμενος οὐκ ἀναιτίως ταῦ58 τα ὑφίσταται. ἐπίπονον δὲ οὐ μόνον τὸ δι' οἰκεῖα σφάλματα, ἀλλὰ καὶ δι' ἑτέρων ὠφελίας συνάπτεσθαι σώματι καὶ μοχθηρότατον· ὡς γὰρ οὐ διὰ τοὺς νικῶντας ἐν πολέμωι τὴν αἰτίαν τοῦ πολέμου ἐπαινεῖν προσήκει πρόφασιν οὖσαν ἀηδῶν πολλῶν, οὕ τως οὐ διὰ τοὺς κατορθοῦντας ἐπαινεῖν ἀκόλουθον τὴν εἰς τὸν βίον εἴσοδον, ἀλλὰ πεπεῖσθαι, ὅτι καὶ παρ' ἑαυτοὺς ἔνιοι πειραθέντες εἰς ἔσχατον κακὸν ἐληλύθασιν καὶ τοῖς διὰ τὴν τῶν ἄλλων ὠφελίαν ἥκουσιν αἴτιοι κατέστησαν πόνων. τὰ τοίνυν διὰ ταύτην τὴν αἰτίαν συμβαίνοντα κακὰ ἡμέραν ὀδυνηρὰν καὶ ἀξίαν κατάρας ὁ Ἰὼβ ἡγούμενός φησιν· "ἀπόλοιτο ἡ ἡμέρα ἐν ἧι ἐγεννήθην." τοῦτο δὲ ὑπὲρ παντὸς τοῦ γένους λέγει. ἐπεὶ γὰρ ᾔδειν̣ ὁ ἅγιος ὅτι πολλή τις ταραχὴ τοῖς 17 ὁρῶσι τὰ κατ' αὐτὸν συνέβαινεν ἐπισταμένοις ὡς ἀναξίως πάσχει, ἀνάγει τὸν λόγον εἰς τὴν αἰτίαν πᾶσαν, μονονουχὶ λέγων· «εἰ μὴ διὰ τὴν τῶν πολλῶν πτῶσιν, χαρακτῆρος ἀνδρείας οὐκ ἔδει.» ὡς γὰρ ἐξ ἀταξίας πολλῶν κακώσει ὑποπεσόντων ὁ φιλόστοργος ἰατρὸς εἰκότως καταράσεται τῆι ἀταξίαι, 59 οὕτως ὁ μακάριος θεραπεύων, ὅτι οὐκ ἀκρίτως ταῦτα γίνεται, ἀλλ' εἱρμοῦ τινος καὶ ἀκολουθίας καλούσης ἵν' ὠφεληθῶσιν οἱ πεπτωκότες, κατα ρᾶται τὴν ἡμέραν τῆς πτώσεως τῶν ἀνθρώπων κοινοποιῶν τὸν λόγον. χρῆται δὲ ταῖς λέξεσιν διηγηματικώτερον, ὅπως τὸ σχῆμα τοῦ λόγου δηλοῖτο. ἀπόλοιτο οὖν φησιν αἰτία καὶ μηκέτι ὑπάρξαι η῾̣ τὴν εἴσοδον ἐργασαμένη τοῦ βίου. εἶτ', ἐπειδὴ καὶ ἐν νυκτὶ συμβαίνει τοκετὸν γενέσθαι, παραλαμ̣βάνει καὶ τὸ τῆς νυκτὸς ὄνομα· "ἡ νὺξ ἐκείνη εἴη σκότος", ἵν' ᾖ τὸ λεγόμενον· μηκέτι ὁδεύοντες, ἀλλ' ὡς ἐν σκότῳ μὴ εὕροιεν τὴν ὁδὸν τῆς γενέσεως τῆς κακίας ἐμποδιζόμενοι, ὡσεὶ καὶ περὶ κακουμένων ἐπ' ἀταξίας λέγοι τις· μηκέτι εὐοδωθείη τὰ τῶν ἀτακτούντων. "καὶ μὴ ἀναζητήσαι αὐτὴν ὁ κύριος ἄνωθεν." ἔπρεπεν γὰρ τῶι ἁγίωι εὔχεσθαι ἐπὶ τὴν ἀρετὴν ἐλαύνειν τὰ λογικὰ καὶ μηκέτι ὑποστροφὴν πάσχειν ἐπὶ χείρονα κατάστασιν–οὐ γὰρ τὴν αὐτήν– κατὰ τοὺς μετενσωμάτωσιν εἰσάγοντας. "μηδὲ ἔλθοι εἰς αὐτὴν φέγγος." κωλυθείη ἡ ἐπὶ τὰ χεί ρω ὁρμὴ ἀφωντίστων τῶν ἐνεργούντων μενόντων, ὅπως κατὰ τὸ εἰρημένον "φῶς ἀσεβῶν 60 σβεσθήσεται". "ἐκλάβοι δὲ αὐτὴν σκότος καὶ σκιὰ θανάτου", ἵνα τοῖς ῥέπουσιν εἰς κακὰ σκοτώδη σφαλῇ αὕτη ἡ ἔννοια, κωλύουσα τὴν ἐπὶ τὸ κακὸν αὐτῶν ὁρμὴν οἰομ̣ένων ὅτι θανατῶδες ἐστὶν τὸ ἐπιχείρημα. ὅμοιον τούτωι ἐστὶν τὸ λεγόμενον ὑπὸ τοῦ προφήτου· "ἀνοικοδομήσω τὰς ὁδοὺς αὐτῆς ἐν σκόλοψιν καὶ τὴν τρίβον αὐτῆς οὐ μὴ εὕρῃ." μέγα γὰρ αὐτὴν τὴν κακίαν ἐμποδίζεσθαι καὶ φόβωι καὶ ἀγνοίαι. οὕτω γὰρ ἐπὶ τὸ μισητικῶς πρὸς αὐτὴν ἔχειν τις ἥξει. "ἐπέλθοι ἐπ' αὐτὴν γνόφος, καταραθείη ἡ ἡμέρα καὶ ἡ νὺξ ἐκείνη, ἀπενέγκοιτο αὐτὴν σκότος." ταύτας οὐκ ἀρὰς προσήκει λογίζεσθαι ἀλλ' εὐχὰς πρὸς τὸ γενέσθαι τῶν κακῶν παῦλαν. κατὰ γὰρ τὰ προδιηγηθέντα εὐκτέον τὴν αἰτίαν τῆς πτώσεως καὶ τὴν ὁδὸν ταύτης ἄγνωστον εἶναι, "ὅπως μὴ γένηται εὐοδίαν ἐν κακοῖς ἀνδρί". ἀρετῆς γὰρ ἐπιθυμία τὴν ἐπὶ τὴν κακίαν ὁδὸν ἀγνωστοτέραν ἐργάζεται, αὐτὴ δὲ ἐπιτεινομένη καὶ παντελῆ λήθην τῆς ἐνεργείας αὐτῆς ἐνποιεῖ· τοῦτο γὰρ εἴη τὸ "ἀπενέγκαιτο αὐτὴν σκότος". αὐτὴ δ'–αὐτὴ ἡ κακία λέγω–καὶ κατάρας ἀξία ἐστίν, τὰ ἄξια κατάρας τοὺς ἐνεργοῦντας αὐ61 τὴν ἔχειν παρασκευάζουσα. "μὴ εἴη εἰς ἡμέρας ἐνιαυτοῦ μηδὲ ἀριθμηθείη εἰς ἡμέρας μηνῶν, ἀλλὰ ἡ νὺξ ἐκείνη εἴη ὀδύνη." ἐν ἀριθμῷ καὶ μνήμῃ ὁ ἅγιος οὐ βούλεται εἶναι τὴν ἡμέραν τῆς ἐκπτώσεως ὀδυνηρᾶς γινομένης διὰ

About this text

Didymus the Blind, Commentarii in Job (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Commentarii in Job — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.