Commentarii in Job · §u05-open

Commentarii in Job Unit 5 opening

Unit 5.

Lemma-led open — εὐλογήσεις τὸν στέφανον τοῦ ἐνιαυτοῦ τῆς χρηστότητός σου

Greek

μετανοίας δι' ἐκείνην τὴν σκοτώδη αἰτίαν καὶ νύκτα διὰ τὸ ἐπίπονον καὶ ἀφεγγὲς καλουμένην, ἵν' ἐκ τῆς μετανοίας γένηταί τις διόρθωσις ἀφιστῶσι σ̣··· νυκτὸς καὶ ἐνάριθμον τὸν ἐν τῇ μετανοίαι γεγενημένον ἀποτελῇ ὡς ἐνπεριέχεσθαι τῶι ἐνιαυτῶι ἐκείνῳ περὶ οὗ ὁ ψαλμῳδός φησιν· "εὐλογήσεις τὸν στέφανον τοῦ ἐνιαυτοῦ τῆς χρηστότητός σου", καὶ ψάλλειν προκόπτοντα· "πολυωρήσεις με ἐν βουλῇ σου ἐν δυνάμει σου." "καὶ μὴ ἔλθοι ἐπ' αὐτὴν εὐφροσύνη μηδὲ χαρμο νή." φιλέταιρος ὢν ὁ ἅγιος εὔχεται μηδένα πτώσει ἐνευφραίνεσθαι ἢ ἥδεσθαι ἐν τούτωι. πολλάκις γὰρ ὁρῶντές τινα ἐπὶ κακὰς πράξεις σπεύδοντα εὐχοίμεθα λέγοντες· «μὴ τύχοι τοῦ σπουδαζομένου.» ταύτῃ τῇ γνώμῃ καὶ ὁ ἅγιος ἐπευχόμενος ψάλλει, οὐ καταρώμενος· "ἄλαλα γενηθήτω τὰ χείλη τὰ δόλια τὰ λαλοῦντα κατὰ τοῦ δικαίου ἀνομίαν ὑπερηφανίᾳ καὶ ἐξουθενώσει." τὸ δ' ἄλαλα γενέσθαι τὰ ἄδικα χείλη τί ἕτερον εἴη ἢ παύσασθαι ἀδίκως λαλοῦντα ἐπιγνόντος τοῦ λαλοῦντος ὡς ἀπρεπὲς τὸ τοιοῦτον; καὶ οὗτος 62 οὖν εὔχεται ὅπως μηδεὶς οὕτως διαστραφθείη ὡς νομίσαι, ὅτι χαρτόν ἐστιν ἢ εὐφροσύνην ἐμποιοῦν τὸ ὑποπεσεῖν τῇ καταστάσει τῆι ἀγούσῃ εἰς 18 ἀνθρωπίνην ἀσθένειαν. τοῦτο αὐτὸς ὁ σωτήρ φησιν· "καλὸν ἦν αὐτῷ εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος", καὶ ἐν τῷ Ἐκκλησιαστῇ δείκνυται· "ἀγαθὸς ὑπὲρ τοὺς δύο τούτους ὃς οὔπω ἐγένετο." τῷ δὲ μήπω γεγεννημένωι κατὰ τήνδε δηλονότι τὴν γέννησιν εἰ ἀγαθὸν συμβαίνει, οὐκ ἀ νυποστάτως συμβαίνει. "ἀλλὰ καταράσεται αὐτὴν ὁ καταρώμενος τὴν ἡμέραν ἐκείνην, ὁ μέλλων τὸ μέγα κῆτος χειρώσασθαι." αὕτη ἡ εὐχὴ ὑπὲρ λύσεως τῆς αἰτίας τῶν συμβάντων, κακῶν μὲν τοῖς παρ' ἑαυτοὺς εἰς τὴν ὁδὸν ἐλθοῦσιν τῆς γενέσεως, πόνων δὲ τοῖς δι' ἑτέρους. εὔχεται οὖν κατάρᾳ ὑποπεσεῖν τὴν τῶι ὄντι ἀξίαν κατάρας αἰτίαν τοῦ ἀνθρωπίνου συμπτώματος, ἵνα καὶ οἱ ἐν αὐτῇ γιγνόμενοι ἐπιγνόντες ὅτι κατάρας ἐστὶ πλήρης φύγωσι ταύτην ὡς θεοῦ καταρωμένου. εὖ δὲ καὶ τὸ συνάψαι τῶι καταρωμένῳ θεῶι οὐχ ἑτέραν ἐνέργειαν αὐτοῦ ἀλλὰ τὴν κατὰ τὴν οἰκονομίαν. οὐκ εἶπεν γάρ· "ἀλλὰ καταράσεται αὐτὴν ὁ καταρώμενος τὴν ἡμέραν ἐκεί63 νην" καὶ ἐπήγαγεν «ὁ δημιουργός» ἢ «ὁ διδάσκων»–οὐ καὶ ταῦτα ἕπεται, ἀλλ' "ὁ μέλλων τὸ μέγα κῆτος χειρώσασθαι". ἐπεὶ γὰρ ὁ διάβολος ο καὶ κῆτος εἴρηται αἴτιος τῆς πτώσεως τῶν ἀνθρώπων γεγονώς, ὑπὲρ δὲ ταύτης, ἵνα λυθῇ, τὴν εὐχὴν ἀναφέρει, ἀκολούθως τῇ προφητείᾳ χρῆται, ὡς "καταργηθήσεται ὁ τὸ κράτος ἔχων τοῦ θανάτου διάβολος," καὶ γὰρ τοῦτον προεῖδεν τῆι καθαρότητι τῆς ψυχῆς ὑπὸ τοῦ ἁγίου πνεύματος κινούμενος ὡς καὶ τοῖς ἁγίοις δοθῆναι ἐξουσίαν "πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ", ἵνα καὶ οἱ ἄλλοι ἐκ τούτων ἀνανήψαντες ἀπαλλαγῶσι τῆς ἀντεχούσης ἁμαρτίας ὡς διὰ τὸ προκόψαι ἐν ἀρετῇ ἀκοῦσαι· "ἐπ' ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ καὶ καταπατήσεις λέοντα καὶ δράκοντα", ὅς ἐστιν ὁ διάβολος. εἴρηται γὰρ περὶ αὐτοῦ· "ὁ ἀντίδικος ἡμῶν διάβολος ὥστε λέων περιπατεῖ ζητῶν τίνα καταπίῃ", καὶ πάλιν· "συνέτριψας τὰς κεφαλὰς τοῦ δράκοντος." καλῶς δὲ τὸ "ὁ μέλλων" εἴρηται, δηλοῦν τὸ κατὰ τὴν ἐνανθρώπησιν. οὐ γὰρ ἥρμοζε γυμνῇ θεότητι καταργῆσαι τὸν διάβολον, ἀλλὰ διὰ τούτου ναοῦ τοῦ λόγου γεγενημένου, ὃς ἐκ σπέρματος 64 τοῦ ἀπατηθέντος καὶ βλαβέντος ὑπὸ διαβόλου γεγένηται. καύχημα γὰρ αὐτῷ ἦν εἰ γυμνῇ θεότητι χειρωσάμενος αὐτὸν ὑπῆρχεν. τὰ διάφορα δὲ ὀνόματα τοῦ διαβόλου ἐνεργείας αὐτοῦ διαφόρους, οὐκ οὐσίας δηλοῖ. διάβολος γὰρ καὶ ἀντικείμενος καὶ πονηρὸς καὶ λέων καὶ δράκων καὶ ὄφις καὶ κῆτος διὰ τὸν τρόπον λέγεται, διαφόρως αὐτοῦ τὴν κακίαν ἐνεργοῦντος, ὅπερ ἀνατρεπτικόν ἐστιν τοῦ Μανιχαϊκοῦ δόγματος. "σκοτωθείη τὰ ἄστρα τῆς νυκτὸς ἐκείνης καὶ μὴ ὑπομείναι καὶ εἰς φωτισμὸν μὴ ἔλθοι, καὶ μὴ ἴδοι ἑωσφόρον ἀνατέλλοντα." τὰ ἐν τῇ ἡμέρᾳ τετάρτῃ γεγενημένα

About this text

Didymus the Blind, Commentarii in Job (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Commentarii in Job — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.