Commentarii in Job · §u09-open

Commentarii in Job Unit 9 opening

Unit 9.

Lemma-led open — τὴν ψευδώνυμον γνῶσιν

Greek

ἐπερειδόμενος ἀήττητος ὢν καὶ "τὴν ψευδώνυμον γνῶσιν" πατεῖ. ὁ δὲ κάτω περὶ τὰ γήϊνα στρεφόμενος τυφλώττων καὶ ἀγνοίαι σκοτωθεὶς τὴν διάνοιαν ἧτταν ὑπομένει χαλεπωτάτην. "ἀδύνατος δὲ ἐξέλθοι ἐκ χειρὸς δυνάστου." εἴη μὲν ταῦτα καὶ κατὰ τὸ σχῆμα τῆς λέξεως οὕτω δηλοῦντα εὐκτικά, ἵν' ᾖ τὸ λεγόμενον· γένοιτο τοὺς ἀσθενεῖς τυχεῖν βοηθείας, ὡς διαφυγεῖν τῶν δυνατῶν τὰς χεῖρας. δυνατὸν καὶ ὡς ἀπὸ διηγήσεως αὐτὸ φέρεσθαι, ἵν' ᾖ οὕτως· "ὁ ποιῶν μεγάλα καὶ ἀνεξιχνίαστα, ἔνδοξά τε καὶ εν ἐξαίσια, ὧν οὐκ ἔστιν 128 ἀριθμός, ὁ διδοὺς ὑετὸν ἐπὶ τὴν γῆν, ὁ ἀποστέλλων ὕδωρ ἐπὶ τὴν ὑπ' οὐρανόν, ὁ ταπεινοὺς ὑψῶν, ὁ ἀπο λωλότας ἐξεγείρων", ὡς εἴρηται, καὶ τὰ ἑξῆς. πάντας οὗτος καὶ τοὺς ἀδυνάτους ἐκ χειρὸς δυνατῶν ῥύεται. ἔχομεν τοῦτο ἐν ταῖς Βασιλείαις, ὁπηνίκα γὰρ ὁ Σαοὺλ τὸν ∆αυὶδ ἐδίωκεν οὕτως, ὡς εἰς σπήλαιον αὐτὸν ὑποκρύπτεσθαι, ἐν ᾧ καὶ ηὐλίσθη ὁ Σαούλ. καὶ τί τὸ παράδοξον; περιστοιχισθεὶς γὰρ ὑπὸ τῶν ἐχθρῶν δυνάμει θείᾳ διεσώθη, ὡς καὶ τὸν ἐχθρὸν ὑπὸ χεῖρα αὐτῷ δοθῆναι, εἰ καὶ ἀρετῇ ἀμνησικακίας ὑπερεῖδεν τὴν κατὰ τοῦ ἀντιπάλου σφαγήν, οὐ μόνον μὴ καθελὼν ἀλλὰ καὶ παιδεύων ἀποστῆναι τῆς μοχθηρίας. ἀποτεμὼν γὰρ αὐτοῦ "τὸ πτερύγιον τῆς διπλοΐδος" ἔδειξεν αὐτῷ, ὅτι καὶ τὴν κεφαλὴν ἀποτεμεῖν ἐδύνατο. ἀμφότερα οὖν παιδεύει, καὶ τὴν τοῦ θεοῦ περὶ τοὺς ἑαυτοῦ θεράποντας κηδεμονίαν καὶ τὴν ἑαυτοῦ ἀνεξικακίαν, ἐφ' ἣν εἰς μίμησιν αὐτοῦ προκαλεῖται τὸν ἐχθρὸν διδάσκων αὐτόν, ὅτι τοὺς ἀδυνάτους ὁ θεὸς ἐξαιρεῖται ἀπὸ τῶν δυνατῶν καὶ ἐπιβούλων. "εἴη δὲ ἀδυνάτῳ ἐλπίς, ἀδίκου δὲ στόμα ἐνφραχθείη." καὶ πρὸς 129 το`̣ν τῆς π̣ρ̣ονοίας λόγον ἁρμόζει ἡ λέξις. εἰ ἀδύνατός ἐστιν λειπόμενος δυνα´̣μεως, μὴ ἀποδοκιμαζέτω ἑαυτόν, μὴ πᾶσαν προσδοκίαν ἀποστρεφέσθω· κ̣α̣ι`̣ τ̣οῖς ἀδυνάτοις γὰρ ἐλπίς ἐστιν. ἐμφράσσεται δὲ καὶ τοῦ ἀδίκου τὸ στόμα, ὅταν ὑπ' ἀλαζονείας ἐπιφυσόμενος̣ κ̣ατ̣α`̣ τῶν ἀδικουμένων θεάσ̣η̣ται αὐτοὺς διαφυγόντας τὴν ἀπ' αὐτοῦ βίαν καὶ πρὸς τοῦτο ἐνδόξους γεγενημένους ·····τα μὲν οὖν ο 15 ··ς̣ κοιναὶ 15 μεμπτὰς ἰδ 12 ἐκ τῶν ἁγίων 16 ι̣λ ·ισαπ 16 ὑπὸ φαι 16 ·σ ·υτ̣ου 16 ων ···ν̣ 16 νον 18 αχως θαρ20–24 υ 18 αντες 18 ἀλλὰ καὶ 18 τοὺς ἰδόν 15 ν δὲ καὶ 20 ε᾿̣κλα18 ··ν̣αι 10 "τὴν ἰσχὺν τῶν ε᾿̣θνῶν προνομεύσω καὶ τῇ σ̣οφι´̣ᾳ τῆς συνέσεως ἀφελῶ ὅρια ἐθνῶν̣, τὴν οἰκουμένην ὅλην καταλήμ130 ψομαι τῇ χειρὶ ὡς νοσσιὰν καὶ ὡς ᾠὰ καταλελειμμένα ἀρῶ", ἅπερ ὑπ' ἀλαζονείας πρ̣άτ̣τ̣εται μονονουχὶ λέγων· ἡ πᾶσα οἰκουμένη ὥσπ̣ερ ···μεα······ λόγον · ων·····εικ····· ·μμεν̣·· πο············ ··πω πτερωθεν 14 ἀλλ' εὐχει̣ρωτ 16 "διαφεύξεται" 15 ἀλλα α᾿̣π 15 τὰς ἐλπίδας 15 διαφυγεῖν κατ 15 του ἐχω· π̣· 16 διὰ τὴν ἀκακίαν 15 ἀσπίδων τ 18 λιου μη· κ̣ 15 "δέδωκεν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ." καὶ γὰρ ο·· προ· 18–22 β 20–24 τα αν 14 "καὶ τὴν ἔκβασιν τοῦ 36 δύνασθαι ὑπενεγκεῖν" 20–22 ο·· 20–24 μ· 20–24 χωρη 12–14 λω 3–5 "μὴ δοξασθήσεται ἀξίνη ἄνε̣υ τοῦ κόπτοντος ἐν αὐτῇ;" η̣·η ο·· τ····· ·· μὴ γὰρ σὺ εἶ ὁ κόπτων. προη131 γουμέν̣ως ἀξίνῃ λόγον ἐπέχεις. ὁ τῆς προ̣ν̣οίας λόγος παραδίδωσιν, τίνα ····ται ····ισιν. μὴ ἐπὶ σαυτῷ σ̣··εσο πεποιθώς· ἀξίνη γὰρ ὑπάρχεις. ἐγώ εἰμι ὁ κόπτων ἐν σοί. "μὴ ὑψ̣ωθήσε̣ται πρίων ἄνευ τοῦ ἕλκοντος αὐτόν;" παρεμλημφθ 15 πρίσῃς τὰ μηκ 15 ο̣ντα δένδρα 15 ν. ἐγὼ γάρ εἰμι 15 σ̣εως ἕλκων κ 8 ἐν τῷ ψαλμῷ ˉοˉα λέγει· "ὅτι ἐρρύσατο πτωχὸν ἐκ χειρὸς δυνάστου καὶ πένητα ὧι οὐχ ὑπῆρχεν βοηθός. φείσεται πτωχοῦ καὶ πένητος, ἐκ τόκου καὶ ἐξ ἀδικίας λυτρώσεται τὰς ψυχὰς αὐτῶν" 10 ··ο εἰργάσατο 10 σταυρῷ τόκ 15 ι̣ν οτα·σιδ 15 ησαμεν 14 · χαρισαμεν 14 "ἀδύνατον ἐκ δυνάστου χειρός" ······. ἅπαξ δε`̣ 14 ες σκοπησ·· 14 ουκου ρ̣ουσε̣···μο̣ 10 ἁμαρτάνοντες

About this text

Didymus the Blind, Commentarii in Job (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Commentarii in Job — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.