Unit 9 rem early
Rem early: Unit 9; lemma and argument toward the thesis.
Greek
ἑαυ 12 τῶν ἁμαρτημάτων 14 ὅπερ διὰ τοῦ χρε······ ··κ̣ους δηλ̣οῦται, τοῦ β····· ἐπουράνια, οὐ δὲ φαινόμενα ····· ·· ·· λου ἐκ τοῦ καὶ κατὰ τ····· ····· 132 ὁρμᾶν. ἐλπὶς δὲ ὑπάρχουσα τοῖς ἀδυνατοῦσιν ἔλεγχός ἐστιν κατὰ τῶν Νοβατιανῶν, ο̣ἳ μετάνοιαν ἐξαιροῦντες̣ καὶ τὰς ἐλπίδας ἐκκόπτουσι. οἳ ὤφειλον κἂν παρὰ τοῦ Ἐλιφὰζ παιδευθῆναι φυσικο····· ·εινομένου, ὅτι ἐλπίδα 10 ··· σωτηρίας καὶ με 12 γάρ τις ἑκουσι 12 αὐτῶν καὶ α 12 ἐστίν. "ἐμφραχθείη δὲ τὸ στόμα τοῦ ἀδίκου" 12 κουμενην ολ 12 ι̣ κόρης μὲν σ̣τ̣ 14 ὑπερβαιν̣ 14 ινα νεανίου δ̣ὲ 10 ης ἐπιρρεπ 12 ύντος τοῦ το 8 "πᾶσα ἀδικία ἐμφράξει τὸ στόμα αὐτῆς", ὅπερ ἀντὶ τοῦ ἀδίκου εἴρηται. πολλάκις γὰρ 12 μ·υσιν οιπ 12 ····. εἰ γοῦν Παῦλος γράφει περὶ τῆς ἀγάπης, τὰ ῥήματα οὐκ αὐτῇ ἀλλὰ τῷ ἔχοντι αὐτὴν ἐφαρμόζει. φησὶν γάρ· "ἡ ἀγάπη οὐ περπερεύεται, οὐ φυσιοῦται" ου̣·ε̣πετ·· τ····· καὶ ταῦτα δὲ περ̣ὶ τ̣οῦ ἔχοντος κυριολεκτεῖται· "ἡ ἀγάπη οὐδέποτε πίπτει". ἀρετὴ δὲ οὐ πίπτει, ἀλλ' ὁ ἔχων αὐτήν. "ἐμφραχθείη" οὖν "τῇ ἀδικίᾳ τὸ στόμα αὐτῆς" 133 τουτέστιν ὁ ἄδικος, ὅς ἐστιν ὁ διάβολος μηκέτι ἔχων τι λέγειν, ὅπερ καὶ ὁ Παῦλος γράφει λέγων· "ἵνα καὶ ὁ ἐξ ἐναντίας ἐντραπῇ μηδὲν ἔχων περὶ ὑμῶν λέγειν", ἀντὶ τοῦ· καθ' ἡμῶν. "μακάριος ἄνθρωπος ὃν ἤλεγξεν ὁ κύριος, νουθέτημα δὲ παντοκράτορος μὴ ἀπαναίνου. αὐτὸς γὰρ ἀλγεῖν ποιεῖ καὶ πάλιν ἀποκαθίστησιν, ἔπαισεν, καὶ αἱ χεῖρες αὐτοῦ ἰάσαντο." 18 ·α̣ται ἐχο̣ 18 προφήτου 18 εν ἐν τι 20–22 κηδομενο̣ 16 μων τοῦτο δε̣ 14 ι χαλεπωτατ 12 κατὰ ἀπόδοσιν 7 ι̣ν γίνεται. λέγεται γάρ· "καὶ οὐκ ἐπισκέψομαι ἐπὶ τὰς θυγατέρας αὐτῶν, ὅταν πορνεύσωσιν οὐδ' ἐπὶ τὰς νύμφας αὐτῶν ὅταν μοιχεύσωσιν." καὶ παρατηροῦ, ὅτι ἐπὶ μὲν τῶν θυγατέρων τὸ πορνεύειν εἴρηται, ἐπὶ δὲ νυμφῶν τὸ μοιχεύειν. ἀλλὰ καὶ τὸ ἐν Παροιμίαις λεγόμε νον· "ὃν ἀγαπᾷ κυ´̣ριος παιδευ´̣ει, μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται" τὴν αὐτὴν ὑποβάλλει διάνοιαν. καὶ εἷς ἐκ τῶν ἁγίων προθυμίαν εἰς τοῦτο ἔχων παρρησιαζόμενος 134 μετανοίας λόγους τῷ θεῷ προσφέρων ἔλεγεν· "ἐγὼ εἰς μάστιγας ἕτοιμος"· οἶδα γάρ, ὅτι συμφερόντως παρὰ σοῦ γίνεται, καθὰ καὶ ἰατρῷ συνετῷ λέγοι τις· ἐγὼ καὶ πρὸς τομὴν ἕτοιμός εἰμι θαρρῶν σου̣ τῇ ἀλήμπτῳ τέχνῃ. ἔτι οὖν τῆς αὐτῆς ἀρχῆς ἐχόμενος τρόπον τινὰ 10 Ἰὼβ παρακ 16 ὡς πρὸς ἀν̣ 15 ἔλεγχον καλ 15 ο̣ εἶδος. "αὐ τὸς γὰρ ἀλγεῖν ποιεῖ καὶ πάλιν ἀποκαθίστησιν" ····ς καὶ περὶ 10 ω· ἀλλα ··α 10 ς̣ αὐθ̣εντικὰ κω12 τὸν θεόν. αὐτὸς δὲ ἐκ βο 8 ὁ Μωσῆς φησιν· "ἐγὼ ἀποκτέννω καὶ ζῆν ποιήσω, πατάξω κἀγὼ ἰάσομαι̣." ο̣ὐδὲ γὰρ κατὰ τοὺς Μανιχαίους ἄλλος μὲν ἀλγεῖν̣ π̣οιεῖ, ἄλλος δὲ ἰᾶται· εἷς γάρ ἐστιν ὁ ἰώμενος, ὃς καὶ τὴν τῶν κακωτικῶν ἐπαγωγὴν ε᾿̣πέτρεψεν πρὸς τὸν σκοπὸν π̣ρ̣ονοίας ἄγων τὰ δαιμόνια ···οι γὰρ · π̣····· ··· αὐτο̣υ῀̣ δυναμ· ν̣····· ὑπάρχουσι··· τ̣α`̣ τῆς κακώσεως πρὸς ὑγεῖαν ἐπάγουσι···· "ἑξάκις ἐξ ἀναγκῶν σε ἐξελεῖται, ἐν δὲ τῷ ἑβδόμῳ οὐ μὴ ἅψηταί σου κακόν." ἐπι135 στάνων τῷ εἰρημένῳ καὶ λογιζόμενος, ὡς ὁ Ἐλιφὰζ οὐκ ἔστι τῶν ἁγίων, ἀπορήσειεν ἄν τις, πῶς τοιοῦτοι λόγοι παρ' αὐτοῦ λέγονται, οἳ καὶ πρὸς ἁγίων ῥηθεῖεν. λεκτέον οὖν πρὸς τοῦτο, ὅτι οἱ κατὰ θεὸν σοφο̣ι`̣ καὶ πρὸ τοῦ νόμου 37 καὶ τῆς ἐνγράφου διδασκαλίας πολλὰ ἀγράφως μετὰ σοφία̣ς ἔλεγον, ἅπερ ὕστερόν τις ἐγγράφως παραδέδωκεν̣ θείᾳ γε̣ χορηγίᾳ. εἰκὸς οὖν, ὅτι καὶ οἱ τοῦ Ἰω`̣β φ̣ίλοι ἔχοντες διηρθρωμένην ἔννοιαν ἐμέμνηντο τῶν ὑπὸ ἁγίων διατεθ̣έντων λ̣όγων̣. και`̣ τοῦτό ἐστιν τὸ ἐνάγο̣ν αὐτ̣οὺς̣ εἰς τὸ συνετοὺς προφέρειν λο´̣γους, εἰ καὶ ἔν τισιν διημάρτα̣ν̣ο̣ν̣. ὃ ὑποβάλλουσιν τοίνυν οἱ ἐκτεθέντες στίχοι, τοῦτ' ἔστιν· ἐς ὅσον τις ὑπὸ τὸν ἐν ἓξ ἡμέραις γεγενημένον ὑπάρχει κόσμον, τὰς ἐν αὐτῷ ὑπομένει ἀνίας καὶ θλίψεις. κἂν γὰρ ἅγιος τις ὑπάρχῃ, ἔχει τὴν ἐκ τοῦ σώματος τῆς χρείας ἀνάγκην, ἧς ἀπαλλάττεται ὑπερβὰς τὸν κόσμον καὶ ἐν ἑβδοματικῇ ἀναπαύσει γεγενημένος. τοῦτο δηλοῦται ἐκ τοῦ· "ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγμός." καὶ κατὰ ταύτην γὰρ τὴν διάνοιαν οὐκ ἀπεμφαί136 νει ἐκλαβεῖν τὸ ῥητόν. οὐχ ἅπτεται γὰρ κάκωσις τοῦ ὑπερβάντος τὸν κόσμον, ἐπεὶ τοῦ καὶ ἀφιλάργυρον ἔχοντος τρόπον καὶ ἀκτήμονος οὐχ ἅπτεται ζημία, τοῦ ἅπτεται συνετῶς νοουμένου ὡς καὶ πρότερον ἐπεσημηνάμεθα πλείονα τῆς λέξεως σημαινούσης· ἐν μὲν γὰρ τῷ· "πάντων ἅψαι" τὸν προσεγγισμο`̣ν κα̣ὶ αὐτὴν τὴν ἁφὴν δηλοῖ, ἐν δὲ τω῀̣ι· "ὁ ἁπτόμενος ὑμῶν ὡς ὁ ἁπτόμενος τῆς κόρης τοῦ ὀφθαλμοῦ αὐτοῦ" τὴν κατά τινος ἐπιφορὰν καὶ ὁρμὴν
About this text
Didymus the Blind, Commentarii in Job (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Commentarii in Job — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.