Commentarii in Job · §u09-rem-close

Unit 9 rem close

Rem CLOSEOUT: Unit 9 CLOSEOUT.

Greek

ἀκολασίαν καταμαρτυρούμενος καὶ Σωσαννά, ἥτις ὑπέμεινεν μάστιγας τὰς ἀπὸ "τῶν ἀνόμων πρεσβυτέρων" κακηγορίας. εἰ γοῦν τὸ μὴ διαβληθῆναι ἢ λοιδορηθῆναι οἴεται τὸ "ἀπὸ μάστιγος γλώττης κρύπτεσθαι", οὐκ ἀληθὴς ὁ λόγος οὕτως ἔχων ἀληθότητα, ὅτι τὸν κατὰ θεὸν ζῶντα οὐ δύναται ἑλεῖν κακηγορία ἢ λοιδορία μάστιξ γλώττης ὀνομαζομένη, τῆς 141 ἀρετῆς αὐτὸν ἀπὸ τοῦ ἔνοχον τοῖς λεγομένοις ἀποδειδηχθῆναι καὶ κρυπτούσης. ὁ δ' αὐτὸς οὗτος οὐδὲ κακῶν προσδοκίαν δεδίττεται κατὰ τὸν μακάριον Παῦλον λέγων· "τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ θεοῦ; θλῖψις ἢ στενοχωρία ἢ διωγμὸς ἢ λιμὸς ἢ γυμνότης ἢ μάχαιρα;" ὑπερνικᾷ γὰρ ταῦτα τῇ τῆς ἀρετῆς περιουσίᾳ. οὐδὲν δ' ἧττον καὶ ἀπὸ σοφισμά των τῆς ἐπεψευσμένης σοφίας ὁ τοιοῦτος κρυβήσεται, τοῦ θεοῦ "τὴν βουλὴν τῶν πολυπλόκων ἐξιστῶντος" ἀπὸ τῶν χρωμένων αὐτῇ. τῷ δέ· "καὶ οὐ φοβηθήσῃ ἀπὸ κακῶν ἐρχομένων" ἴσον δυνατὸν τὸ προφητικὸν οὕτως ἔχον· "ἡ θλῖψις ὑμῶν πόρρωθεν ἥξει" καὶ ὅπερ οὕτω νοηθείη· τὸ ἀγαθὸν ἐξ ἡμῶν ἐστιν. εἴρηται γάρ· "ἡ βασιλεία τῶν οὐρανῶν ἐντὸς ὑμῶν ἐστιν". ἔχομεν γὰρ ἐπιτηδειότητα πρὸς ἀρετήν, ἥντινα "βασιλείαν" κέκληκεν. τὸ δ' ἐπιζήμιον καὶ κακωτικὸν ἔξωθεν ἐπέρχεται καὶ τὸ τῆς ἁμαρτίας αἶσχος. ὁ γὰρ ἄνθρωπος "κατ' εἰκόνα" θεοῦ γενόμενος ἔχει ἐν αὑτῷ τὰ σπέρματα τοῦ καλοῦ. παρατραπεὶς δὲ τῷ κακῶι περιτυγχάνει οὐ λαβὼν ἀφορμὰς παρὰ θεοῦ εἰς τοῦτο. "ἀδίκων καὶ ἀνόμων καταγελάσει, 142 ἀπὸ δὴ θηρίων ἀγρίων οὐ μὴ φοβηθῇς. θῆρες γὰρ ἄγριοι εἰρηνεύσουσίν σοι." σαφές ἐστιν, ὅτι περὶ τοῦ ἐκ τῆς νουθετησίας γεγενημένου δικαίου ταῦτα λέγει, ἐκ τοῦ ἀδίκου καὶ ἀνόμων αὐτὸν καταγελᾶν, δηλῶν ὅτι· διαφυγὼν τὰς παρ' αὐτῶν ἐπιβουλὰς διαχλευάσεις αὐτοὺς πολλὰ κατὰ σοῦ βεβουλευμένους. τοῦτο δὲ πρὸς δικαίου οὐκ ἂν γένοιτο· οὐ γὰρ χλευαστικὸς ὁ σπουδαῖος, ἀλλὰ συμπαθὴς λέγων μᾶλλον ὡς ὁ Παῦλος· "λύμπη μοί ἐστιν μεγάλη καὶ ἀδιάλειπτος ὀδύνη τῆι καρδίᾳ μου", ἃ περὶ δικαίους ἀμελεῖς ἔφασκεν. εἰ μὴ τὸ αὐτὸ καταγελᾶν οὕτω τις ἐκλάβοι, ὅτι τοῦ πράγματος γέλωτος 39 ἀξίου τοὺς ματαίως ἐπιχειροῦντας ἀποδεικνύντος ὁ σπουδαῖος καταγελᾶν λέγεται. τὸ δ' "ἀπὸ θηρίων ἀγρίων οὐ μὴ φοβηθῇς" καὶ τὸ ἑξῆς ἐντρεχῶς εἰρημένον οὕτως ἂν ἐξ ὧν οἱ ἅγιοι ἐπειράθησαν πλείονος σαφηνείας τύχοι. ὧν ὅμοια ἴσως καὶ αὐτὸς ἔμαθεν γεγενημένα. οἱ γὰρ τῷ ∆ανιὴλ ἐπιπεμφθέντες λέοντες οὐδὲν αὐτῷ φόβον παρέσχον πρὸς θεὸν ἔχοντι τὰς ἐλπίδας. ἀλλὰ καὶ εἰρήνευον πρὸς 143 αὐτὸν ὅλως αὐτὸν ἐν μηδενὶ λυ πήσαντες. ὧν ὅμοια ἀναλέξει ὁ φιλόκαλος ἐκ τῶν γραφῶν, ὡς τὸν ἀποθανόντα προφήτην, ὃν οὐ μόνον οὐ κατέφαγεν ὁ λέων ἀλλὰ καὶ ἐφυλάττετο οὐδὲ τοῦ ὄνου προσψαύων, τὰ κατὰ τὸν Ἐλισαῖον, ὃς καθάπερ βασιλεὺς τὰ ἐν τάξει θῆρας κατὰ τῶν ὑβριστῶν ἤγαγεν αὐτὸς οὐδὲν ὑπ' αὐτῶν βεβλαμμένος. σοὶ δὲ εἰρηνεύουσιν, φησίν, οἱ ὄντες τοιοῦτοι κατὰ φύσιν. δυνατὸν δὲ καὶ ἀνθρώπους ἢ δαίμονας ἀντὶ θηρῶν λαβεῖν κατὰ τὸ εἰρημένον· "μὴ παραδῷς θηρίοις ψυχὴν ἐξομολογουμένην σοι." δῆλον γάρ, ὡς περὶ ὁρατῶν οὐ τοῦτο λέγει, α᾿̣λλὰ οἷόν τε νοεῖν ψυχῆς ἄγ̣ρια θηρία. ἀλλὰ καὶ "ὁ διάβολος ὡς λέων περιπατεῖ ζητῶν τίνα καταπίῃ". καὶ πάλιν· "τὰς μύλας τῶν λεόντων συνέθλασεν κύριος." ἀφ' ὧν θηρίων ὁ δίκαιος ῥύεται μηδὲν τῶν βουλη μάτων αὐτῶν διαπραττόμενος. τὸ δὲ μέγεθος τῆς ἀνδρείας τῶν ἁγίω̣ν τοῦτ' ἔστιν, ὅτι χαλεπόν τι̣ τὸ χειροῦν ταῖς ἀδικίαις πολεμοῦντας. ὁ γὰρ σωτὴρ "δέδωκεν ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων 144 καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ." ὅτι δὲ καὶ ὁ Ἐλιφὰζ οἶδεν ἀντικειμένας ἐνεργείας παρεθέμεθα ἤδη̣ πρὸ τούτο̣υ̣, ὅτε ἔλεγεν· "ἢ εἴ τινα ἁγίων ἀγγ̣έλων ὄψῃ." "εἶτα γνώσῃ ὅτι εἰρηνεύσει σου ὁ οἶκος, ἡ δὲ δίαιτ̣α̣ τῆς σκηνῆς σου ο̣ὐ μὴ ἁμάρτῃ̣. γνώσῃ δὲ ὅτι πολὺ τὸ σπέρμα σου, τα`̣ δὲ τέκνα σου ἔσται ὥσπερ τὸ πανβότανον τοῦ ἀγροῦ." οτο̣ ···ν διηγημ···νενυπο̣ν ····η τὴν ἀλήθειαν δι' ἱστορίας τρόπου ἀπαγγελλόμενον ···οῦμεν, εἰ τὰ οἱον̣εὶ ἱστορικῶς ἀπαγγελλόμενα δυνατά ἐστιν ὑπάρξαι ἡμ̣ῖν ἢ ἀσύμφορα ἢ συμφέροντα. καὶ νῦν οὖν ο̣ἶκον τοῦ Ἰὼβ μηκέτι ἔχοντος –αὐτὸς γὰρ ἐν τοῖς ἑξῆς φησιν· "ἀπωλόμην δὲ καὶ ἔξοικος ἐγενόμην"–φησὶν πρὸς αὐτὸν ε᾿̣π̣ὶ κοπρίας ἐρριμμένον· "εἶτα γνώσῃ, ὅτι εἰρηνεύσει σου ὁ οἶκος." πάλιν γὰρ τὰ περὶ αὐτὸν ἀφανισθέντα μόνης τῆς γυναικὸς ὑπολειπομένης τέκνα τε μὴ ἔχοντα αὐτὸν ἔτι ἐπιστάμενός φησιν· "γνώσῃ δὲ ὅτι πολὺ τὸ σπέρμα σου, τὰ δὲ τέκνα

About this text

Didymus the Blind, Commentarii in Job (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Commentarii in Job — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.