Commentarii in Job · §u10-open

Commentarii in Job Unit 10 opening

Unit 10.

Lemma-led open — δίαιταν σκηνη῀̣ς

Greek

σου ἔσται ὡς τὸ πανβότανον τοῦ ἀγροῦ." οὐδὲ γὰρ διέκειτο ω῾̣ς̣ τεκνοποιοῖ ὁ οὕτω βεβλαμμένος καὶ ἀγέν145 νητος· οὗτος γ̣ὰρ τοὺς ἰχῶρας καὶ σκώληκας ᾐσθάνετο. ποίαν δὲ "δίαιταν σκηνη῀̣ς" ἔλεγεν̣ μὴ διαμαρτεῖν τοῦ μὴ ἔχοντος ὅλως μηδὲ σκηνὴν ἀλλ' ἀπερριμμένου; ὅθεν γε τῆς ἱστορίας πάνυ γε βιαζομένη̣ς ἐπὶ τῶν αἰσθητῶν ἀναχωρήσεων νοερῶς μεθοδευτέον τὴν διάνοιαν, μάλιστα ὅτι ἐν τοῖς προτρέχ̣ουσιν ἐφάσκομεν μὴ ἀνηκούστους εἶναι αὐτοὺς καὶ τῆς κατὰ τρόπον διδασκαλίας· οὐ γὰρ φαῦλοι φαίνονται· ὑπὲρ ἀγνοίας γὰρ προστάττεται Ἰὼβ θεῷ προσαγα̣γεῖν θυσίαν ὑπὲρ αὐτῶν 6–10 ἁμαρτήματα · 8–12 τε δὴ καὶ φίλοι τ̣ 8–12 τηλικούτου ου 8–12 καὶ ἀρετῆς δια 8–12 υ τοῖς ἑπομένοι̣ς 8–12 · γιγνώσκειν ὡς ····· ··· μία αἰτία τῶν ἐπαγωγῶν ὑπάρχει ἐσφάλησαν. λέγεται οὖν ὅτι· τῶν "ἀγρίων θηρίων" ὡς ἀποδέδοται "εἰρηνευόντων σοι" κ̣αὶ ὁ "οἶκος" τῆς σῆς διανοίας "εἰρηνεύσει" καὶ "ἡ δίαιτα τῆς σκηνῆς σου", ὅπερ ἐστὶν ἡ ἐν προκοπῇ σου βελτίωσις, "οὐ διαμαρτήσεται". πρὸς δὲ τούτοις "γνώσῃ", ὅτι ἐν λογισμοῖς ἀγαθόν σου̣ "σπέρμα" πληθύνει ἀποτελούμενον εἰς 146 τέκνων γένεσιν καὶ γινόμενον. ὡς "τὸ πανβότανον τοῦ ἀγροῦ" διά τε τὸ ζώπυρον τῆς ἀρετῆς καὶ ἐπὶ πλεῖστον αὐξ̣άνεσθαι. καὶ τῷ ὀ´̣ντι ἔχομεν ἐν τοῖς θείοις γράμμασιν καὶ πρὸς ἁγίων οἶκον λεγόμενον τὴν ἕξιν, τὴν πολιτείαν, τὴν ἀρετη´̣ν, καθὰ περὶ τῶν μαιῶν τῶν Ἑβραίων ἀναγέγραπται ὅτι· "ἐπεὶ ἐφοβοῦντο αἱ μαῖαι τὸν θεόν, ἐποίησαν αὑταῖς οἰκίας", ὅπερ δηλοῖ τὴν ἐκ τοῦ φό βου τοῦ θεοῦ ἀρετὴν παρ' αὐτῶν κατασκευασμένην. οὐδὲ γὰρ ἄοικοι ἐτύγχανον πρὸ 40 τούτου. καὶ τὸ ἐν Παροιμίαις λεγόμενον· "οἰκίαι τῶν παρανόμων ὀφειλήσουσιν καθαρισμόν, οἰκίαι δὲ δικαίων δεκταί." οὐ γὰρ περὶ αἰσθητῶν, ἀλλὰ περὶ τῶν ἐν διανοίᾳ ἕξεων ταῦτα εἴρηται, καθάρσεως δεομένων τῶν φαύλων, τῶν δὲ ἐναρέτων δεκτῶν τυγχανόντων, τοῦ δεκτοῦ δηλοῦντος οὐ τό τινι αἱρετόν, ἀλλὰ τὸ ἄξιον ἐπαίνου· τὸ γὰρ ἀγαθὸν αἱρετόν ἐστιν κἂν μηδεὶς αὐτὸ αἱρῆται, καὶ δεκτόν ἐστιν κἂν μηδεὶς αὐτὸ δέχηται. καὶ τὸ περὶ τοῦ "φοβουμένου" δὲ "τὸν κύριον καὶ ἐν ταῖς ἐντολαῖς 147 αὐτοῦ σφόδρα θέλοντος" εἰρημένον· "πλοῦτος καὶ δόξα ἐν τῷ οἴκῳ αὐτοῦ" οὐ περὶ αἰσθητοῦ οἴκου ἢ δόξης λέγεται· πολλῶν γὰρ θεὸν φοβουμένων οὔτε δόξαν ἀνθρωπίνην οὔτε οἶκον πλούσιον ἐχόντων ὡς Ἠλίας, ὡς Ἐλισαῖος καὶ οἱ ὅμοιοι, τοῦ "πλουτοῦντος ἐν ἔργοις ἀγαθοῖς" καὶ "ἐν παντὶ λόγῳ καὶ πάσῃ γνώσει", ὡς Παῦλος γράφει, πλοῦτον καὶ δόξαν ἐν τῶι οἴκῳ τῆς διανοίας ἔχοντος καὶ τῃ῀̣ πολιτείᾳ διὰ πασῶν τῶν ἀρετῶν κ̣εκοσ̣μημένου. ἔτι δὲ καὶ τὸ εὐαγγέλιον σαφηνίζει τὸν τοιοῦτον ο̣ἶκον· λέγει γάρ· "ὃς ἂν ἀκούσῃ τοὺς λόγους μου καὶ ποιήσῃ, ὅμοιός ἐστιν ἀνδρὶ φρονίμῳ, ὅστις ᾠκοδόμησεν τὴν οἰκίαν αὐτοῦ ἐπὶ τὴν πέτραν, καὶ κατέβη ἡ βροχή, ἔπνευσαν οἱ ἄνεμοι, ἦλθον οἱ ποταμοί, καὶ οὐκ ἐσείσθη" η῾̣ οἰκία, ἥτις ἐστὶν ἡ τοῦ ἐναρέτου̣ ἕξις τοῦ τοὺς λόγους τοῦ κυρίου εἰς ἔργα μεταβαλόντος, ὅστις ἀχείμ̣αντος διαμένει μηδὲν ὑπὸ τῶν ἀντικειμένων ἐνεργειῶν βλαπτόμενος. ἐπὶ "τὴν πέτραν" γὰρ "τὸν Χριστὸν" τὴν ἑαυτοῦ ὁ τοιοῦτος ἕξιν τε καὶ προαίρεσιν ἐθεμελίωσεν. τῷ γὰρ ὁμολογήσαντι αὐτὸν εἴρηται ὑπ' 148 αὐτοῦ· "σὺ εἶ Πέτρος, καὶ ε᾿̣π̣ι`̣ ταύτῃ τῆι πέτρᾳ οἰκοδομήσω μου τὴν ἐκκλησίαν", τοῦ ἀκούοντος τῶν λόγων ὡς ἔτυχεν καὶ μὴ συνάπτοντος πράξεις τοῖς λόγοις "ἀνδρὶ μωρῷ ὁμοιουμένου, ὃς ᾠκοδόμησεν τὴν οἰκίαν αὐτοῦ ἐπὶ τὴν ἄμμον", ὅ ἐστιν τὴν ἕξιν ἐπὶ τὰ ῥευστὰ τοῦ βίου πράγματα σπορὰς ἢ ····μ̣ο··νωσιν οὐκ ἐπιδεχόμενα. διόπερ οὗτος ἀβέβαιος ὢν ταχείαν ἔχει τὴν πτῶσιν ὀλίγου σταλέντος πειρασμοῦ, ἤτοι διὰ παρ' ἄλλου διδασκαλίας ἢ διὰ περιστάσεώς τινος ὑπὸ πνεύματος πονηροῦ ἐπαγομένης. ὁ τὸν ἐπαινετὸν οἶκον στάσιν ἑδραίαν ἔχων καθὰ Μωσῆς ἀκούσεται πρὸς τοῦ θεοῦ. "σὺ δ'

About this text

Didymus the Blind, Commentarii in Job (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Commentarii in Job — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.