Commentarii in Job · §u11-rem-close

Unit 11 rem close

Rem CLOSEOUT: Unit 11 CLOSEOUT.

Greek

μεγάλην φανῆναι ὀλίγον παρελθούσας αὐτὸν δηλοῖ, συνεπίσκεψαι· συντρέχει γὰρ αὕτη ἡ διάνοια τῇ ἀποδοθείσῃ εἰς τό· "ἐπισκοπὴ 173 δὲ κυρίου ὑπερεῖδέν με." ὡς γὰρ ὁ τῶν ὅλων κύριος οὐ μισῶν οὐκ ἐπεσκέπτετο αὐτόν, ἀλλὰ πρὸς τὸ δεῖξαι τῶι ἀντικειμένῳ, ὅτι πρὸς ἀνθρώπου ἀρετὴν ἡ κακία αὐτοῦ οὐ δύναται, οὕτω μήποτε καὶ αἱ θεῖαι δυνάμεις, τὸ βούλημα τοῦ θεοῦ ἀξιωθεῖσαι εἰδέναι τὸ περὶ τὸν Ἰὼβ συνχωρῆσαι τὸν ἀγῶνα γενέσθαι, ἵνα λαμπρότερον τοῦ μακαρίου φανῇ τὸ κατόρθωμα. "οἵτινές με διευλαβοῦντο, νυ῀̣ν ἐπιπεπτώκασίν μοι." ἠρέμα μὲν ἴσως τούτους ἐλέγχει ὅτι· ἀγνοοῦντες τὴν αἰτίαν τῶν ἐπαγωγῶν ἐπιβαίνετέ μοι τολμῶντες τοιαῦτα λέγειν, ἃ πρότερον οὐκ εἰρήκατε. εἰκὸς δ', ὅτι καὶ πολλοὶ τῶν ἄλλων διὰ τὸ πάθος κατεφρόνουν αὐτοῦ, καὶ τοῦτο τοῦ ἐξαιτησαμένου ὑποβάλλοντος. ὅρα δέ, μὴ ὥσπερ ἀποδεδώκαμεν τὰς θείας δυνάμεις ὀλίγου αὐτὸν παρεληλυθέναι ἵνα γνωσθῇ αὐτοῦ ἡ ἀρετή, οὕτω συνεχωρήθησαν τῶν ἐναντίων δυνάμεων καὶ ἄλλαι ἐπιπηδᾶν αὐτῷ καὶ προσπολεμεῖν. "ὥσπερ χιὼν ἢ κρύσταλλος πεπηγώς, καθὼς τακεῖσα θέρμης γενομένης οὐκ ἐπεγνώσθη ὅπερ ἦν, οὕτω κἀγὼ κατελείφθην ὑπὸ πάντων. ἀπωλόμην δὲ καὶ ἔξοικος 174 ἐγενόμην." ὑπερβάτως εἴρηται τό· "ὥσπερ χιὼν ἢ κρύσταλλος πεπηγώς, καθὼς τακεῖσα", οὕτως ἀποδιδόμενον· καθὼς τακεῖσα χιὼν ἢ κρύσταλλος. οἰκεῖον δὲ καὶ τὸ πα ράδειγμα πρὸς τὴν ὑπερβολὴν τῆς μεταβολῆς αὐτοῦ ἄγνωστον αὐτὸν παντελῆ ποιούσης κατὰ τὴν χιόνα ἢ κρύσταλλον τὴν ἀπὸ διακαύσεως διαλυομένην καὶ οὕτως ἄγνωστον ποιου῀̣σ̣αν το`̣ν τόπον ὅπου ἐτύγχαν̣ε̣ν̣. εὖ δὲ καὶ τὸ τοιούτῳ χρήσασθ̣αι παραδείγματι· καθὼς ἡ χιὼν καὶ κρύσταλλος ἀδιάκριτον ποιοῦσι τὸν τόπον ὑπὸ θέρμης̣ δ̣ι̣α̣λυόμενα, οὕτω καὶ φίλος δοκῶν εἶναι πειρασμῶν ἐνστάντων φανεροῦται, καὶ ὅπερ πρὸ τούτου ἔκρυπτεν, φανερὸν καθίστησιν. ἐνστάντος θλιβηροῦ καιροῦ ἀντικειμένων δὲ τῶν σχηματιζομένων φίλων εἶναι οἱ ἅγιοι ἔχουσι βεβαιότητα, πρὸς τοὺς ἀγαπωμένους ἔχοντες καὶ ἐν ἀνέσει καὶ ἐν περιστάσει τοῦτον τὸν ὅρον τῆς φιλίας ἀδιάστροφον φυλάττοντες. καὶ οὐ θαῦμα, ὅπου γε καὶ πρὸς τοὺς ἐχθροὺς τὴν ἀγάπην ἐκτείνουσι, μετὰ τῶν μισούντων τὴν εἰρήνην εἰρηνικοὶ ὄντες κατὰ τὸ ὑπὸ κυρίου διὰ τοῦ προφήτου λεγόμενον· "εἴπατε, ἀδελφοὶ ἡμῶν, τοῖς μισοῦσιν ὑμᾶς, ἵνα τὸ ὄνομα κυρίου δοξασθῇ, αὐτοὶ δὲ αἰσχυνθήσονται." ἅπαξ δὲ ἐπεὶ περὶ φιλίας ὁ λόγος τὴν ἀρχὴν ἐδέξατο, ἀκόλουθον τὰς διαφορὰς διαγνῶναι τῆς φιλίας. ἡ μὲν οὖν 175 τίς ἐστιν ἡ δι' αὐτὸ τὸ καλόν, ἣν καὶ ἅγιοι κατορθοῦσιν, ἡ δέ τις διὰ τὸ χρήσιμον, οἷον ὅταν τις φέρε ἰατροῦ φίλος ὑπάρχῃ δι' αὐτὸ τοῦτο. αὕτη δ' ἡ φιλία εἰ καὶ μὴ τελεία ἐστίν, ἀλλὰ γοῦν οὐκ ἔχει τὸ ψεκτὸν ἀνθρωπίνη τις ὑπάρχουσα. ἑτέρα δὲ εἰ μὴ διὰ τὸ ἡδύ, οὗ μηκέτι ὑπάρχοντος μηδ' ὁ φίλος ἔστιν, καὶ διὰ φιλοδοξίαν, ἵνα δοκῶσι τοῖς πολλοῖς μειζ̣ο´̣νων εἶναι φίλοι αὐτοὶ οὐδὲν προσφέροντες εἰς φιλοτ̣ιμίαν ἐκείνων. εἰ δὲ καὶ ὁ διὰ τὸ χρήσι μον αἱρούμενος φίλον ἀβεβαιότατος κατὰ τὸ μηκέτι 48 ητ·· ηδ··ς ···· χρείας ὑπαρχούσης ἀντιποιεῖσθαι φιλίας ἐξαλάττων κατὰ τοῦτο, π̣ρ̣οαιρεῖται τὰ χρήσιμα πρὸ τῶν ἡδέων, ἃ καὶ ὑπὸ μέμψιν ἐστίν. εἰς τὴν ὄντως φιλίαν προτρέπων ὁ λόγος φησίν· "φίλον σὸν καὶ φίλον πατρῷον μὴ ἐνκαταλίπῃς." "ὁ γὰρ πρόσφατος οὐκ ἔστιν ὅμοιος αὐτῷ." πρόσφατον λέγω τὸν ἀβέβαιον, "ἀρχαῖον" ἢ πατρῷον τὸν ἔχοντα βεβαιότητα, ἄλλως τε καὶ εἰ καὶ κατὰ χρόνον λαμβάνοις ···· τ·ς ὁ διὰ πείρας ἐλθὼν ἀμελεῖ τοῦ προσφάτου· ὁ γὰρ τὰς καρδίας ὄντως ἐπιστάμενος ἐκ τῆς πείρας ·· ω̣ς ποιεῖται τὴν ἐπίκρισιν. τὸ δ' "ἀπωλόμην δὲ καὶ ἔξοικος ἐγενάμην" φησὶν πρὸς τὴν διάλημψιν τὴν 176 τῶν πολλῶν ἀπώλειαν λογιζομένων τὴν πάντων ἀφαίρεσιν κτημάτων χρημάτων καὶ ὅτι ἐπὶ κοπρίας ἐτύγχανεν. διὸ καὶ ἔξοικος ἐγεγόνει καὶ πάντων αὐτὸν τῶν οἰκείων καταλελοιπότων. "ἴδετε ὁδοὺς Θαιμανῶν, ἀτραποὺς Ἀσεβῶν οἱ διορῶντες. καὶ αἰσχύνην ὀφειλήσουσιν οἱ ἐπὶ πόλεσιν καὶ χρήμασι πεποιθότες." ἐγὼ μέν, φησίν, ταῦτα ὑπέστην μεταπεσὼν ἀπὸ πλούτου καὶ πολυπαιδίας καὶ δόξης καὶ τῶν ἄλλων ἀνθρωπι´̣νων. καὶ ὅμως οὐδὲν αὐτῶν τεθαυμακὼς οὐ ξενίζομαι. καὶ γὰρ οἱ ἅγιοι τῇ φύσει τῶν ἀδιαφόρων ἐπιβάλλοντες οὐ βαρείαν τὴν τούτων ἀφαίρεσιν λογίζονται καὶ τοὺς ἄλλους προτρεπόμενοι καθὰ καὶ ∆αυὶδ ὁ μακα´̣ρι̣ος ψάλλω̣ν "πλοῦτος ἐὰν ῥέῃ μὴ προστίθεσθε καρδίαν." καὶ πάλιν· "μὴ πεποίθατε ἐπ' ἄρχοντας καὶ ἐφ' υἱοὺς ἀνθρώπων, οἷς οὐκ ἔστιν σωτηρία." διορθούμενος οὖν αὐτοὺς ἠρέμα ὁ ἅγιος οὕτω

About this text

Didymus the Blind, Commentarii in Job (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Commentarii in Job — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.