Commentarii in Job · §u12-open

Commentarii in Job Unit 12 opening

Unit 12.

Lemma-led open — ἴδετε ὁδοὺς Θαιμανῶν, ἀτραποὺς Σαβῶν οἱ διορῶντες

Greek

ποιεῖ τὸν λόγον λέγων· "ἴδετε ὁδοὺς Θαιμανῶν, ἀτραποὺς Σαβῶν οἱ διορῶντες", ὅ ἐστιν· μετὰ διανοίας ὁρῶντες, ἵν' ᾖ πᾶς αὐτοῦ ὁ νοῦς τοιοῦτος· ἐγὼ δὲ ἔξοικος ἐγενόμην καὶ πάντων ἀφῃρέθην. κατανοήσατε τὰς ὁδοὺς τῶν Θαιμανῶν, τὰς ἀτραποὺς τῶν Σαβῶν κατακρίνατε, κἂν εὐπαθῶσιν, λογιζ̣ο´̣με̣ 177 νοι ὅτι πλούτῳ καὶ δόξῃ πεποιθότες οὐκ ὀρθὰς ὁδοὺς ἢ ἀτραποὺς ἔχουσιν. ταῦτα δὲ ἔλεγεν ὑπηχῶν καὶ τοῖς φίλοις οἰομένοις ὅτι ὁ περιπίπτων ἐν περιστάσεσιν ἐκ κακίας ταύταις ἐνέχεται ὅτι· ὑμεῖς εἰ καὶ βασιλεῖς ἐστε καὶ οὐ περιεπέσετε δυσπραγίᾳ, ἀλλὰ κατανοήσατε τὰς ὁδοὺς τῶν Θαιμανῶν καὶ Σαβῶν, ὁδ̣οὺς αὐτῶν ρ̣·····σ̣ετε, ὅτι πεποιθότες ἐπὶ τοῖς ἀνθρωπίνοις αἰσχύνην ὀφλισκάνετε. εἰ δὲ καὶ τὰς ἑρμηνείας τῶν ὀνομάτων ἐκλαβεῖν θέλοις, γένοιτο ἂν νόησις τ αὕτη, Θαιμανῶν μὲν ἑρμηνευομένων ἐκλιπόντων, Σαβῶν δὲ ἐπιστρεφόντων. προτρέπεται οὖν τοὺς ἐκλιπόντας ἀρετὴν καταθεάσασθαι, οἳ καὶ ἐν πλούτωι πεποίθασιν, ἀλλὰ καὶ τοὺς ἐπιστρέφοντας τὴν φύσιν τῶν πραγμάτων κατανοεῖν προτρεπόμενος, ὅτι οὐ πάντως ἐν εὐετηρίᾳ ἀεὶ οὕτω διαμένει, ἀλλὰ καὶ ὑποστρέφει πολλάκις. διὸ αἰσχύνη ὑπάρχει τὸ πεποιθέναι ἐπὶ χρήμασιν ἢ πόλεσιν, πόλεις λέγων τὰς δό ξας τὰς ἀνθρωπίνας καὶ τὸ ὡσανεὶ ἐν ἀσφαλεῖ εἶναι. εἰ δὲ ἐπαινετοὶ εἶεν οἱ ἐκλιπόντες, προτρέπεται ὅτι· κατανοήσατε, ὡς εἰσὶ καὶ ἄλλοι κακὰ ἀπολιπόντες καὶ οὐ πάντως τοῖς ἀνθρωπίνοις πλουτοῦντες. 178 εἰ οὖν ἐπιστῆσαι θελήσετε, ὅτι τὰ πράγματα πολλὴν δέχεται τὴν μεταβολὴν ἀπολαμβανόντων πολλα´̣κις πολλῶν ὧν ἐστερήθησαν, οὐκ ἂν ὡς ἐπὶ μονίμοις ἐπεποθε̣ῖτε̣ τεθηπότες αὐτά. "ὁ" γὰρ "πεποιθὼς ἐπὶ πλούτωι οὗτος πεσεῖται, ὁ δὲ ἀντιλαμβανόμενος δικαίων οὗτος ἀνατελεῖ", καθὰ ὁ μὲν Λάζαρος εἰς κόλπον Ἀβραὰμ ἀνέτειλεν, ὁ δὲ πλούσιος τῇ κολ̣άσει παραδέδοται πεσὼν ἐπ' αὐτήν, ὃς διὰ ἀλαζονείαν παρεώρα τὸν Λάζαρον. καὶ γὰρ ὁ λόγος παρετηρήσατο, ὅτι "πρὸς τῷ πυλῶνι" α̣ὐτοῦ "ἐβέβλητο" καὶ ὅτι σφόδρα πλούσιος, ἵνα μὴ πρόφασιν ἔχοι ὅτι· ἠγνόουν αὐτὸν ἢ οὐκ εἶχον τὰ αὐτάρκη. καλῶς δὲ καὶ τὸ "ἀνατέλλει". ὡς γὰρ τὰ σπειρόμενα φθορὰν ὑπομένοντα ὕστερον ἐξανθεῖ, οὕτως ὁ περιστάσεσι πιεσθεὶς καὶ ὑπομείνας ἕξει τῆς καρτερίας μισθὸν τὴν ἀνατολήν, "ἐκλάμπων ὡς ὁ ἥλιος ἐν τῇ βασιλείᾳ τοῦ πατρός". πεποιθὼς γὰρ ἦν ἐπὶ κύριον προτραπεὶς ἐκ τῶν εἰρημένων· "εὐλογημένος ὁ ἄνθρωπος ὃς πέποιθεν ἐπὶ τῷ κυρίῳ· οἱ πεποιθότες ἐπὶ κύριον ὡς 49 ὄρος Σιών", καὶ λέγων· "ἐπὶ τῷ κυρίῳ πέποιθα", οὐκ "ἐπὶ χρήμασιν ἢ πόλεσιν" ἀνθρωπίναις, ἀλλ' ἐπὶ τῷ θείῳ πλού179 τῳ καὶ "τῇ πόλει τοῦ βασιλέως τοῦ μεγάλου", ἧς "οἱ θεμέλιοι ἐν τοῖς ὄρεσιν τοῖς ἁγίοις", χρήματα λογιζόμενος τὰ λόγια κυρίου "ἐπιθυμητὰ ὑπὲρ χρυσίον καὶ λίθον τίμιον πολύ". "ἄταρ δὴ καὶ ὑμεῖς ἐπέβητέ μοι ἀνελεημόνως." καὶ τοὺς ἐπ' αἰτίᾳ ψεκτῇ περιπεσόντας σκυθρωποῖς νουθετῶν τις οὐκ ἐλέγχει κατὰ λόγον κινούμενος. οὐ τοῦτο γὰρ πρόκειται, ἀλλὰ μᾶλλον εἰς ἀνδρείαν προτρέπεσθαι καὶ γενναίως ἐνεγκεῖν. τὸ γὰρ λέγειν· «διὰ τί γὰρ ἡμάρτανες;» βαρῦναί ἐστιν μᾶλλον ἢ πόνων κουφίσαι. καὶ γὰρ τῷ ὄντι ἀνελεημόνως ἐπέστησαν αὐτῷ ἐκ τοῦ πεπλανῆσθαι περὶ τὴν αἰτίαν τῆς ἐπαγωγῆς καὶ ὅτι τὸν μὴ ὑποκείμενον ἐλέγχῳ ἐλέγχειν ἐπειρῶντο. "ὥστε ἰδόντες τὸ ἐμὸν τραῦμα φοβήθητε." κηδεμονικώτατα ὁ ἅγιος καὶ πρὸς τοὺς μὴ ὀρθῶς διακειμένους πρὸς αὐτὸν προσφέρεται ἀπὸ τῶν καθ' ἑαυτὸν κἀκείνους διορθούμενος καὶ ἐκ τῆς αὐτῶν διαλήμψεως δεχόμενος τὴν ἀρχὴν τῆς παραινέσεως· εἰ γὰρ πᾶς ὁ ἁμαρτάνων σκυθρωποῖς περιπίπτει καὶ ὁ περιπεσὼν ἐξ ἁμαρτιῶν τοῦτ' ἔπαθεν, καὶ ὑμεῖς φοβήθητε ἐκ τοῦ ἡμετέρου τραύματος τὸν φόβον δεχόμενοι. καὶ γὰρ δῆλον αὐτοῖς ὑ180 πῆρχεν ὅτι "οὐδεὶς καθαρὸς ἀπὸ ῥύπου τῶν ἀνθρώπων". καὶ ταῦτα μὲν ὁ μακάριος ὡς πρὸς τὴν ἐκείνων διάλημψιν διορθωτικῶς λέγει, χρήσιμα δὲ καὶ πρὸς

About this text

Didymus the Blind, Commentarii in Job (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Commentarii in Job — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.