Unit 13 rem early
Rem early: Unit 13; lemma and argument toward the thesis.
Greek
πα̣ρὰ τῶν παλαιῶν καὶ πατέρων ἡ διδασκαλία τοῖς μεταγενεστέροις παραγίνεται, ἐκ παραβολῆς αὐτὸ παρασκευάζει φάσκων ὅτι· ὡς ἄνευ ὕδατος πάπυρος οὐ θάλλει οὐδὲ ὑψοῦται βούταμον μὴ ἀρδευόμενον, ἕως ἔτι ἐπὶ γῆς ἐστιν–οὕτω γὰρ αὐτὰ συμβήσεται μηδὲ θερίζεσθαι–, οὕτως ἀδύνατον μὴ δεχόμενον ἐν διανοία ὠφέλειαν τῶν κρειττόνων καρπὸν προενεγκεῖν ὠφέλιμον. δύναται δὲ καὶ περὶ τῶν ἀνθρωπίνων πραγμάτων λέγειν, ὅτι κα θάπερ ὑπὸ ὕδατος ὑπὸ τῆς προνοίας ταῦτα ἄρδεται, ἧς μὴ ἐπιούσης αὐτὰ ῥᾳδίαν καὶ εὐμάραντον ἕξει τὴν διάλυσιν. κἂν οὖν τις ἀνιαροῖς περιπέσῃ, εἶτα πάλιν μεταβολὴν ἔχῃ ἐκ τούτω»ν», προνοίᾳ τοιοῦτον γε»γέ»νηται. ἐὰν δὲ καὶ τὴν δοκοῦσαν ἀνθρωπίνην ῥίζαν ἔχῃ τὰ γιγνόμενα ὑπ' ἀνθρώπων, οὐχ ἕξει ὑπόστασιν μὴ τῆς προνοίας αὐτὰ διοικούσης. τούτῳ ὅμοιον καλῶς παρὰ τοῦ ψαλμῳδοῦ εἰρημένον· 219 "ἐὰν μὴ ὁ κύριος οἰκοδομήσῃ οἶκον, εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες αὐτόν." πρὸ τοῦ πιεῖν πᾶσα βοτάνη 54 ξηρανθήσεται. ταὐτὸ τῷ προτέρῳ τοῦτο ἐπὶ πάσης βοτάνης λεγόμενον. λέγοι οὖν, ὅτι, κἂν μικρὸν κἂν μέγα ᾖ, το`̣ ἐν τῷ βίῳ ὑπὸ πρόνοιάν ἐστιν, ξηραινόμενον, εἰ μὴ αὕτη ἐφοπτεύοι. οὕτως τοίνυν ἔσται πάντα τὰ ἔσχατα τῶν ἐπιλανθανομένων τοῦ κυρίου. λέγει τι ἔνδοξον ἀπὸ ἐννοίας οὐκ ἀπολειπομένης ἐντρεχείας, ὅτι ὥσπερ τὰ φυτὰ μὴ ἀρδευόμενα ὑπὸ ὕδατος ξηραίνεται, οὕτω τὰ ἀνθρώπινα πράγματα ἔξω προνοίας γιγνόμενα ὑπόστασιν οὐκ ἔχει. εἰ δὲ καὶ οὗτος ἔσχατα λέγει ἔννοιαν ἔχων περὶ τοῦ μέλλοντος αἰῶνος, συνεπίσκεψαι· οὐ γὰρ ἀναντιρήτως οἱ ἐπιλανθανόμενοι τοῦ κυρίου τ»οι»ούτοις κατὰ τὸ αἰσθητὸν ἐσχάτοις περιτεύξονται τῷ περί τινων εὐετηρίᾳ διαγόντων εἰρῆσθαι· "ἐν δὲ ἀναπαύσει ᾅδου ἐκοιμήθησαν." ἐλπὶς δὲ ἀσεβῶν ἀπολεῖται. τῷ ὄντι ἡ τῶν ἀσεβῶν ἐλπὶς οὐ περὶ ὑφεστηκότα γίνεται. ἡ γὰρ ἐλπὶς οὐδὲν ουδεν ἕτερόν ἐστιν κατὰ γένος ἢ προσδοκία ἀγαθῶν. καὶ ὁ φοβούμενος δὲ προσδοκᾷ, ἀλλ' οὐκ ἀγαθά· κακῶν γὰρ προσδοκία ἐστὶν ὁ φόβος, 220 ἀγαθῶν δὲ ἡ ἐλπίς. ἐπεὶ οὖν οὐχ ὑφεστηκότα πράγματα οἱ ἀσεβεῖς προσδοκῶσιν, ἀπόλλυται αὐτῶν ἡ ἐλπίς· ὡς γὰρ μένουσιν τοῖς ἡδέσιν χρῶνται, καὶ ἐν τούτῳ ματαίαν ἔχουσιν ἐλπίδα. ἔχεις τοῦτο ἐν Παροιμίαις τῆι μὲν λέξει πολὺ διαφέρον, συνᾷδον δὲ τῷ νῦν λεγομένῳ· "ἀποθανὼν δίκαιος ἔλιπεν μετάμελον·" ἂν γὰρ ἀποθάνῃ ὁ δίκαιος, εὑρίσκει τὰ προσδοκώμενα καὶ οὐ μετεμελήθη πονήσας ὑπὲρ αὐτῶν. ἐνταῦθα μὲν οὖν εἴρηται· "ἐλπὶς ἀσεβῶν ἀπόλλυται", ἐν δὲ τῷ Ἠσαίᾳ· "ἐλπὶς τῶι εὐσεβεῖ." οἱ δὲ "ἐν τῇ ζωῇ ταύτῃ ἠλπικότες μόνον" καὶ "λέγοντες· φάγωμεν καὶ πίωμεν", ματαίαν καὶ κενὴν ἔχουσιν ἐλπίδα πρὸς τὰ βλεπόμενα ταύτην τείνοντε»ς»· φυσικώτατα δὲ ὁ Παῦλός φησιν· "ἐλπὶς δὲ βλεπομένη οὐκ ἔστιν ἐλπίς· ὃ γὰρ βλέπει τις, «τί» καὶ ἐλπίζει;" ἀοίκητος δὲ αὐτοῦ ἔσται ὁ οἶκος. πρὸς τὸ αἰσθητὸν τοῦτο οὐ πάντως ἐστὶν ἀληθές. δῆλον δέ ἐστιν, ὅτι ὁ τοὺς Ἰησοῦ λόγους εἰς ἔργα μεταβαλὼν μένουσαν οἰκίαν οἰκοδομεῖ· αὕτη δέ ἐστιν ἡ ἀρετή, ἧς ὁ ἀντεχόμενος οὐδέποτε ἕξει τὴν οἰκίαν ταύτην ἀοίκητον· δεῖ γὰρ τὸν δίκαιον μένειν ἐν τῇ αὑτοῦ ἀρετῇ· "ἡ δικαιοσύνη" γὰρ "αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος." ἐπειδὴ δὲ ἀνυπόστατός ἐστιν ἡ κακία, διὰ τοῦτο 221 ἄοικός ἐστιν̣ ὁ φαῦλος ἄ ν τακτος ὑπ̣άρχων̣ ἀεὶ καὶ οὐδὲν ἔχων ἑδ̣ραῖον διὰ τὸ καὶ τὴν κακίαν αὐ τὴν εἶναι παρακολούθημα· εἰ δέ τις καὶ περὶ τοῦ ἀγαθοῦ τοῦτο λέγοι φάσκων, ὅτι καὶ τὴν ἀρετὴν ἄνθρωποι ἐκ σπουδῆς κτῶνται, ἀλλ' υ῾̣φέστηκεν αὐτὸ τὸ ἀγαθόν. "ἀοίκητος" ο̣ὖν "ἔσται̣ τοῦ ἀσεβοῦς ὁ οἶκος·" φανερῶς γὰρ ἡ ἀλήθεια διαλύει τὴν ἀπάτην. ἀράχνη δὲ αὐτοῦ ἀποβήσεται ἡ σκηνή. ἡ «α᾿̣»ράχνη ποικιλίαν ἐπιδείκνυται ἐξ ὑφάσματος φυσικοῦ κατεσκευασμένη_6_ν_,_ _ἥ6τις ῥᾷστα διαλύεται ἐπιψαύσαντός τινος. τὰ τῶν φαύλων οὖν ἔργα καὶ ἡ κατασκευὴ τῆς πολιτείας ἀράχνῃ ἔοικεν οὐχ ὑφισταμένῃ. καὶ ἐν Ἠσαίᾳ οὖν λέγεται περὶ τῶν φαύλων κυησάντων ἀνομίαν καὶ λαλούντων ἀδικίαν· "ἱστὸν ἀράχνης ὑφαίνουσιν, ὅτι κύουσιν πόνον καὶ τίκτουσιν ἀνομίαν·" διηγεῖται δὲ αὐτῶν καὶ τὴν πρᾶξιν φάσκων· "ᾠὰ ἀσπίδων ἔρηξαν καὶ ὁ μέλλων τῶν ᾠῶν αὐτῶν φαγεῖν συντρίψας οὔριον εὗρεν καὶ ἐν αὐτῷ βασιλίσκον· ὁ ἱστὸς αὐτῶν οὐκ ἔσται εἰς ἱμάτιον, ἱστὸν δὲ ἀράχνης ὑφαίνουσιν." καὶ ὅρα, ὅτι πρὸς τῷ ἀνυποστάτῳ αὐτῶν καὶ τὸ δολερὸν διὰ τῶν ἀσπίδων σημαίνει. εἰ μέντοι τις εἴη περιστερὰ κατὰ τὸ λεγόμενον· 222 "τίνες οἵδε; ὡς νεφέλαι πέτανται καὶ ὡς περιστεραὶ σὺν νεοσσοῖς", ἔχοι ἂν ᾠά, ἅπερ διαιρεθέντα εὐγεν̣ε̣ι´̣α̣ς̣ ἕνεκεν παρέχει γόνον ζω̣τικόν· τὰ δὲ τῶν
About this text
Didymus the Blind, Commentarii in Job (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Commentarii in Job — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.