Commentarii in Job Unit 13 opening
Unit 13.
Lemma-led open — χθιζοὶ γάρ ἐσμεν
Greek
ἐσμεν καὶ οὐκ οἴδαμεν, σκιὰ γὰρ ἡμῶν ἐστιν ὁ βίος ἐπὶ τῆς γῆς. συνετῶς γὰρ δεῖ ἀκούειν τοῦ "χθιζοὶ γάρ ἐσμεν", ὅτι ὡς πρὸς τὴν ἀνθρωπίνην γένεσιν τοῦτό φησιν, μάλιστα ὅτι λέγει· "ἐπερώτησον γὰρ γενεὰν πρώτην". δεῖ γὰρ τὰ λεγόμενα περὶ τοῦ ἀνθρώπου φρονίμως ἀκούειν, οἷον–ἵνα ἀπὸ τῶν γραφῶν εἴπωμεν–περὶ τοῦ ∆αυὶδ εἴρηται πολλάκις, ὅτι "πυρράκης μετὰ κάλλους ὀφθαλμῶν" ἐτύγχανεν. τοῦτο δὲ οὐ περὶ τῆς ψυχῆς, ἀλλὰ περὶ τοῦ σώματος ἀκούομεν. ὅταν δ' αὐτὸς "τὰ ἄδηλα" λέγῃ "καὶ τὰ κρύφια τῆς καρδίας μου ἐδήλωσάς μοι", περὶ τῆς ψυχῆς τοῦτο ἐκλαμβάνομεν. καὶ τὸ "χθιζοὶ" οὖν μὴ κατὰ τὴν ψυχήν, ἀλλὰ κατὰ τὸ ἄνθρωπον γενέσθαι ἀκούομεν. οὕτω καὶ συνῆπται· "σκιὰ γὰρ ἡμῶν ἐστιν ὁ βίος ἐπὶ τῆς γῆς." περὶ τοῦ βίου οὖν τοῦ ἐπὶ γῆς φησιν, ὅτι σκιὰ τυγχάνει. ἅπαξ δὲ ἐπεὶ τῆς λέξεως ταύτης μνήμη γέγονεν, ἀναγκαῖον ἡμᾶς περὶ αὐτῆς διαλαβεῖν. λέγεται τοίνυν ἡ σκιὰ 53 καὶ πρὸς πρωτότυπον, καθὸ καὶ εἴρηται· "σκιὰν γὰρ ἔχων ὁ νόμος τῶν μελλόντων ἀγαθῶν". σκιὰ δὲ καὶ τὸ παρακολούθημα, καὶ ὁ προσεγγισμὸς πολλάκις σκιὰ λέγεται, καθὸ εἴρηται παρηγμένως· "πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι." λέγεται δὲ καὶ σκιαγραφία ἡ πρὸ τῆς φανερᾶς γραφῆς 216 εἰκόνι τύπωσις ἄδηλο̣σ· δυνατὸν οὖν ἐκλαβεῖν σκιὰν εἶναι τὸν βίον τὸν ἀνθρώπινον κατὰ τὸ εὔσειστον καὶ εὐπαράγωγον. δύναται δὲ καὶ κατα πρὸς πρωτότυπον ἀντιδιαστέλλεσθαι· ὡς γὰρ πρὸς τὴν μέλλουσαν ζωὴν ὁ παρὼν αἰὼν σκιὰ ὑπάρχει, ματαιότης ὑπάρχων. δύναται δὲ καὶ σκιαγραφία ὁ βίος οὗτος λέγεσθαι, καθὸ ἐνταῦθα μὲν "ἐκ μέρο»υ»ς" ἡ γνῶσίς ἐστιν τελειότητος ἐν τῷ μέλλοντι αἰῶνι ἐσομένης. δύναται δὲ καὶ ἀνηγμένως θεωρεῖσθαι σκιά, καθὸ παρακολούθημα λέγομεν εἶναι καὶ τὴν τῶν σωμάτων σκιάν· καὶ ὅρα, μὴ τοῦτο δηλοῦται ἐν τῷ· "ματαιότης ματαιοτήτων, τὰ πάντα ματαιότης." οὐ γὰρ ἁπλῶς τὰ θεοῦ κτίσματα ματαιότης, ἀλλ' ὡς πρὸ»ς» τὰ οὐράνια αἰώνια ὄντα τὰ πρόσκαιρα καὶ ῥᾳδίως μεταβάλλοντα ματαιότης ὑπάρχει. καὶ ὁ βίος δὲ πολλὰ σημαίνει, ἤτοι τὸ ζῆν τοῦτο ἢ τὴν πολιτείαν· δηλοῖ δὲ καὶ τὴν κτῆσιν, καθὸ εἴρηται· "ὃς δ' ἂν ἔχῃ τὸν βίον τοῦ κόσμου καὶ θεωρῇ τὸν ἀδελφὸν αὐτοῦ χρείαν ἔχοντα." καὶ τὰ χρήματα δὲ εἴρηται βίος, καθὸ εἴρηται· "ἐὰν δῷ ἄνθρωπος τὸν βίον αὐτοῦ ἐν τῇ ἀγάπῃ ἐξουδενώσουσιν αὐτόν." ἦ οὐχ οὗτοί σε διδάξουσιν «καὶ» ἀναγγελοῦσιν καὶ ἐκ καρδίας ἐξάξουσιν ῥήματα; 217 ἐκ τῶν παλαιοτέρων πιστοῦσθαι τὰ καθ' ἑαυτὸν οὗτος βουλόμενος ταῦτά φησιν ὡς ἂν ἐκείνων πλείστοις παρατυχόντων πράγμασιν, οἷς οἱ εἰς τὸν καιρὸν αὐτοῦ οὐ παρέτυχον. ἅπαξ δὲ ἐπεὶ περὶ διδασκάλων ἐστὶν ὁ λόγος, λέγωμεν, ὅτι ἐστὶν μέγας ἔπαινος τῷ διδάσκοντι, ἐάν, πρ̣ὸς οἷς ἔμαθεν ἢ αὐτὸς ἀναγνοὺς ἢ παρ' ἑτέρου μαθών, συνιστᾷ π̣οτε κα̣ὶ αὐτὸς οὐκ ἐναντία, ἀλλὰ σύμφωνα. ὡς γὰρ οὐκ ἄν τις ἀποδέξοιτο γῆν τὴν τὰ καταβαλλόμενα σπέρματα ἀποδιδοῦσαν, οὕτως οὐκ ἄν τις «ἐν» τῇ γῇ τῇ ἰδία παραδεξάμενος παίδευσιν καὶ μόνα, ἃ ἤκουσεν, παρέχων θαυμάσιος, ἀλλὰ πρὸς τούτοις ἕτερα γεννήσας, θαυμάσια δέ, καὶ ὁ ἃ ἔμαθεν προενεγκεῖν διὰ γλώττης δυνάμενος· εἰσὶν γὰρ οἱ πρὸς τοῦτο ἀδυνατοῦντες ἑαυτοὺς μόνους καὶ οὐχ ἑτέρους ὠφελεῖν δυνάμενοι. εἰ δὲ δύναται τὸ διδάσκειν καὶ ἀναγγέλλειν εἶναι διάφορα, ἐπίσκεψαι, ὡς τοῦ μὲν διδάσκειν ἀποδείξεις ἐπάγοντος, τοῦ δὲ ἀναγγέλλειν διήγησιν περιέχοντος τῶν σαφῶν, ἐξ ὧν τὰ ἀσαφῆ γνωρίζεται. ὅτι δὲ ἐκ καρδίας οἱ λογισμοὶ τὰ ῥήματα παραπέμπουσιν, ἐκ τοῦ ἐναντίου ὁ ςωτήρ φησιν· "ἐκ γὰρ τῆς καρδίας ἐξέρχονται διαλογισμοὶ πονηροί." εἰ δὲ καὶ τὸ 218 ἐξάξαι ῥήματα τὸ εἰς ἔργα αὐτὰ μεταβαλεῖν λέγοις, οὐκ ἂν ἁμάρτοις ἄλλων ἐκ παραλλήλου ἀκουόντων τοῦ ἐξάξαι καὶ ἀναγγεῖλαι. μὴ θάλλει πάπυρος ἄνευ ὕδατος, ἢ ὑψωθήσεται βούταμον ἄνευ πότου; ἔτι ὂν ἐπὶ ῥίζης καὶ οὐ μὴ θερισθῇ. εἰπών, ὅτι
About this text
Didymus the Blind, Commentarii in Job (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Commentarii in Job — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.