Unit 14 rem early
Rem early: Unit 14; lemma and argument toward the thesis.
Greek
φαύλῳ συμβαίνῃ, οὐ κατὰ ταὐτὸ συνέβη, ἀλλ' ὁ μέν ἐστιν ὑπ' ὀργῇ, ὁ φαῦλος, λέγω, ὁ δὲ οὐχί, ἀλλὰ μᾶλλον ἀπέστρεψε ἀπὸ τοῦ δικαίου τὴν ὀργήν, νικητὴν αὐτὸν ἀποδεῖξαι βουλόμενος, ὡς τοὺς μάρτυρας καὶ αὐτὸν τὸν Ἰώβ. τὴν γὰρ ὀργὴν τὴν ἐπὶ φαύλοις πεμπομένην ἀπὸ αὐτοῦ ἀπέστρεψεν ὁ τὴν ἀρετὴν αὐτοῦ φανερῶν. ὑπ' αὐτοῦ δὲ ἐκάμφθησαν κήτη τὰ ὑπ' οὐρανόν. καὶ τῷ τῆς ἱστορίας λόγῳ τοῦτ' ἔστιν ἀληθές· εἰ μὴ γὰρ αὐτὸς αὐτὰ ὑπέταξεν, ἀνύποιστα ἦν ἀνθρώποις ταῦτα. δε καὶ ἐν τοῖς ἄλλοις δὲ θηρίοις ἰοβόλοις διαβὰς τῷ λογισμῷ τοῦτο εὑρήσεις. ἀλλὰ καὶ τὰ πονηρὰ πνεύματα τὰ κήτη ἀλληγορικῶς ὀνομαζόμενα αὐτὸς ἔκαμψεν· οὐδὲ γὰρ οἵα τε ἦν ἀνθρωπίνη φύσις πρὸς αὐτὰ μὴ καμφθέντα ὑπὸ θεοῦ. εἰκότως δὲ καὶ τὰ ὑπ' οὐρανὸν εἶπεν, ἵνα τὰ πάντα δηλώσῃ καὶ τὰ ἐν ἀέρι καὶ ἐν γῇ καὶ ἐν καταχθονίοις. ἅπαντα γὰρ ὑποτέτακται· "ἐπιστήμῃ γὰρ ἔστρωται τὸ κῆτος." καὶ εἰ μὴ γὰρ θεὸς συνεχώ 245 ρησεν, οὐδὲ τῷ Ἰὼβ π̣··ι¨̣· ὁ ἀρχέκακος διάβολος. οὐ γὰρ τῇ ἑαυτῶν ἰώδει προθέσει αἱ ἀντικείμεναι δυνάμ_6_ε6ι_6_σ6 χρώμεναι ἐπέρχονται. ἐξουσίαν γὰρ οὐκ ἔχουσιν κακοῦν καὶ ἐπίπονα προσάγειν, εἰ μὴ θεὸς συνχωρήσοι. τὴν δὲ κακίαν ὑποβάλλειν ἰδίᾳ ὁρμῇ σπεύδουσιν. οὕτω γὰρ καὶ κατ' ἰδίαν πρόθεσιν "εἰς τὴν καρδίαν Ἰούδα" τῶν π̣αθῶν̣ αὐτῷ παρεχόντων συνάγ̣ει κακὰ ἐκεῖ μένων. ἐὰν δέ μου ὑπακούσηται, ἦ διακρινεῖ τὰ ῥήματά μου; διδάξαι βούλεται, ὅτι οὐκ, εἴ τι προσευχόμεθα, τοῦτο πάντως «καὶ» συμφώνως πρὸς τὰ ῥήματα ἡμῶν εἰς διάκρισιν γίνεται τοῦ θεοῦ. "τὸ γὰρ τί προσευξώμεθα καθὸ δεῖ, οὐκ οἴδαμεν." ὃ οὖν λέγει, τοιοῦτόν ἐστιν, ὅτι, εἰ καὶ ὑπακούσετ̣α̣ι̣, οὐ διακρινεῖ τὰ ἀνθρώπινα ῥη´̣ματα οὕτως ἐνκρῖναι, ἀλλ̣α`̣ τὸ ἑαυτοῦ κρίμα σοφ οι ῶς ἐπάξει καθ' η῾̣μῶν καὶ φιλάνθρωπος ὑπάρχων καὶ οὐδὲν ἀκρίτως ποιῶν. ἐάν τε γὰρ ὦ δίκαιος, οὐκ εἰσακούσεταί μου· τοῦ κρίματος αὐτοῦ δεηθήσομαι. βεβαιοῖ τὰ προειρημέ να παιδεύων, ὅτι κἂν τέλειός τις ᾖν ἐν ἀνθρώποις, ἀλλ' ὁ ὀφθαλμὸς τοῦ θεοῦ "τὰ τῆς καρδίας ἐραυνῶν" καταλαμβάνει καὶ τὰ ἄδηλα. τοιοῦτον ὁ ἀπόστολός φησιν· "οὐδὲν 246 ἐμαυτῷ σύνοιδα, ἀλλ' οὐκ ἐν τούτῳ δεδικαίωμαι· ὁ δὲ ἀνακρίνων με κύριός ἐστιν·" διόπερ τοῦ κρίματος αὐτοῦ δέεται ὁ ἅγιος κατὰ τό· "πύρωσον τοὺς νεφροὺς καὶ τὴν καρδίαν μου", ὅπερ οὐδεὶς ἁμαρτάνων λέγει. ἔτι πρὸς τούτοις παιδεύει αὐτοὺς πάλιν τὸ μὴ κατὰ μίαν αἰτίαν ἐκλαμβάνειν τὰ ἐπίπονα, ὑποβάλλων οτι ἔννοιαν, ὅτι, ἐάν τις δίκαιος ᾖ καὶ καθ' ὑπόθεσιν εὔχηται τὰ ἡδέα, οὐ πάντως εἰςακούσεται· χρῄζει γὰρ καὶ οὗτος του῀̣ θεοῦ κρίματος. εἰσί τινες, οἳ ἄνευ ὑποστιγμῆς τὸν στίχον ἀνέγνω̣σαν, ἵν' ᾖ· δικαίου μου οὐκ εἰσακούσεται μου. ἐπίστησον δ', ὅτι ἔχει λόγον ἡ ἀπόδοσις, ὅτι ἐπε̣ὶ ὁ προειπὼν φίλος ἔλεγεν· "σὺ δὲ ὄρθριζε πρὸς κύριον δεόμενος· εἰ ἀγαθὸς εἶ καὶ ἀληθινός, δεήσεως ἐπακούσεται", διδάσκων αὐτόν, ὅτι οὐ πάντως τὰ ἡμῖν αἱ ρετὰ ὁ θεὸς δίδωσιν, ἀλλὰ τὰ συμφέροντα, ὑποθετικῶς φησιν, ὅτι "ἐὰν γὰρ ὦ δίκαιος, οὐκ εἰσακούσεταί μου·" οὕτω γὰρ νικᾷ τὸ κρίμα. ὑποθετικῶς δὲ εἶπον διὰ τὸ καὶ τὸν ἅγιον εἰδότα τὸ κρίμα πειθάρχειν αὐτῷ καὶ μὴ ἀκαίρως ἀπαιτεῖν αὐτοῦ λύσιν. ἐάν τε καλέσω καὶ ὑπακούσῃ, οὐ πιστεύ247 ω, ὅτι εἰσακήκοέν μου, μὴ γνόφῳ με ἐκτρίψῃ. ἐπεὶ εὐχερὲς καὶ εὔκολον ὑπὸ του῀̣ Βαλδὰδ πρὸς τὸν μακάριον Ἰὼβ εἴρητα̣ι̣, ὡς καὶ προείπομεν, τὸ "σὺ δὲ ὄρθριζε" καὶ τὰ ἑξῆς, πρὸς αὐτὴν αὐτοῦ τὴν οὐ μετὰ 59 διακρίσεως εἰρημένην λέξιν ἀπαντᾷ παιδεύων, ὡς οὐ πάντως ὁ εὐχόμενος τεύξεται οὐδὲ "ἀνίπτοις χερσὶν" πάντα αἰτεῖν τὸν θεὸν προσήκει· ὁ γὰρ ὀρθῶς εὐχὴν ἀναπέμπων τῷ θεῷ ἐκεῖνα ἀξιοῖ λαβεῖν, ἃ αὐτῶι λυσιτελεῖ καὶ ἁρμόζει τῷ χαριζομένῳ. καὶ γὰρ ἐπεὶ διττὸν τὸ εἶδος τῶν ἀγαθῶν–τ̣ὰ μὲν κυρ»ί»ως ἀγαθά εἰσιν, αἱ ἀρεταί, τὰ δὲ ἡδέα καὶ νενομισμένα ἀγαθά–, οὐ δεῖ αἰτεῖν ἀκαίρως θεὸν τὰ νομιζόμενα, ἀλλὰ τὰ κυρίως ἀγαθά· θεοῦ ἐπικρίσει ἢ ἀπα̣λ̣λαττόμεθα ἀνιαρῶν ἢ ἐν αὐτοῖς ε᾿̣ν̣εχόμεθα. συνετῶς δὲ καὶ τὰ κυρίως ἀγαθά, οἷον χαρίσματα, αἰτεῖ ὁ σπουδαῖος εἰδώς, ὅτι "ἑκάστῳ δίδοται ἡ φανέρωσις τοῦ πνεύματος πρὸς τὸ συμφέρον τοῦ πνεύματος." πολλάκις γοῦν τι̣ν̣ε̣ς̣ λέγουσιν· πῶς ········λ̣ιτ̣ε̣υτο·· "χάρισμα ἰάσεως" ἢ ἕτερόν τι, "λόγον" φημὶ "γνώσεως" καὶ τὰ λοιπά; ἀλλὰ ταῦτα λέγουσιν ἀγνοοῦντες, ὅτι συμφερόντως παρὰ θεοῦ ταῦτα γίνεται. οὐ γὰρ πάντες τοῖς ὑπάρ248 χουσιν καλῶς χρῶνται. πρὸς τὴν τούτων̣ οὖν, τῶν φίλων λέγω, ὑπόλημψιν ἀποκρίνεται παιδεύων πάλιν ὑποθετικῶς, πῶς δεῖ προσεύχεσθαι. εἰ γάρ, φησίν,
About this text
Didymus the Blind, Commentarii in Job (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Commentarii in Job — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.