Unit 14 rem mid
Rem mid: Unit 14; lemma continues; reading with the letter.
Greek
καλέσαντός μου διὰ προσευχῆς, ὧν νομίζεται ἡδέων, ὑπακούσῃ, δέος, μὴ διὰ τὸ μή με γιγνώσκειν τῶν δοθέντων τὴν αἰτίαν ἀσαφίᾳ καλυπτομένην– τοῦτο γὰρ ὁ γνόφος δηλοῖ–ἐκτρίβ̣ω̣ν̣ με ᾖ, ὅ ἐστιν ἀποπέμπων τοῦ ····· ··τος· ὥστε δεόντως δεῖ τὴν πρὸς θεὸν ποιεῖσθαι παράκλησιν. ἐὰν γὰρ δῷ θεὸς τὴν αἴτησιν, οὐ πάντως̣ κατὰ τὸν τρόπον τῆς αἰτήσεως δίδωσιν, ἀλλὰ κατὰ λόγον, ὅντινα οἶδε»ν̣» συμφέροντα. ὅτι δὲ ὁ γνόφος τὴν ἀσαφίαν δηλοῖ, ἔστι καὶ ἀπὸ ἄλλων γραφῶν σαφῶς παραστῆσαι· "εἰσῆλθεν", φησίν, "Μωσῆς εἰς τὸν γνόφον, οὗ ἦν ὁ θεός." κ̣αι`̣ ὁ περὶ θεοῦ λόγος οὐκ ἔστιν εὐφ̣ώρατος οὐδὲ σαφὴς οὐδὲ γνωστός, εἰς τοῦτον δ' εἰσῆλθε Μωσῆς ὡς δυνατός. ἀλλὰ καὶ ἐν ἑπτακαιδεκάτῳ ψαλμῷ περὶ τοῦ ςωτῆρος λέγεται· "καὶ ἔκλινεν οὐρανὸν καὶ κατέβη καὶ γνόφος περὶ τοὺς πόδας αὐτοῦ." ἡ γὰρ π̣ορεία τῆς καθόδου α σαφής ἐστιν μόνον τούτοις μέν, ὅτι ἐπεδήμησεν, οὐ σαφὴς δὲ ἡ γνῶσις, διὰ τί ἐν τῷδε τῷ καιρῷ. ὅ φησιν ὁ μακάριος Ἰὼβ ἐν ὑποθέσει, τοῦτό ἐστιν, ὅτι εἰ καὶ τολμηρῶς 249 καλέσω καὶ ὑπακούσει, δέος, μὴ τῇ ἀσαφίᾳ τῶν πραγμάτων συντρι βὴν ὑπομείνω. πολλὰ δέ μου τὰ συντρίμματα πεποίηκεν διὰ κενῆς· οὐκ ἐᾷ γάρ με ἀναπνεῦσαι, ἐνέπλησεν δέ με πικρίας. πάλιν ταῦτα λέγει πρὸς τὴν αὐτῶν διάλημψιν ἅπαντα. εἰ γὰρ δι' ἁμαρτήματα λέγετέ με ἐπιτιμίαν ἐσχηκέναι, παραμένει δὲ ἡ ἐπιτιμία οὐκ ἐπιτρέπουσά μοι ουκ ἀναπ̣ν̣ε̣ῦσαι, πῶς δύναμαι διαδρᾶναι τὴν αἰτίαν τοῦ κακῶς βεβιωκέναι. ματαίως γὰρ καθ' ὑμᾶς γέγονεν τὰ τῆς ἐπαγωγῆς, εἴ γε οὐδὲν ἐμαυτῷ συνειδὼς ὡς ἁμαρτὼν κολάζομαι, καὶ τὰ τῆς διορθώσεως δι̣ὰ τὸ μηδένα καιρὸν ἔχειν ἐν̣δ̣όσ̣εως ἀνήνυτα. ὅτι μὲν γὰρ ἰσχύει κράτει, τίς οὖν τῷ κρίματι αὐτοῦ ἀντιστήσεται; εἰ ὄνομά ἐστιν τὸ "κράτει", ῥῆμά ἐστιν τὸ "ἰσχύει"· ὅτι ἰσχύει ἐν τῷ κράτει. εἰ δὲ ἰσχὺς ὄνομα, οὕτως ἂν εἴη· τῇ ἰσχύι κρατεῖ· ῥῆμα τοῦτο γάρ. ὅπως δ' ἂν ἔχοι, τὸ αὐτὸ δηλοῦται· ἰσχύων γὰρ κρατ»ε»ῖ θεὸς καὶ κρατῶν ἰσχύει, βασιλεύων ἰσχύει καὶ ἰσχύων βασιλεύει. διά τοι τοῦτο οὐ λεκτέον, ὅτι δι' ἁμαρτήματα ἡμέτερα ἰσχύει ὥστε ἐξουσιάζων· μηδὲ τοῦτο ὑμεῖς τίθεσθε καὶ μὴ ἁμαρτόντες 250 μ···ρ̣··ο̣υ̣δ̣·ν̣· ἐξουσίαν ἔχει του····· · ω῾̣ς̣ ἐπιστάμενος τὸ σ̣υμφέρον̣· βασιλέα γὰρ αὐτὸν οἶδα. οὐκ ἔστιν δὲ βασιλέως τὸ παρανόμως ἄρχειν, ἀλλ' οὐδὲ ἄλλα προτιθέμενος δι' ἀσθένειαν ἕτερα ποιεῖ· κύριος γὰρ "δίκαιος, ἰσχυρὸς καὶ μακρόθυμος", διόπερ οὐδεὶς "τῷ κρίματι αὐτοῦ ἀντιστήσεται" μηδενὸς δυναμένου εἰπεῖν· "τί ἐποίησας;" καθὰ προεθέμεθα τὸ ἀποστολικὸν ἐν τοῖς προλαβοῦσιν· "μὴ ἐρεῖ τὸ πλάσμα τῶι πλάσαντι· τί με ἐποίησας οὕτως;" ἐάν τε γὰρ ὦ δίκαιος, τὸ στόμα μου ἀσεβήσει. δίκαιος ὢν οὐκ ὤφειλον λέγειν αὐτὸ τοῦτο, ὅτι δίκαιός εἰμι· οὐ γὰρ περὶ αὑτοῦ ὁ δίκαιος ᾗ περὶ ἀ´̣λλου λέγει. τούτῳ ὅμοιον τὸ "γέγονα ἄφρων, ὑμεῖς με ἠναγκάσατε." τῶν γὰρ φίλων τιθεμένων, ὅτι δι' ἁμαρτίας πάσχει, τρόπον τινὰ ἠναγκάζετο λέγειν, ὅτι οὐ δι' 60 ἁ μαρτίας, ἀλλὰ δίκαιός εἰμι. ἔστιν γὰρ εὑρεῖν τὸ εἶδος τοῦτο ἐν τῇ γραφῇ, καθὰ καὶ Κορινθίοις γράφει Παῦλος· "εἰ νεκροὶ οὐκ ἐγείρονται, οὐδὲ Χριστὸς ἐγήγερται." οὐ γὰρ ἐξ ἰδίου προσώπου τοῦτο λέγει, ἀλλὰ πρὸς τὴν ἐκείνων ὑπόνοιαν. ἐάν τε ὦ ἄμεμπτος, σκολιὸς ἀποβήσομαι. τῆς αὐτῆς διανοίας ἐστὶν καὶ τοῦτο δηλοῦντος αὐτοῦ, ὅτι εἰ 251 οὐδὲν ἐμαυτῷ συνειδὼς περιστάσεσιν ὑποβέβλημαι, τοῦτό φατε δι' ἁμαρτίας γίνεσθαι· "ἄμεμπτος" ὢν "σκολιὸς ἀποβήσομαι" «κ»αθ' ὑμᾶς· ἄμεμπτος δὲ καὶ δίκαιος τῇ ἐπινοίᾳ διαφέρει. ἔστιν δὲ τὸ ἄμεμπτον διττόν, τὸ μὲν τῷ μηδὲν ἐνεργεῖν, τὸ δὲ τῷ δικαιοπραγεῖν· ὅπερ ἐπαινετόν ἐστιν, ω῾̣ς καὶ τῷ Ἀβραὰμ εἰρῆσθαι· "εὐαρέστει ἐναντίον μου καὶ γίνου ἄμεμπτος," τὸ δὲ τῶν Ἑβραίων ἄμεμπτον οὐκ ἐξ ἀρετῆς ἐστιν. τοῦτο δὲ αὐτῷ καὶ ἐξ ἀρχῆς τὸ συνγραφικὸν ἐμαρτύρησεν πνεῦμα. εἴ τε γὰρ ἠσέβησα, οὐκ οἶδα τῇ ψυχῇ, πλὴν ἀφαιρε»ῖ»ταί μου ἡ ζωή. ἤτοι τῇ ψυχῇ ἀσεβήσας οὐκ οἶδα ἢ ἀσεβήσαν τα ἐμαυτὸν οὐκ ἐπίσταμαι, οὐδὲ σύνοιδεν ἡ ψυχή μου τοῦτο· καὶ ὁ Παῦλος δὲ ὅμοιον τούτῳ φησίν· "οὐδὲν ἐμαυτῷ σύνοιδα." πλὴν εἰ καὶ οὐκ οἶδα, φησίν, ἀσεβήσας, ἀλλ' ἀφαιρεῖταί μου ἡ ζωή· ὅ ἐστιν· ἐν κακοπαθείαις ἄχρι θανάτου τυγχάνει. τοῦτο δὲ εἶπεν ἐφιστάνων αὐτούς, ὅτι ἔστιν καὶ μὴ ἁμαρτήσαντα περιπεσεῖν ἐπιπόνοις. μεγάλη δὲ μαρτυρία ἐστὶν τὸ μηδὲν ἑαυτῶι συνειδέναι. διὸ εἶπον· μέγαν καὶ δυνάστην ἀπολλύει ὀργή, ὅτι φαῦλοι ἐν θανάτῳ ἐξαισίῳ. 252 παιδεῦσαι βούλεται, ὅτι τὰ ἐπίπονα, ἅπερ ὀργὴν λέγει, ἢ καὶ τὸν θάνατον κοιν̣ὰ
About this text
Didymus the Blind, Commentarii in Job (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Commentarii in Job — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.