Commentarii in Job · §u15-rem-close

Unit 15 rem close

Rem CLOSEOUT: Unit 15 CLOSEOUT.

Greek

μάστιξιν τὰς ἀνομίας αὐτῶν." αὕτη δὲ ἡ ἐπιτιμία καὶ πᾶσα ἡ ἐκ θεοῦ οὐ βλάπτει τὸν ἐπιτιμώμενον, ἀλλὰ παιδεύει. καὶ ὅτι τοῦτο οὕτως ἔχει, Παῦλος Κορινθίοις γράφει· "τί θέλετε, ἐν ῥάβδῳ ἔλθω πρὸς ὑμᾶς ἢ ἐν ἀγάπῃ;" ὅ ἐστιν· εν ἀγαπητοῖς προσέλθω ἢ ὡς χρῄζουσιν διορθώσεως; τρόπον γάρ τινα ὁ διορθούμενός τιν»α» διὰ ἐπιπόνων δοκεῖ διὰ ταῦτα μὴ ἀγαπᾶν αὐτόν. εἴρηται δὲ καὶ λόγος συνετὸς ῥάβδος· "ὃς προφέρει γὰρ ἐκ χειλέων σοφίαν, ῥάβδῳ τύπ»τ»ει ν ἄνδρα ἀκάρδιον," τὸν ἔλεγχον καὶ τὸν ἐπιτιμητικὸν λόγον ῥάβδον καλοῦντος τοῦ λόγου. ὅτι δὲ χρήσιμον τοῦτο, ὁ θεῖος παριστᾷ λόγος φάσκων· "ὃς φείδεται τῆς βακτηρίας 268 αὐτοῦ, μισεῖ τὸν ἑαυτοῦ υἱόν", καίτοι κατὰ τοὺς ἀνθρώπους νομισθήσε ται ἀγαπᾶν μὴ τύπτων τὸν υἱόν. ταῦτα οὖν ἀπαλλαγῆναι ἀφ' ἑαυτοῦ βούλεται, οὐκ ἐξ ὀλιγωρίας, ἀλλ' ἵνα παιδευθῶσιν οἱ ἄλλην αἰτίαν τιθέμενοι τῶν πόνων, ὅτι οὐ δι' ἁμαρτίας ταῦτα 65 ὑπομένει. καὶ οὐ μὴ φοβηθῶ, ἀλλὰ λαλήσω. οὐ γὰρ οὕτως συνεπίσταμαι κάμνων τῇ ψυχῇ. στένων ἐπαφήσω ἐπ' αὐτὸν τὰ ῥήματά μου. λαλήσω πικρίας ψυχῇ συνεχόμενος. παιδεῦσαι αὐτοὺς βούλεται, μὴ ἔχειν τὸ φορτικὸν μηδὲ ἐπιτίθεσθαι κάμνουσιν συννοῆσαί τε, ὅτι καὶ ἐν θλίψεσιν ὑπάρχων ἐρρωμένῳ τῷ λογισμῷ ἀποκρίνεται. φησὶν οὖν, ὅτι εἰ «ὁ» μεσίτης ὑπῆρχεν ἀπαλλαγείς τε ἐτύγχανον. τῶν ἐπιπόνων, ἃ ὑμεῖς οἴεσθε δι' ἁμαρτίας ἐπῆχθαί μοι, εἰ καθ' ὑμᾶς δουλωθεὶς ἐτύγχανον αὐτοῖς, ἀφόβως ἂν ἐλάλησα, ἀπαλλαγεὶς αὐτῶν· μετριάζων τε λέγει· οὐχ οὕτως νοῆσαι δύναμαι κάμνων ἐκ τῶν πόνων· εἰ δὲ καὶ, ὡς ὑμεῖς λέγετε, ὅτι δι' ἁμαρτίας ταῦτα ἦν, στένων ἂν ἐλάλησα καὶ ὑπὸ πικρίας συνεχόμενος ἐφθεγγόμην αποδιξαι 269 τὴν καθαρότητα τῆς συνειδήσεως ἐπιδεικνύμενος. καὶ ἐρῶ πρὸς κύριον· μή με ἀσεβεῖν δίδασκε, καὶ διὰ τί με οὕτως ἔκρινας; ἔλεξα δ' ἂν τῷ κυρίῳ, εἰ μόνη αἰτία καθ' ὑμᾶς ἡ δι' ἁμαρτίας τῶν κολάσεων ὑπῆρχεν· "μή με ἀσεβεῖν δίδασκε." εἰ γὰρ καὶ ὁ μηδὲν ἁμαρτὼν δι' ἁμαρτίας κολάζεται, τὸ ἁμαρτάνειν αἱρετώτερον ἂν εἴη. ἄλλως τε καὶ διδάσκεται ἁμαρτάνειν ὁ μὴ τοιοῦτος, εἰ μία μόνη αἰτία ἐστὶν τοῦ πάσχειν. ἔλεξα δ' ἂν καὶ τὸ "διὰ τί με οὕτως ἔκρινας," "ὁ τὰς καρδίας ἐπιστάμενος", εἰ μὴ συνῄδειν, ὅτι διὰ τὸν ἐξαιτησάμενον ταῦτα ὑπομένω. ταῦτα δὲ λέγει δυνάμει ὑποβάλλων αὐτοῖς πόθον ἐρωτήσεως, ἵνα ἐξ αὑτῶν προτροπῆς δοκοίη εἶναι ἡ περὶ τῆς καθαρότητος αὐτοῦ ἀπόκρισις καὶ μὴ αὐτοῦ ὑπαρξαμένου, ὅπερ ἐδόκει εἶναι ἀλαζονικόν. ἦ καλόν σοι, ἐὰν ἀδικήσω, ὅτι ἀ πείπω ἔργα χειρῶν σοῦ; καὶ τοῦτο δ' ἂν εἶπον, εἰ, ὡς ὑμεῖς διάκεισθε, δι' ἁμαρτίας εἶναι τὰς ἐπαγωγὰς ὑπῆρχεν· καλόν σοι, ἐὰν ἀδικήσω, ὅτι μηδὲν ἁμαρτόντα ἀπείπω, ἔργον χειρῶν σου τυγχάνοντα; εἰ γὰρ ὡσαύτως τιμωρεῖται τῷ φαύλῳ 270 ὁ σπουδαῖος ὡς φαῦλος ὑπάρχων, περιττὴ ἡ ἀφορμὴ καθ' ὑμᾶς. βουλῇ δὲ ἀσεβῶν προσέσχες. ἢ ὥσπερ βροτὸς ὁρᾷ καθορᾷς «ἢ» ὁ βίος σου ἀνθρώπινός ἐστιν ἢ τὰ ἔτη σου ἀνδρός. δυνατὸν λέγειν αὐτόν, ὅτι τῷ ἐξαιτησαμένῳ προσέσχες, ὑποβάλλοντα τὸ ἀληθές, ὅτι οὐ κατὰ τὸν προηγούμενον λόγον πάσχει, λέγω δὴ δι' ἁμαρτίας. δυνατὸν δὲ καὶ τούτους ἀριθμεῖν εἰς τὴν βουλὴν τῶν ἀσεβῶν· οὐ γὰρ εὐσεβῆ λέγουσι, μονοτρόπως τὴν κάκωσιν ἐκλαβόντες, ὅτι πᾶς θλιβόμενος δι' ἁμαρτίας θλίβεται. ἔλεξα δ' ἂν καὶ τὸ "ὡς βροτὸς ὁρᾷ καθορᾷς", εἰ ὡς ὑμεῖς διάκεισθε, μίαν ἦν αἰτία τῶν θλίψεων, καὶ "ὁ βίος σου ἀνθρώπινός ἐστιν ἢ τὰ ἔτη σου ἀνδρός". πάντα ταῦτα ἂν εἶπον, εἰ τῆς αὐτῆς ὑμῶν γνώμης ἐτύγχανον· ἀλλ' ἐπιστάμενος, ὅτι οὐ μία αἰτία τῶν ἐπαγωγῶν ἐστιν, ἀλλὰ καὶ δι' ἀγῶνα τυγχάνουσα, οἶδα, ὅτι οὐχ ὡς ἄνθρωπός ἐστιν ὁ θεὸς τὰ φαινόμενα μόνα σκοπῶν, ἀλλ' ἐπιβατεύων τῷ βάθει τῆς ψυχῆς οὕτως τε ἕκαστα δοκιμάζων δικαίως. σημειωτέον, ὡς καὶ ἀλλαχοῦ, ὅτι πολύσημόν ἐστιν ὁ βίος ὄνομα. σημαίνει γὰρ τὰ χρήματα, καθὰ ἐν τῷ ᾄσματι 271 τῶν ᾀσμάτων εἴρηται· "ἐὰν δῷ ἀνὴρ πάντα τὸν βίον αὐτοῦ ἐν τῇ ἀγάπῃ, ἐξουδενώσειν ἐξουδενώσουσιν αὐτόν." σημαίνει δὲ καὶ τὰ ὑπάρχοντα ὁ βίος, ὡς ἐὰν λέγῃ ὁ Ἰωάννης· "ὃς δ' ἂν ἔχῃ τὸν βίον τοῦ κόσμου καὶ θεωρῇ τὸν ἀδελφὸν αὐτοῦ χρείαν ἔχοντα, κλείσῃ δὲ αὐτοῦ τὰ σπλάγχνα." λέγεται δὲ καὶ ἡ ὀρθὴ πολιτεία καὶ ἡ η φαύλη βίος, ὡς ἐὰν λέγωμεν· βίον ἔχει πρακτικόν, ἢ ὅτι φαῦλον βίον ὁ δεῖνα ἔχει. ἐνταῦθα δὲ τὴν ἐν τῷ αἰῶνι τούτῳ παρεπιδημίαν βίον ἀνθρώπου εἶπεν. λέγει οὖν, ὅτι εἰ τοσοῦτον βίον εἶχες–ἀντὶ τοῦ χρόνον περιγραφόμενον–ὡς ἄνθρωπος, διεκρινόμην ἂν ὡς πρὸς ἀγνοοῦντα. ὁ θεὸς δὲ

About this text

Didymus the Blind, Commentarii in Job (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Commentarii in Job — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.