Unit 15 rem mid
Rem mid: Unit 15; lemma continues; reading with the letter.
Greek
λέγοντος· σεπτεμ λινεαε ῃαξαντ πολλὰ οὖν ὑπομένοντες οἱ ἅγιοι κατὰ ψυχὴν ὑπὸ τῆς ἀντικειμένης δυνάμεως πάσχουσιν μὲν ὡς ἀνθρωπίνης φύσεως τυγχάνοντες, οὐ μὴν ἐκπίπτουσι τοῦ σκοποῦ τοῦ θείου. καὶ ὁ ∆αυὶδ γοῦν ἐν τοιούτῳ γενάμενος πολέμῳ ψάλλει· "ἐταράχθην καὶ οὐκ ἐλάλησα·" καὶ πάλιν· "ἵνα τί περίλυπος εἶ, ἡ ψυχή μου, καὶ ἵνα τί συνταράσσεις με;" καὶ καθάπερ κλονουμένῃ τῇ ἰδίᾳ διανοίᾳ προσάγει παράκλησιν λέγων· "ἔλπισον ἐπὶ τὸν θεόν, ὅτι ἐξομολογήσομαι αὐτῷ." οὕτω καὶ ὁ μακάριος Ἰὼβ εὐγνωμοσύνῃ λέγει τὰ προσεκτεθέντα τῷ θεῷ φανερῶν ἑαυτοῦ τῆς διανοίας τὸ ἄδολον. οὐ γὰρ εἶ ἄνθρωπος κατ' ἐμέ, ᾧ ἀντι κρινοῦμαι. ἀκόλουθος ὁ λόγος οὕτως ἐξομαλιζόμενος· ἐγὼ μὲν ἐπίσταμαι τὰ κατ' ἐμαυτόν. 264 ἐπειδὴ δὲ οἱ φίλοι οὐ λογισμῷ ὀρθῷ κινούμενοι, ἐκ δὲ τῶν περιεστηκότων θλιβηρῶν οἴονται δι' ἁμαρτίας με πεπονθέναι, ἀρκοῦμαι τῇ σῇ δοκιμασίᾳ. εἶτα δι' αὐτούς, τρόπον τινὰ παιδεύων πάλιν αὐτούς, ὅτι τὰ κατ' αὐτὸν οὐκ ἔστιν ἀνθρώπινα, φησίν· "οὐκ εἶ ἄνθρωπος κατ' ἐμέ, ᾧ ἀντικρινοῦμαι", ὡς πάντα αὐτοῦ ἐπισταμένου καὶ διὰ τοῦτο φέροντος, ὅτι θεοῦ κρίματι ἕπεται, ὅπως καὶ οἱ φίλοι μιμήσωνται αὐτὸν λογιζόμενοι, ὅτι ἀπόρρητός ἐστιν ὁ λόγος ὁ κατ' αὐτόν, καὶ οὕτως ἀποστῶσιν τῆς μιᾶς διαλήμψεως. ἵνα ἔλθωμεν ὁμοθυμαδὸν εἰς κρίσιν. ὡς προείρηται, παιδεύει τοὺς φίλους αἰσθηθῆναι, ὅτι εὐπαρησίαστον ἔχει τὸ συνειδὸς καὶ ἕτοιμον εἰς κρίσιν· ὁ γὰρ 64 συνειδὼς ἑαυτῷ εἰς κρίσιν ἐλθεῖν οὐ βούλεται. λέγει δὲ ταῦτα οὐ πρὸς θεὸν ἀπαυθαδιζόμενος, ὁ μαρτυρούμενος π»α»ρ' αὐτοῦ ἐπὶ δικαιοσύνῃ, ἀλλ' ἵνα διδάξῃ, ὡς εἴρηται, τοὺς φίλους, ὅτι οὐ δέδοικεν ἔλεγχον. οὐ γὰρ εἶχέν τι ἄξιον ἐλέγχου. ταύτης τῆς παρρησίας μέτοχος ὑπάρχων ὁ ∆αυὶδ ἔψαλλεν· "ἑτοίμη ἡ καρδία μου, ὁ θεός, ἑτοίμη ἡ καρδία μου." εἴθε ἦν ὁ μεσίτης ἡμῶν καὶ διελέγχων καὶ διακρίνων ἀνὰ 265 μέσον ἀμφοτέρων. ἀπὸ κοινοῦ πάλιν καὶ ταῦτα λέγεται τῷ τρόπῳ, «ᾧ» καὶ τὰ πρῶτα εἴρηται, τῆς ἐλευθερίας τῆς ψυχῆς αὐτοῦ δεῖγμα σαφέστατον ὑπάρχοντα. εὔχεται οὖν ἐξεταστήν τινα ὑπάρξαι τὸν παραδεικνύντα τοῖς φίλοις, ὅτι οὐ δι' ἁμαρτίας ταῦτα πάσχει, ἀλλὰ ἀγῶνος χάριν. ταῦτα δὲ ἐβούλετο ὁ ἅγιος οὐκ ἀλαζονευόμενος, ἀλλὰ πρῶτον μέν, ἵνα ὀρθὰς περὶ τῶν πραγμάτων οἱ φίλοι τὰς διαλήμψεις ἔχωσιν, ἔπειτα, ἵνα μὴ εἰς θεὸν ἁμαρτάνουσιν ἀποδυσπετοῦντες πολλάκις τοιούτων γινομένων ἢ ἐν ἑαυτοῖς ἢ ἐν ἑτέροις, μὴ εὑρίσκοντες ἢ μὴ συνειδότες ἑαυτοῖς ἁμάρτημα. ἐπεὶ δὲ ἅπαξ ἡ τοῦ μεσίτου ὀνομασία πρόκειται, ἄξιον ἐπιστῆσηαι, πῶς εἴρηται ὁ ςωτὴρ "μεσίτης θεοῦ καὶ ἀνθρώπων". ὁ ἄνθρωπος τοίνυν– καὶ τί λέγω ὁ ἄνθρωπος–τὸ κτίσμα τοῦ κτιστοῦ πολὺ ἀφέστηκεν. εὑρίσκεις δὲ ἐν τῇ φύσει τῶν πραγμάτων, ὅταν πολὺ διεστηκότα εἰς ταὐτὸ συνάγηται, μέσον τι ἔχοντα. καὶ ὡς ἐπὶ παραδείγματος προχείρου τὸ λέπος τοῦ ᾠοῦ σκληρόν ἐστιν, τὸ δὲ τρόφιμον ὑδατῶδες, ὁ ὑμὴν μεταξὺ κεῖται, ἰσχνότερος ὢν τοῦ λέπους, ξηρότερος δὲ 266 τοῦ ὑγροῦ, καὶ οὕτω συνάπτονται· τοῦτο δὲ καὶ ἐν καρύοις καὶ ῥοαῖς κατίδοις. ἐπεὶ τοίνυν πολὺ διέστηκεν θεὸς ἀνθρώπου, ὁ ὁμοούσιος τῷ θεῷ υἱὸς ἐν αὐτῷ ἔσχεν τὸ ἀνθρώπινον, ἵνα καὶ τῇ πρὸς ἀνθρώπους οἰκειότητι καὶ τῇ πρὸς θεὸν ὁμοουσιότητι συνάψῃ τὰ ἀμφότερα "καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσῃ, τὴν ἔχθραν, ἐν τῇ σαρκὶ αὐτοῦ", ἀρχιερέως τάξιν ἀναδεχόμενος. μέσος δέ ἐστιν τοῦ θεοῦ καὶ τῶν ἱερωμένων «ὁ» ἀρχιερεύς, τὰ μὲν τοῦ θεοῦ φέρων ἀνθρώποις, τὰ δὲ τῶν ἀνθρώπων πρὸς θεόν· τὰς εὐχὰς καὶ τὰς ἱκεσίας προσφέρει τῶι θεῷ οἷα θυσίας, καὶ τὴν γνῶσιν αὐτοῦ παρέχει τοῖς ἀνθρώποις. εὐχὴν γοῦν ἀναπέμπει λέγων· "ὥσπερ ἐγὼ καὶ σὺ ἕν ἐσμεν, ἵνα καὶ οὗτοι ἐν ἡμῖν ἓν ὦσιν." τότε δὲ τοῦτο ἔσται, ὅταν ὁ θεὸς "πάντα ἐν πᾶσιν" γένηται, ἵνα ἀμεσιτεύτως συνάπτονται λοιπὸν τῷ θεῷ ἓν πνεῦμα πρὸς αὐτὸν γινόμενοι. ὅτι δὲ καὶ τοῦτον τὸν μεσίτην προεώρα τῷ θείῳ ὀφθαλμῷ ὁ μακάριος Ἰώβ, δῆλον ἐκ τοῦ "ὁ μέλλων τὸ μέγα κῆτος χειρώσασθαι" καὶ ἐκ τοῦ ως "ὁ περιπατῶν ὡς ἐπ' ἐδάφους ἐπὶ θαλάσσης". θεοῦ γὰρ φανεροῦντος αὐτῷ οὐκ ἔστιν ἀμφιβαλεῖν, ὅτι περὶ πά267 σης τῆς οἰκονομίας πεπληροφόρητο. ἀπαλλαξάτω ἀπ' ἐμοῦ τὴν ῥάβδον, ὁ δὲ φόβος αὐτοῦ μή με στροβείτω. ἡ ἐπίπονος ἀγωγὴ τῷ ὀνόματι τῆς ῥάβδου σημαίνεται, καὶ μάλιστα ἐπὶ ἐπιτιμίας ὅταν λέγηται. εἴρηται γοῦν περὶ τῶν τοῦ ∆αυὶδ υἱῶν· "ἐὰν ἐνκαταλίπωσιν οἱ υἱοὶ αὐτοῦ τὸν νόμον μου καὶ ἐν τοῖς κρίμασίν μου μὴ πορεύωνται, ἐπισκέψομαι ἐν ῥάβδῳ τὰς ἁμαρτίας αὐτῶν καὶ ἐν
About this text
Didymus the Blind, Commentarii in Job (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Commentarii in Job — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.