Commentarii in Job · §u17-open

Commentarii in Job Unit 17 opening

Unit 17.

Lemma-led open — οὐκ ἀντιδοξῶν οὖν τοῦτο λέγει ὁ πρὸ βραχέος εἰπών·

Greek

κεχρηματικέναι ἢ ἵνα ἀναφανῇς δίκαιος;" οὐκ ἀντιδοξῶν οὖν τοῦτο λέγει ὁ πρὸ βραχέος εἰπών· "ἐάν τε γὰρ ἀσεβὴς ὦ, οἴμμοι", ἀλλὰ τὸ πικρὸν τοῦ βίου δηλῶσαι βουλόμενος, ὅπερ οὐκ ἂν ποιήσειεν φαῦλος· ἥδεται 287 γὰρ ἐπὶ τῷ ζῆν τούτῳ. ἄλλως τε καὶ τὴν αἰτίαν δ»ε»ιχθῆναι βούλεται φανερῶς καὶ τοῖς φίλοις, δι' ἣν οὐκ ἀπέθανεν ἅμα τῷ ἐκ κοιλίας ἐξελθεῖν· δῆλον δέ, ὅτι διὰ τὸ μέλλειν εἶναι σκοπὸς ἀνδρ»ε»ίας. ὑποδείκνυται δὲ καὶ ἄλλως ἡ μετὰ σαρκὸς ἀγωγη´̣ σ̣ , περὶ ἧς γράφει Παῦλος· "εἰ ἐν ταύτῃ τῇ ζωῇ ἠλπικότες ἐσμὲν μόνον, ἐλεεινότεροι πάντων ἀνθρώπων ἐσμέν." καὶ τὰ ἡδέα τοῦ βίου καὶ τὰ π̣ικρὰ αἰσθάνεται. οὐδ̣εὶς γὰρ ἀπολ̣υ̣όμενος σαρκὸς ἥδεται ἐπὶ πλούτῳ, ἐπὶ ἀκολασίᾳ, οὐδὲ ἐπὶ τοῖς κακωτικοῖς ἀνιᾶται. πε»ι»ραθεὶ»ς» οὖν τῆς ζωῆς ταύτης καὶ τῶν ἐν αὐτῇ ἡδέων–εὐ´̣παι̣ς γὰρ καὶ πολύπαις καὶ πλούσιος γεγένηται ὑγίειάν τε σώματος ἔσχεν–μεταπεσόντων τῶν πραγμάτων εἰς τὰ τούτων ἐναντία καὶ τούτων ἐν πείρᾳ γενα´̣μενος καὶ αὐτοῖς ἔργοις τὸ ματαῖον αὐτῶν ἐγνωκώς, παιδεύει καὶ ἡμᾶς μὴ πόθον ἔχειν πρὸς αὐτὰ διὰ τοῦ λέγειν· "ἵνα τί οὖν ἐκ κοιλίας με ἐξήγαγες καὶ οὐκ ἀπέθανον", ὀφθαλμοῦ με μὴ θεασαμένου, ἵν' ὡς μὴ ὢν γένωμαι. δ»ε»ίκνυται τὸ ματαῖον τῶν ἐν τῶι βίῳ τούτῳ περιμαχήτων οἷον πλούτου ἐκ τοῦ· "μὴ φοβοῦ, ὅταν πλουτήσῃ ἄνθρωπος ἢ ὅταν πληθυνθῇ ἡ δόξα τοῦ οἴκου 288 αὐτοῦ, ὅτι οὐκ ἐν τῷ ἀποθνήσκειν αὐτὸν λήμψεται τὰ πάντα"–οὐ γὰρ ἕπεται τῷ ἀπαλλαττομένῳ ταῦτα–"οὐ γὰρ συνκαταβήσεται αὐτῷ ἡ δόξα τοῦ οἴκου αὐτοῦ." ἐν γὰρ τούτῳ τῷ ζῆν οἱ τοιοῦτοι μόνον πεποίθασιν. εἰ δὲ καὶ θέλουσιν οἱ ἅγιοι ὡς ὁ μακάριος Παῦλος "ἐπιθυμίαν ἔχων εἰς τὸ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι" ἀπαλλαγῆναι τοῦ βίου, ἀλλ' οὖν̣ ἐκδέχονται τὸ παρὰ τοῦ θεοῦ κρίμα. ἔχουσι δὲ πόθον τοῦ ἔξω̣ εἶναι σώματος οἱ ἅγιοι προσφο´̣ρως. οὐ γὰρ ἅγιοι̣ μόνοι, ἀλλὰ καὶ οἱ ἔξω τοῦ κηρύγματος τῆς ἀληθείας περὶ τῆς ψυχῆς τῆς ἀνθρώπου ὡς ἀθανάτου ἐκ̣λαμβάνουσιν. καὶ δῆλόν γε τ̣ὸ τοιοῦτον ἐκ τῶν συμβαινόντων αὐτῇ· μετέχει γὰρ ἁγίου πνεύματος, γνῶσιν δέχεται τῆς τριάδος· ὁμοιοῦται γὰρ τῷ θεῷ κατὰ τὸ δυνατόν, ἅπερ αὐτῇ συμβαίνει ἁπλῇ κατ' οὐσίαν ὑπαρχούσῃ, ἐξ ὧν τὸ ἀθάνατον αὐτῆς κυροῦται. δῆλον δέ, ὅτι κρ»ε»ίττων τυγχάνουσα τοῦ σώματος, ὅτε ἀμίγως ἔχει πρὸς αὐτό, καθαρωτέραν καὶ εἰλικρινεστέραν ἔχει τὴν ἐνέργειαν. καὶ ἔστω παράδ»ε»ιγμα τούτου πρόχειρον εἰς παράστασιν τοῦ τὰ κρ»ε»ίττονα μειγνύμενα τοῖς ἐλάττοσιν ἐλαττοῦσθαι, οἷον τὸ μέλι μιγὲν ἀψινθίῳ ἐλαττοῦται καὶ οἶνος ὕδατι. συνεζεύχθη δὲ οὐ κατὰ Μανιχαῖον, ἀλλ' ἀκολου289 θήσασα ····· ·····α ἐν ἑτέροις λο······ ····· ·· συνῆψεν δὲ αὐτὴν ····· ····ως ὁ δημιουργὸς τῷ σώματι εἰς ἕνωσιν πρὸς αυ᾿̣τὴν πλασθέντι, ·· η῾̣ σύστασις τῆς ζ̣ω̣ῆς ····· ····· ·ηται. ἐβούλετο ····· ····· ··τα αἴτια τοῦ ······· ····· ··ι· ἐβούλετο δὲ μὴ ····· ··· πειραθῆναι, ἀλλ' ὡς ε̣····· ·····ῆναι· ἀγαθὸν γὰρ ι̣·· ὑπὲρ ἀμφοτέρους τὸ ἔκτρωμα· ου᾿̣ γὰρ ἂν ἀγαθὸν ἐλέγετο, εἰ μὴ ὑπὲρ ······. ἀλλὰ καὶ περὶ τοῦ Ἰούδα λέγετ̣αι· "καλὸν ἦν αὐτῷ, εἰ οὐκ ἐγεννήθη." εἰ μὴ γὰρ αὐτῷ ········ ···· γεννηθῆναι ····· · οὐκ ἂν ἐκέκλ̣ητο. διὰ τί γὰρ ἐκ γαστρὸς εἰς μνῆμα οὐκ 71 ἀπηλλάγην; ἦ οὐκ ὀλίγος ἐστὶν ὁ χρόνος τοῦ βίου μου; τὸν τῆς ἀθανάτου ζωῆς χρόνον ἐννοῶν καὶ τοῦτον συνκρίνων τῇ παρούσῃ ζωῇ φησιν· οὐκ ὀλίγος ἐστὶν ὁ χρόνος τοῦ βίου μου, ὥστε βέλτιον̣ ἦν μὴ γεννηθῆναι; ταῦτα δὲ δ····· ···ν λέγει πα···ων····· ····ας μὴ ἐνδου̣··· αἰτια· τῆς ἐνταῦθα γενέσ̣εως. ἔασόν με ἀναπαύσασθαι μικρὸν πρὸ τοῦ με πορευθῆναι, ὅθεν οὐκ ἀναστρέφω. εὐχῆς τρόπῳ ταῦτα προφέρει. οὐ γὰρ αἱ ἐπικείμεναι ἀνίαι μικραὶ ἐτύγχανον οὐδ' ἀναισθήτως ἔφερεν τὰς ἀλγηδόνας. τοῦτο γὰρ οὐκ ἦν ἀνδρ_6_ε6ῖον, 290 εἰ οὐκ ᾐσθάνετο. διδάσκει δέ, ὅτι

About this text

Didymus the Blind, Commentarii in Job (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Commentarii in Job — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.