Commentarii in Job · §u17-rem-early

Unit 17 rem early

Rem early: Unit 17; lemma and argument toward the thesis.

Greek

θεοῦ δυνάμει ὑπέμεινεν, δι' ὧν εὔχεται εὐχαρίστως. ταῦτα καὶ Παῦλός φησιν· "οὐκ ἐγὼ δέ, ἀλλ' ἡ χάρις σὺν ἐμοί." θέλει δ' ἀνεθῆναι "πρὸ τοῦ πορευθῆναι, ὅθεν οὐκ ἀναστρέφει". οὔκουν διὰ τὸ ἑαυτὸν ····· ··, ἀλλὰ διὰ τὸ τοὺς φίλους παιδεῦσα̣ι̣ ταῦτα ηὔχετο, οἳ τοὺς μὲν ὑφισταμένους τὰ ἐπίπονα φαύλους ἐτίθεντο, τοὺς δ' ἀπαλλαττομένους σπουδαίους. ἐβούλετο πληροφορηθῆναι ······ τὸ περὶ α̣ὐτοῦ κρίμα. οὐ δεῖ λογίζεσθαι, ὅτ̣ι̣ ἀνα´̣στασιν νεκρῶν ἀναιρεῖ ὁ Ἰώβ, ἀλλ' οὕτ̣ω ····· ·· "ὅθεν οὐκ ἀναστρεφ··" ······ω̣ ι̣ν κατ' ἐ πίκηρον ζωήν· οἶδεν γάρ, ὅτι ἄφθαρτος ἀναστήσεται. εἰς γῆν σκοτ_6_ε6ινὴν καὶ γνοφεράν, εἰς γῆν σκότους αἰωνίου, οὗ «οὐ»κ ἔστιν φέγγος οὐδὲ ὁρᾶν ζωὴν βροτῶν. καὶ ἐν ταῖς ἀλγηδόσιν τυγχάνων ὁ ἀνδρ»ε»ιότατος ἐκήρυττεν περὶ μέλλοντος αἰῶνος· οὕτω»ς» οὐκ ἀναιρῶν ἀνάστασιν ἔλεγεν τὸ "πρὸ τοῦ με πορευθῆναι, ὅθεν οὐκ ἀναστρέφω". γνοφερὰν δὲ καὶ σκοτεινὴν γῆν τοῦ σκότους αἰωνίου, ἔνθα φέγγος οὐκ ἔστιν οὐδὲ ζωὴ βροτῶν, φησὶν αὐτὴν πρῶτ̣ον μὲν τὰ ἐλάττονα διδοὺς ἑαυτῷ ὁ ἅγιος· οὐ γὰρ ἥρμοζεν λέγειν αὐτόν· 291 πρίν με εἶναι ἐν τῇ "βασιλείᾳ τῶν οὐρανῶν" καὶ τῇ ἐν ἐπαγγελίαις σ̣ου τοῦ θεοῦ γῇ ····· ·· ἐτύγχανεν ἐλαττ····· ····υτων τυγχάνουσιν̣. ἔπειτα βούλεται τοὺς ἀκούοντας π̣αιδευθῆναι περὶ τῆς κρίσεως, ὅτι οὔπω συνέβαινεν διόρθωσις ταῖς πράξεσιν. σημ»ε»ιωτέον δέ, ὅτι τὸ γῆς ὄνομα πολλάκις καὶ γνώμην τὴν φαύλην φησίν. του´̣τῳ δὲ δηλοῦται τὸ "ἐ βαθύνατε εἰς τὴν κάθισιν" καὶ τὸ "εἰσελεύσονται εἰς τὰ κατώτατα τῆς γῆς". ···· ἐπεκαλεσαν το τα···ν̣····· ··ν ἐπὶ τῶν γεώδων. τοῦτο δὲ τοῖς "φοροῦσι τὴν εἰκόνα τοῦ χοϊκοῦ" ἁρμόζει. λέγεται δὲ πολλάκις γῆ καὶ ἡ ψυχή, ἀλλ' ὅτε μὲν ἀρετὴν ἔχει, ἀγαθή, ὅτε δέ ἐστιν πετρώδης καὶ ἀκανθοφόρος, κακή. πρὸς τοὺς φιλοῦντας δὲ τὴν ἐν τῷ βίωι τούτῳ ἡδονὴν λέγει τὸ πληκτικόν· "οὐκ ἔστιν φέγγος οὐδὲ ὁρᾶν ζωὴν βροτῶν." ὑπολαβὼν δὲ Σωφὰρ ὁ Μιναῖος λέγει· ὁ τὰ πολλὰ λέγων καὶ ἀντακούσε»ται», ἢ καὶ ὁ εὔλαλος οἴεται εἶναι δίκαιος. οὐ τὴν καθήκουσαν εὐλάβειαν περὶ τὸν ἅγιον ἔχοντες θρασύτερον ἢ προσῆκεν αὐτῷ προσεφέροντο, πολλὰ λέγειν αὐτὸν οἰόμενοι, ἐπεὶ τὸν 292 σκοπὸν τῶν π̣ροσαγγελλομένων ἠγνόουν. κρίνεται δὲ τὸ πολλὰ λέγειν οὐκ ἐκ τ̣οῦ πλήθους τῶν̣ λόγων· ἔστιν γὰρ ὅτε ····· ······ τῶν πραγμάτων ····· ····· ἔχει· ἀλλ' ὅτε ἀλληνάλλως λεγο´̣μενα ὅπερ συμβαίνει ····· ··πεντε ῥήματι ασ····· ····· ·σιν. καταδρομῇ δὲ χρώμενος πρὸς αὐτὸν ὡς πολλὰ λέγοντα ἐπιφέρει καὶ τὸ "ἢ «ὁ» εὔλαλος οἴεται εἶναι δίκαιος", πιθα̣νὸν τυγχάνον. πολλοὶ γὰρ τῶν ἁμαρτανόντων λόγους ἐκ λόγων ἐξάπτ̣οντες οἴονται κρύπτειν τὰ ἁμαρτήματα τῇ πιθανότητι τῶν λόγων, ὑποκλέπτειν θέλοντες τῶν πεπραγμένων αὐτοῖς τὴν χαλεπότητα· ἀλλ' οὐ τοιοῦτος ὁ δίκαιος Ἰὼβ πρὸς θεοῦ μαρτυρούμενος. οὐ καθηκόντως οὖν, ὡς ἐλέχθη, αὐτῷ προσεφ̣έροντο διὰ τὸ τὴν αἰτίαν τῶν ἐπαγομένων αὐτῷ ἐπιπόνων ἁμαρτίαν̣ λογίζεσθαι· δι' ἣν πλάνην ····· αἰνίττεται αὐτῷ, ὅτι εἰ καὶ ····· διεξε··· τοὺς λόγους ····· ··ι̣, οὐ δι̣ὰ τοῦτο δίκαιός ἐστιν. εὐλογημένος γεννητὸς γυναικὸς ὀλιγόβιος. πιθανῷ μὲν χρῆται λόγῳ νῦν, τῆς δὲ καθηκούσης γνώσεως τοῦ ἀνδρὸς ἀπολείπεται. λέγει τοίνυν, ὅτι κἂν εὔλαλός τις ᾖ καὶ διὰ τῆς τῶν λόγων τῶν παρ' ἑαυτοῦ προφερομένων πιθανότητος οἴ293 ηται δίκαιος εἶναι, ἀλλά γε γιγνώσκειν δεῖ αὐτόν, ὅτι ὀλιγόβιός ἐστιν. κἂν ····· ····· ·οις τις 72 εὐλογημένος ὑπὸ θεοῦ νομισθῇ ὡς πολυετής– γενέσθαι γὰρ καὶ πολυχρόνιον ἄνθρωπον εὐλογημένον ἐνόμιζον–, ἀλλὰ καὶ οὗτο̣ς ὡς πρὸς τὸν μέλλοντα αἰῶνα ὀλιγόβιός ἐστιν· διὰ τ̣····· ····· δεῖξαι αὐτῷ βουλόμενος, ὅτι οὐκ ἔχει τῶν πραγμάτων ἐπιστήμην ἀκριβῆ, ὀλιγόβιος γ̣ὰρ ὢν κατὰ τοὺς ἀνθρώπους. δῆλον δὲ τοῦτο ἐκ τῶν ἑξῆς ἐπιφερομένων· γεννητὸν δὲ γυναικὸς περιφραστικῶς τὸν ἄνθρωπον ση̣μ̣αίνει. ἔχομεν τοῦτο ὑπὸ τοῦ κυρίου λεγόμενον· "μείζων ἐν γεννητοῖς γυναικῶν Ἰωάννου οὐδείς ἐστιν." χαριέντως οἱ εἰς τοῦτο λ̣όγοι ··· παρατίθενται διαστέλλοντες τὸν Ἰησοῦν ἀπὸ τῶν γεννητῶν διὰ γυναικὸς διὰ τὸ παρθένιον εἶναι αὐτόν· χαριέντως δὲ ἐροῦμ̣εν, ὅτι αὐτου῀̣ ···ηται· "γενόμενος ἐκ γυναικός", δηλοῦντος ἐνταῦθα τοῦ τῆς γυναικὸς ὀνόμ̣ατος τὴν θήλειαν. κ̣αὶ τῷ ὄντι ὀλίγος ἐστὶν ὁ χρόνος ἀνθρώπινος· καὶ τούτου δ»ε»ῖγμα τὸ παρὰ Παύλου εἰρημένον· εἰ ἐν τῇ ζωῇ ταύτῃ ἠλπικότες ἐσμὲν μόνον, ἐλεεινότεροι πάντων ἀνθρώπων ἐσμέν." αὕτη γὰρ ἡ τοῦ συνθέτου ἀνθρώπου ζωή ἐστιν. εἰ δὲ τὴν 294 τῷ λογικῷ προσοῦσαν ζωὴν νοήσοις, οὐκ ὀλιγοψυχήσαις ἄν·

About this text

Didymus the Blind, Commentarii in Job (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Commentarii in Job — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.