Commentarii in Job · §u18-rem-mid

Unit 18 rem mid

Rem mid: Unit 18; lemma continues; reading with the letter.

Greek

ἐστὶν πρα310 γμάτων. οἶδεν καθὰ καὶ ὁ ἀπόστολος ὅτι "ἐκ μέρους" κα̣ὶ τοῖς τελείοις ἐνταῦθα ἡ "γνῶσις" "ἀραβῶνα πνεύματος" ἐχόντων καὶ τούτ̣ων· ὁ δὲ ἀραβῶνά τινος ἔχων οὐ τὸ ὅλον αὐτὸ ἔχει, ἀλλὰ "μέρος" αὐτοῦ. τοῦ δὲ "τελείου ἐλθόντος" ἔχει σὺν τῷ ὅλῳ τὸ μέρος· #6τοῦτο γάρ ἐστιν ὁ ἀραβών. #6κἀμοὶ μὲν καρδία καθ' ὑμᾶς ἐστιν. παραστῆσαι αὐτοῖς βούλεται, ὅτι ἀναπλασμοὺς ἐν τῇ διανοίᾳ ἑαυτῶν ἔχουσιν, φάσκων· «"κἀμοὶ καρδία καθ' ὑμᾶς ἐστιν" καὶ οὐ συμφέρομαι ὑμῖν εἰς τὴν αὐτὴν διάνοιαν. ἢ μὴ νομίζετε ὑπερβαλλόντως νοεῖν; κἀγὼ γὰρ συνίημι· λογικὸν γὰρ λογικοῦ οὐ διαφέρει. τῇ δὲ ἐπιβολῇ ἡ διαφορὰ γίνεται.» περὶ φαύλων γοῦν λέγεται· "ἀκούσατέ μου οἱ ἀπολωλεκότες τὴν καρδίαν." οὐ γὰρ τὴν οὐσίαν, ἀλλὰ τὴν ἐνέργειαν αὐτῆς τὴν φαύλην ἀπώλειαν αὐτῆς #6λέγει. δίκαιος γὰρ καὶ ἄμεμπτος ἀνὴρ ἐγε#6νήθη εἰς χλεύασμα. ὅταν τὰ ἐλάττονα λέγῃ, ἑαυτῷ αὐτὰ προσάπτει· ἐλαττωτικὸς γὰρ ἑαυτοῦ διὰ ἀτυφίαν ὑπάρχει. ὅταν δὲ ἐπαίνου χρεία ᾖ, τῷ δικαίῳ καὶ τῶι ἔχοντι τὴν ἀρετὴν αὐτὰ ἕπεσθαι λέγει, ὡς ὁ μακάριος Παῦλος "οἶδα ἄνθρωπον 311 ἐν Χριστῷ" λέγων̣. ὁ θεὸς γὰρ αὐτῷ ἐμαρτύρησεν λέγων· "οἴει δέ με ἄλλως σοι κεχρηματικέναι ἢ ἵνα ἀναφανῇς δίκαιος;" εἰ δὲ ὁ Ἰὼβ εἶπέν ποτε 77 ἐκβιαζόμενος διὰ τὸ τοὺς φίλους ἐναντίον δοξάσ̣αι· "οἶδα ὅτι δίκαιος ἀναφανοῦμαι", χαρακτὴρ γινόμενος τοῦτο εἰ῀̣πεν ἐκ τῶν καθ' ἑαυτὸν ἀπαγγείλ̣ας τοὺς ἀρετῇ χρωμένους καὶ ἐργαζομένους λέγων· «οἶδα ὅτι εἰ χρησαίμην τῇ ἀνδρείᾳ ἕως τ̣ε´̣λους, "δίκαιος ἀναφανοῦμαι".» οὐ γὰρ εἶπεν· «δίκαιός εἰμι», ἀλλ' εἰς μέλλοντα χρόνον ἀνέκλινεν τὴν προσδοκίαν, τὸ ἴδιον τῶν ἀρετῶν ἀπαγ#6γέλλων. εἰς χρόνον γὰρ τακτὸν ἡτοίμαστο πεσεῖν ὑπὸ ἄλλους οἴκους τε αὐτοῦ ἐκπορθεῖσθαι ὑπὸ ἀνό#6μων. δηλοῖ ὅτι παρεδόθη τοῖς ἐξαιτησαμένοις πειράσαι αὐτόν. τινὲς καὶ ἐκ ταύτης τῆς λέξεως οὐ καλῶς αὐτῇ χρησάμενοι εἱμαρμένην ἐλογίσαντο εἶναι, τὸ "τακτὸν χρόνον" εἰς αὐτὴν ἀναφέροντες. ψεῦδος δὲ τοῦτο· οὐ γὰρ πᾶς χρόνος τεταγμένος τὴν εἱμαρμένην σημαίνει. ὃ παρίστησιν οὖν, τοῦτ' ἔστιν, ὅτι εἰ καὶ εἰς χλεύασμα ἐγενήθη, ἀλλά γε οὐκ εἰς ἄπειρον τοῦτο 312 ἐγίνετο, ἀλλὰ καιρῷ τοῦ θεοῦ συνχωρήσαντος τοῦτο γενέσθαι, καθὰ καὶ οι῾̣ "δοθέντες εἰς χεῖρας τῶν θλιβόντων". "χρόνον" δὲ "τακτὸν" εἰ῀̣πεν, ὃν ἔστιν̣ τῇ ἀρετῇ τῇ τοιαύτῃ χρῆσθαι τὸν ἄνθρωπον, καθ' ἣν καὶ λέγεται ἱκανὸς εἶναι πολεμεῖν. "οἴκους" δὲ λέγει "πορθουμένους" τὰς ἀρετάς· τούτους γὰρ σπουδ̣άζουσιν̣ οἱ ἀντικείμενοι διὰ τῶν ἐπιπόνων σεῖσαι καὶ κλο̣νῆσαι· ὅτι δὲ οἶκοι ἀντὶ ἀρετῶν παραλαμβάνονται, εἴρηται· "ἐπεὶ ἐφοβοῦντο αἱ μαῖαι τὸν θεόν, ἐποίησαν ἑαυταῖς οἰκίας." ἆρά γε ἄοικοι ἦσαν πρὶν φοβηθῶσι τὸν θεόν; ἀλλὰ δῆλον ὡς τὰς ἀρετάς, κατὰ τὸν ἀκούοντα τοὺς λόγους Ἰησοῦ καὶ οἰκοδομοῦντα τὴν ἑαυτοῦ οἰκίαν, ὅ ἐστιν τὸν βίον, οὐκ ἐπὶ πέτραν αἰσθητήν, ἀλλ' ἐπὶ τὸν Χριστὸν τὸν εἰπόντα Πέτρῳ· "σὺ εἶ Πέτρος καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν ἐκκλησίαν", τοῦ Πέτρου δηλονότι ἔχοντος οἰκίαν ἐν τῇ τοιαύτῃ πέτρᾳ. οἰκοδομεῖ δὲ ὁ σωτὴρ τὴν ἐκκλησίαν, αὐτὸς καὶ πέτρα καὶ οἰκοδόμος ὤν· συνεργεῖ γὰρ ὁ θεὸς τῷ σπουδαίῳ. οὕτω καὶ ὁ ψαλμῳδός φησιν· "ἐν πέτρᾳ ὕψωσάς με." οὐ μέγα δὲ δῶρον θεοῦ ἐν αἰσθητῇ πέτρᾳ 313 ὑψωθῆναι, ἀλλὰ δῆλον ὡς τῶι λόγωι τῷ ἀσφαλεῖ, καθὸ πάλιν ὁ ψαλμῳδός φησιν· "ἔστησας ἐπὶ πέτραν τοὺς πόδας μου." σημειωτέον δὲ ὅτι δίκαιος ἢ ἀλλοτιν·····π··· ἀλλ' ἄνομοι. τὸ δὲ "ἐκπορθεῖσθαι" ἐμφαίνει τὸ ἀνδρεῖον τοῦ δικαίου καταμηχανηθέντος· εἴρηται κ̣αὶ ἐν ψαλμοῖς· "πλεονάκις ἐπολέμησάν με ἐκ νεότητός μου καὶ γὰρ οὐκ ἠδυνήθη σάν μοι", ὡς καὶ Παῦλο̣ς· "τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ θεοῦ;" καὶ τὰ ἑξῆς. οἴκους δὲ πληθυντικῶς δεῖ νοεῖν τὸ πλῆθος τῆς ἀρετῆς· σωφροσύνη οἶκος, ἀνδρεία οἶκος, πραότης καὶ ἄλλαι, καθὸ εἴρηται· "ὀχύρωμα ὁσίου φόβος κυρίου·" οὕτω καὶ δικαιοσύνη. τούτων τῶν οἴκων εἰσὶν ἐναντίοι, οὓς κατασπᾷ κύριος· "οἴκους γὰρ ὑβριστῶν καστασπᾷ κύριος· ἐστήριξεν δὲ ὅριον χήρας." τὰς γὰρ τῶν ὑπερηφάνων πολιτείας κατασπᾷ ω῾̣ς εἴρηται· "Καφαρναούμ, ἢ ἕως οὐρανοῦ ἀναβήσῃ, ἕως ᾅδου καταβιβασθήσῃ." καὶ "ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται." "στηρίζει δὲ χήρας τὸ ὅριον", ὅ ἐστιν· τὸν οἶκον, τὸν βίον τῶν κατὰ θεὸν χηρευόντων ἀπὸ κακῶν. δηλοῖ καὶ τὸ "οἰκίαι παρανόμων ὀφειλήσουσιν καθαρισμόν, οἰκίαι δὲ δικαίων δεκταὶ" τοὺς ἑκάστου βίους. οὐ μὴν δὲ ἀλλὰ μηθεὶς πεποιθέτω πονηρὸς ὢν ἀθῷος ἔσεσθαι. ὅσοι

About this text

Didymus the Blind, Commentarii in Job (Greek). SERIES CLOSEOUT on this page.

Original English Translation of Didymus the Blind’s Commentarii in Job — new OET from PG 39 Greek.

Witnesses

  • Copy-text PG 39 (Khazarzar) (Greek)

English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.