Unit 18 rem early
Rem early: Unit 18; lemma and argument toward the thesis.
Greek
φησιν ἢ τὴν μέλλουσαν ζωὴν ἢ τὴν ἄνευ πόνων ζωὴν μεταβα306 λόντων τῶν ἐπιπόνων. ἡ δὲ φωτεινὴ ζωὴ ὑπὸ τοῦ "ἡλίου τῆς δικαιοσύνης" πεφωτισμένη τυγχάνει. εἴρηται· "τὸ πρωὶ παραστήσομαί σοι καὶ ἐφόψομαι." πεποιθώς τε ἔσῃ, ὅτι ἔστιν σοι ἐλπίς. καὶ π̣άλιν αὐτόν φησιν ἐκ τῆς προπαρασκευῆς πιστεύειν περὶ τῶν ἐλπιζομένων ἀγαθῶν. ταῦτα μὲν ····· · δῆλον δέ, ὅτι ἡ τῆς ψυχῆς ι̣······ ·· τὴν θείαν ἐλπίδα πρ····· · ἕπεται γὰρ τῷ "κατὰ θεὸν ζῆν" βουλομένῳ τὰ ἀίδια, καθὰ Παῦλος λέγει· "νυνὶ μένει πίστις, ἐλπίς, ἀγάπη." ἐκ δὲ μερίμνης καὶ φροντίδος ἀναφανεῖταί σοι εἰρήνη. τοῦτο λέγει, ὅτι ἀπαλλαγεὶς τῶν ἐπιπόνων καὶ ἀνιαρῶν διὰ τὴν ἐλπίδα τὴν γεγε_6_ν_η_μ_έ6νην ἐκ τῆς προπαρασκευῆς "ἀναφανεῖταί σοι εἰρήνη", εἰρήνην λέγων τὴν τῶν περιστάσεων ἀνάπαυσιν. ἔχομεν δὲ ἐν τοῖς θείοις γράμμασιν περὶ εἰρήνης λεγόμενα τῆς κατὰ ψυχήν, περὶ ἧς λέγεται· "εἰρήν̣η ν πολλὴ ν τοῖς ἀγαπῶσίν σε καὶ οὐκ ἔστ»ι» ἐν αὐτοῖς «ς»κάνδαλον." αὕτη δὲ ἀταραξία οὖσα τῆς ψυχῆς καρπός ἐ»ς»τι τοῦ ν πνεύματος· "ὁ γὰρ καρπὸς τοῦ πνεύματος ἀγάπη, χαρά, εἰρήνη." ἀπὸ ταύτης μακαρίζονται περὶ ὧν λέγεται· "μακάριοι οἱ εἰρηνοποιοί, ὅτι υἱοὶ θεοῦ κληθήσονται." ἐπὰν γάρ 307 τις τὴν ἑαυτοῦ "μέριμναν ἐπὶ κύριον ἐπιρίψῃ", ἕξει ταύτη̣ν τὴν εἰρήνην· ὁ ἁμαρτωλὸς δὲ οὐκ ἔσται ἐν ταύτῃ τῇ εἰρήνῃ· "πᾶς γὰρ βίος ἀσεβοῦς ἐν φροντίδι" τεταραγμένῃ. ἡσυχάσεις δὲ καὶ οὐκ ἔσται ὁ πολεμῶν σε· μεταβαλόμενοι δὲ πολλοί σου δεηθήσονται. ἐπίστησον, εἰ πάλιν τη`̣ν ἡσυχίαν οὗτός φησιν τὸ μηκέτι τρόπον τινὰ διὰ τα`̣ς κακώσεις ὀνειδίζεσθαι ὡς φαῦλον· τούτου ἐπιφερομένου ἐπάγει τὸ "μεταβαλόμενοι δὲ πολλοί σου δεηθήσονται" δηλῶν, ὅτι οἱ πρότερον κατατρέχοντες διὰ τὴν περὶ σὲ μεταβολὴν δεηθήσονταί σου. ἡ κυρίως δὲ ἡσυχία ἡ τῆς ψυχῆς ἀταραξία τῷ ἁγίῳ δίδοται λέγοντος τοῦ λόγου· "ἀναπαύσεται ἑ´̣καστος ὑποκάτω ἀμπέλου αὐτοῦ καὶ ὑποκάτω 76 συκῆς αὐτοῦ καὶ οὐκ ἔσται ὁ ἐκφοβῶν." τοῦτο δὲ οὐκ αἰσθητῶς· ἀλλ' ὁ ἔχων τὸν πρακτικὸν βίον διὰ τῆς συκῆς δηλούμενον καὶ τὸν θεωρητικόν, ὃς διὰ τῆς ἀμπέλου σημαίνεται–εὐφροσύνης ποιητικὸν τυγχάνον–, ἄφοβος λοιπόν ἐστιν οὐκ ἔχων διάβολον ἐκφοβοῦντα ἢ δαίμονας. ὁ δ' ἐν κακία οὐχ ἡσυχάζει ὧδε κἀκεῖ τοῦ λογισμοῦ περιφερομένου ὑπὸ παθῶν καὶ δαιμόνων. αὐτίκα γοῦν 308 πρὸς Κάϊν ὡς οὐ δεῖ κινούμενον εἴρηται· "ἥμαρτες, ἡσύχασον·" οἰκ»ε»ῖον γὰρ τῇ τοῦ ἀνθρώπου φύσει ἡ ἡσυχία τῆς ἀταραξίας, ἡ δὲ ἀταξία ἐπ»ε»ισόδιον. α····· ····· καὶ νῦν σύμβολον τη····· ····ης ἐν ψυχῇ οἰκεῖν τη····· ···ος ἑρμηνευομένη··· "γῆ ἐφοβήθη καὶ ἡσύχασεν ἐν τῷ ἀναστῆναι εἰς κρίσιν τὸν θεόν." ὅταν γὰρ οἱ τὰ γήινα πράττοντες διὰ τὸν φόβον τῆς κρίσεως ἐν μετανοίᾳ γένωνται, ἡσυχίαν ἀντι`̣ ταραχῆς ἀναλαμβάνουσιν ἀκούοντες· "καὶ ἡσυχάσεις ἀφόβως ἀπὸ παντὸς κακοῦ." σωτηρία δὲ αὐτοὺς ἀπολείψει. αἰνίττεται, ὅτι οἱ πολεμοῦντες πάλαι δικαίου λοιπὸν τοῦ ἀνθρώπου γεγενημένου ἐγκαταλείπονται ὑπὸ σωτηρίας, δῆλον δ' ὅτι ἧς ἑαυτοῖς ἀνεπλάσαντο σωτηρίας ἡγούμενοι τὴν τῶν πολεμουμένων κάκωσιν καὶ κατὰ ψυχὴν καὶ σῶμα. ἡ γὰρ ἐλπὶς αὐτῶν ἀπώλ»ε»ια. τῶν κακοθελῶν, φησίν, ἡ προσδοκία ἀπώλειά ἐστιν· λέγοι δ' ἂν αὐτῶν προσδοκίαν οὐ πάντως ὡς αὐτῶν τοῦτο προσδοκώντων, ἀλλ' ὡς ἑπόμενον τοῦτο ἐχόντων· καθὸ λέγομεν τῷ κολάσει ὑποπίπτοντι· σὺ σεαυτῷ ταῦτα παρήγαγες, οὐχ ὅτι αὐτὸς τοῦτο προέθετο, ἀλλ' ὅτι ἠκολούθησεν αὐτῷ ταῦτα. 309 ὀφθαλμοὶ δὲ ἀσεβῶν τακήσονται. ἴσως τοὺς φθονεροὺς αἰνίττεται καὶ τὴν λύπην αὐτῶν τὴν γιγνομένην ἐπὶ μεταβολῇ τοῦ ἀνιαροῖς περιπεπτωκότος, ὡς διέγραψεν. οὐ δε τούτους δὲ τοὺς ὀφθαλμούς φησι–πολλοὶ γὰρ τῶν ἀσεβῶν μέχρις ὑστέρας ἀναπνοῆς ὀξυωποῦντες ἔμειναν–, ἀλλὰ τοὺς ψυχῆς. ἔχεις ἐν τοῖς θείοις γράμμασιν περὶ ὀφθαλμῶν τῶν τοῦ ἀνθρώπου· "ἡ ἐντολὴ κυρίου τηλαυγὴς φωτίζουσα ὀφθαλμούς", δηλονότι τοὺς τοῦ σ ἔσω ἀνθρώπου ὀφθαλμοὺς ἐπὶ τῷ καὶ τυφλοὺς σώζειν τὰς θεοῦ ἐντολάς. 309 ὑπολαβὼν δὲ Ἰὼβ λέγει· εἶτα ὑμεῖς ἐστε ἄνθρωποι; ἢ μεθ' ὑμῶν #6τελευτήσει σοφία; φησὶν ὅτι «ἄνθρωποι μέν ἐστε, μέγα δὲ περὶ αὑτῶν οἰόμενοι καὶ ὡς μόνους ἑαυτοὺς ἀνθρώπους λογιζόμενοι νομίζετε μέχρις ὑμῶν εἶναι τὴν σοφίαν· οἴεσθε δὲ δύνασθαι καὶ τὰ κρίματα τοῦ θεοῦ καταλαμβάνειν καὶ ἀποφαίνεσθαί τι περὶ αὐτῶν· καὶ τῷ ὄντι ὑπερβαίνει τὰ ἀνθρώπινα.» "τὰ κρίματά σου" γάρ φησιν "ἄβυσσος πολλή." ἀλλὰ καὶ Παῦλος "ἀνεξεραύνητα" αὐτὰ εἶναι γράφει. ἐμφαίνει δὲ διὰ τοῦ "μεθ' ὑμῶν τελευτήσει σοφία;" ὅτι ἡ τοῦ θεοῦ σοφία οὐκ ἄχρι τῶν ἀνθρωπίνων
About this text
Didymus the Blind, Commentarii in Job (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Commentarii in Job — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.