Unit 19 rem close
Rem CLOSEOUT: Unit 19 CLOSEOUT.
Greek
δοκοῦσαν συντριβὴν ἐκ τοῦ ἐξευτελίζεσθαι καταστήσας κατὰ τὸ "ὁ καλῶν τὰ μὴ ὄντα ὡς ὄντα." οὕτω γοῦν λέγει· "ταπεινώθητε οὖν ὑπὸ τὴν χεῖρα τοῦ θεοῦ τὴν κραταιάν, ἵν' ὑμᾶς ὑψώσῃ ἐν καιρῷ." καὶ πάλιν· "κύριος ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσιν χάριν." τοὺς γὰρ τὴν τῆς ταπεινοφροσύνης ἀρετὴν κατορθώσαντας εἰσάγει εἰς τὴν βασιλείαν τῶν οὐρανῶν· αὐτὸς γάρ ἐστιν, περὶ οὗ εἴρηται· "καὶ τοὺς #6ταπεινοὺς τῷ πνεύματι σώσει." ἀνακαλύπτων βαθέα ἐκ σκό#6τους. εἰπὼν τὰ περὶ τῆς δημιουργίας καὶ προνοίας διέξεισιν καὶ τὰ περὶ προγνώσεως καὶ τοῦ ἀναποδράστου αὐτοῦ ὡς καὶ τὰ ἐν ἀποκρύφῳ πραττόμενα ἐπισταμένου. τούτῳ ὅμοιον τὸ ὑπὸ ∆αυὶδ λεγόμενον· "κύριε, ἐδοκίμασάς με καὶ ἔγνως με, σὺ ἔγνως τὴν κα332 θέδραν μου καὶ τὴν ἔγερσίν μου, σὺ συνῆκας πάντας τοὺς διαλογι σμούς μου ἀπὸ μακρόθεν·" οὐ γάρ, ὅτε λογίζομαι, γινώσκεις τοὺς διαλογισμούς, ἀλλ' ὥσπερ τῶν πραγμάτων προγνώστης ὑπάρχεις, οὕτω καὶ τῶν διαλογισμῶν. "ποῦ γὰρ πορευθῶ ἀπὸ τοῦ πνεύματός σου, ἢ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω; ἐὰν ἀναβῶ εἰς τὸν οὐρανόν, σὺ εἶ ἐκεῖ· ἐὰν καταβῶ εἰς τὸν ᾅδην, πάρει· ἐὰν ἀναλάβω τὰς πτέρυγάς μου κατ' ὀρθὸν καὶ κατασκηνώσω εἰς τὰ πέρατα τῆς θαλάσσης, καὶ γὰρ ἐκεῖ ἡ χείρ σου ὀδηγήσει καὶ καθέξει με ἡ δεξιά σου." ἀλλὰ καὶ ὑπὲρ ταῦτα ἕτερόν τι λέγει ἐν τῷ "εἶπα· ἄρα σκότος καταπατήσει με," ἀντὶ τοῦ «κρύψει με». ἀλλὰ καὶ τοῦτο πάλιν παιδεύων, ὅτι οὐ δύναται κωλῦσαι τὴν γνῶσιν τοῦ θεοῦ, φησὶν ὅτι "τὸ σκότος οὐ σκοτισθήσεται ἀπὸ σοῦ καὶ νὺξ ὡς ἡμέρα φωτισθήσεται." ἀνθρώποις μὲν γὰρ ἡ νὺξ διαφορὰν ποιεῖ πρὸς ἡμέραν, σοὶ δέ, ὦ κύριε, καὶ ταῦτα πεφώτισται, ἀντὶ τοῦ «φανερὰ τυγχάνει»· ὅπερ καὶ ὁ ἀπόστολος φανεροῖ λέγων· 333 "πάντα δὲ γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ." καὶ ἐν τῷ ∆ανιὴλ εἴρηται· "γιγνώσκων πάντα τὰ ἐν τῷ σκότει, καὶ τὸ φῶς μετ' αὐτοῦ ἐστιν," ὅ ἐστιν ὁ ςωτὴρ ἡμῶν, ὃς "φωτίζει πάντα ἄνθρωπον". φανερὰ οὖν αὐτῷ ····· ····· καὶ τὰ ενκατα····· ····· τὰς πράξεις τῶν ἀνθρώπων τὰς ἐν ἀποκρύφῳ καὶ σκότε̣ι γιγνομένας φανερὰς ποι ῶν ὅτε δεῖ. δύναται δὲ καὶ τὰ ἀσαφῆ τῶν λόγων κατὰ τὸ "νοήσει τε παραβολὴν καὶ σκοτεινὸν λόγον" ἀποκαλύψαι διὰ φωτισμοῦ ἐν διανοίᾳ γενο#6μένου. ἐξήγαγεν δὲ εἰς φῶς σκιὰν θανά#6του. σκιὰν θανάτου νῦν τὴν κακίαν λέγει τὴν ἐπικεκρυμμένην καὶ ἐνεργουμένην μετὰ δόλου πρός τινος ὡς αὐτὸν λέγεσθαι τὴν σκιὰν τοῦ θανάτου· πολλάκις γὰρ τῷ τῶν ἕξεων ὀνόματι οἱ ἐνεργοῦντες σημαίνονται, ὡς ὁ δίκαιος δικαιοσύνη καλεῖται ἐν τῷ "ἵνα ἡμεῖς γενώμεθα δικαιοσύνη θεοῦ ἐν αὐτῷ". καὶ τοὺς ἔχοντας δὲ ἀγάπην ὁ ἀπόστολος τῶι ὀνόματι τῆς ἀγάπης ἐδήλωσεν λέγων· "ἡ ἀγάπη 334 μακροθυμεῖ, οὐ φυσιοῦται, οὐ περπερεύετα̣ι, οὐ λογίζεται τὸ κακόν, πάντα πιστεύει." ταῦτα δὲ οὐ περὶ τῆς ἕξεως λέγει, ἀλλὰ περὶ τοῦ ἔχοντο̣ς τὴν ἀγάπην. εἶτα δὲ πάλιν ἐπιλέγει· "ἡ ἀγάπη οὐδέποτε πίπτει·" καὶ οὐ μέγα ὅτι ἀρετὴ "οὐ πίπτει"· οὐ πέφυκεν ····· ··, ἀλλὰ περὶ τοῦ ἐν ταύτῃ τεθεμελιωμένου λέγει· ἐς ὅσον γάρ τις ἔχ̣ε̣ται αὐτῆς, ἄπτωτός ἐστιν· ἐὰν οὖν λέγῃ "τὴν σκιὰν τοῦ θανάτου εἰς φῶς ἄγειν", οὐ τὴν κακίαν, ἀλλὰ τὸν ἐνεργοῦντα αὐτὴν 83 λέγει κατὰ τὸ "ἦτε γάρ ποτε σκότος, νῦν δὲ φῶς ἐν κυρίῳ". ὅτε γὰρ σκότος ἦσαν ἐν ἀγνοία ὄντες, σκιὰ θανάτου ἐτύγχανον. ὅτε δὲ μεταγνόντας ἐφώτισεν, τότε ἀπὸ τῆς σκιᾶς τοῦ θανάτου αὐτοὺς ἐξήγαγεν, ἵνα λεχθῇ περὶ αὐτῶν· "ἐν οἷς ἐστε ὡς φωστῆρες ἐν κόσμῳ," οἵτινες "ἀποθέμενοι τὸ ψεῦδος", ὅ ἐστιν «σκότος», "ἀλήθειαν λαλοῦσιν", ὅπερ #6ὑπάρχει φῶς. πλανῶν ἔθνη καὶ ἀπολλύων #6αὐτά. ἡ πλάνη ὁμώνυμός ἐστιν. λέγεται γὰρ καὶ ἡ ἀπάτη πλάνη, λέγεται καὶ ἡ ἀνομία, κατὰ τὸ λεγόμενον· "καὶ ἐγένοντο πλανῆται ἐν τοῖς ἔθνεσιν." πλανᾷ δὲ θεὸς οὐκ ἀσυμφόρως τοῦτο ποιῶν, ἀλλ' ἀπὸ τῆς κακίας ἀποσπῶν. 335 εἰ δὲ καὶ τὸ "π̣αραδοῦναι εἰς ἀδόκιμον νοῦν" πλανᾶν λέγει, καὶ τοῦτο οὐκ ἀσυμφόρως ποιεῖ, ὡς ἔστιν ἀκοῦσαι λε´̣γοντος τοῦ κυρίου· "ἰδοὺ ἐγὼ πλανῶ αὐτήν", ὅ ἐστιν· ἐπεὶ ἐπὶ τὰ κακ̣ὰ τρέπεται, τῆς σωτηρίας ἐπιμελούμενος αὐτῆς διαστρέφει α̣ὐτήν, ἀντὶ τοῦ τὴν εὐοδουμένην ἐν κακοῖς ψυχήν. διαστρέφει̣ δὲ πλάνην χρησίμην αὐτῇ ἐντιθείς. τῷ δ' αὐτῷ τρόπῳ καὶ α̣ὐτὸν τὸν φαῦλον ἢ κολάσει ὑπ̣ο̣βάλλων ἢ διὰ ἐπιστροφ̣ῆς ἀπο̣λλύων τὴν ἐπὶ κακὰ αὐτοῦ ἕξ̣ιν ἀπολλύειν τοὺς φαύλους λέγεται. ἑκατέρως οὖν ὁ θεὸς ἀπόλλυσιν τὰ ἔθνη ἢ τ̣ιμ̣ωρούμενος αὐτὰ ἢ ἀπολλύων τὴν κακίαν αὐτῶν. οὕτω καὶ "ζητῆσαι καὶ
About this text
Didymus the Blind, Commentarii in Job (Greek). SERIES CLOSEOUT on this page.
Original English Translation of Didymus the Blind’s Commentarii in Job — new OET from PG 39 Greek.
Witnesses
- Copy-text PG 39 (Khazarzar) (Greek)
English is newly prepared for study from the stated edition. Open Greek on each section for the source text. This is not a complete critical edition.